Τίς οὖν ἐστὶν ἡ ἀρχὴ ἡ ἐν τῇ ψυχῇ τοῦ ζῴου; Τί ἄλλο εἰ μὴ τὸ εὐγενὲς ζῷον, ὃ τὸν οὐρανὸν περιοδεύει, τὸν ἥλιον, τὰ ἄστρα καὶ τοὺς πλάνητας, τὰ ἀπὸ τῆς ἐνειρμένης ἐξωτερικὰ ἀμφιβολίας, ἃ δὴ καὶ ἀπαθῆ εἰσίν; ἡ γὰρ αἴσθησις τῶν αἰσθανομένων πάθος. Ἰστέον δὲ καὶ ὅτι οὐκ ἔχουσι τὰ φυτὰ κίνησιν ἐξ ἑαυτῶν· τῇ γὰρ γῇ εἰσὶ πεπηγότα, ἡ δὲ γῆ ἀκίνητός ἐστι. Συλλογισώμεθα τοίνυν πόθεν ἂν ταύτῃ ζωή, ἵνα ποιήσωμεν καὶ αὐτὰ αἰσθητικά. Οὐ γὰρ περιέχει ταῦτα ἓν πρᾶγμα κοινόν. Λέγομεν δὲ ὅτι τῆς ζωῆς τῶν ζῴων κοινή ἐστιν αἰτία ἡ αἴσθησις. Αὕτη δὲ ποιεῖ διάκρισιν μέσον ζωῆς καὶ θανάτου. Ὁ οὐρανὸς δὲ ἐπεὶ ἔχει διοίκησιν εὐγενεστέραν καὶ ἀξιολογωτέραν τῆς ἡμετέρας διοικήσεως, ἀπεμακρύνθη τούτων. Δεῖ τοίνυν ἵνα τὸ ζῷον τὸ τέλειον καὶ τὸ ἠλαττωμένον ἔχῃ τι κοινόν· καὶ τοῦτο ἐστὶν ὁ σκοπὸς τῆς ζωῆς. Τῇ ταύτης γοῦν στερήσει δεῖ ἵνα πᾶς τις ἀποχωρῇ τῶν τοιούτων ὀνομάτων, ὅτι οὐκ ἔστι μέσον. Ἡ δὲ ζωή ἐστι μέσον· τὸ γὰρ ἄψυχον οὐκ ἔχει ψυχὴν οὐδέ τι τῶν μερῶν αὐτῆς. Τὸ δὲ φυτὸν οὐκ ἔστιν ἐκ τῶν στερουμένων ψυχῆς, ὅτι ἐν αὐτῷ ἐστί τι μέρος ψυχῆς· ἀλλ’ οὐκ ἔστι ζῷον, ὅτι οὐδὲ αἴσθησις ἐν αὐτῷ. Ἐξέρχεται δὲ ἐκ ζωῆς εἰς μὴ ζωὴν κατὰ βραχύ, ὡς καὶ τὰ καθ’ ἕκαστον. Δυνάμεθα δὲ καὶ ἄλλως λέγειν, ὅτι ἔστιν ἔμψυχον τὸ φυτόν, καὶ οὐ λέγομεν ὅτι ἄψυχον. Εἰ ἔχει δὲ ψυχήν, οὐ λέγομεν ὅτι καί τινα ἤδη ἔχει αἴσθησιν. Πρᾶγμα γὰρ τὸ τρεφόμενον οὐκ ἔστιν ἄνευ ψυχῆς. Πᾶν δὲ ζῷον ἔχει ψυχήν. Τὸ δὲ φυτόν ἐστιν ἀτελὲς πρᾶγμα. Πάλιν τὸ ζῷον ἔχει μέλη διωρισμένα, τὸ φυτὸν ἀδιόριστα.