<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="chapter" n="8"><p>Ὅτι δʼ ἐνδέχεται εἶναί τινα ἄπειρον, μίαν οὖσαν καὶ <lb n="8"/> συνεχῆ,
                            καὶ αὕτη ἐστὶν ἡ κύκλῳ, λέγωμεν νῦν. πᾶν μὲν γὰρ κινεῖται τὸ φερόμενον ἢ
                            κύκλῳ ἢ εὐθεῖαν ἢ μικτήν, ὥστʼ <lb n="30"/> εἰ μηδʼ ἐκείνων ἡ ἑτέρα
                            συνεχής, οὐδὲ τὴν ἐξ ἀμφοῖν οἷόν τʼ εἶναι συγκειμένην· ὅτι δὲ τὸ
                            φερόμενον τὴν εὐθεῖαν καὶ πεπερασμένην οὐ φέρεται συνεχῶς, δῆλον·
                            ἀνακάμπτει γάρ, τὸ δʼ ἀνακάμπτον τὴν εὐθεῖαν τὰς ἐναντίας κινεῖται
                            κινήσεις· ἐναντία γὰρ κατὰ τόπον ἡ ἄνω τῇ κάτω καὶ ἡ <lb n="35"/> εἰς τὸ
                            πρόσθεν τῇ εἰς τοὔπισθεν καὶ ἡ εἰς ἀριστερὰ τῇ εἰς δεξιά· τόπου γὰρ
                            ἐναντιώσεις αὗται. τίς δʼ ἐστὶν ἡ μία καὶ <note type="marginal">262a</note>συνεχὴς κίνησις, διώρισται πρότερον, ὅτι ἡ τοῦ ἑνὸς καὶ
                            ἐν ἑνὶ χρόνῳ καὶ ἐν ἀδιαφόρῳ κατʼ εἶδος (τρία γὰρ ἦν, τό τε κινούμενον,
                            οἷον ἄνθρωπος ἢ θεός, καὶ ὅτε, οἷον χρόνος, καὶ τρίτον τὸ ἐν ᾧ· τοῦτο δʼ
                            ἐστὶν τόπος ἢ πάθος ἢ εἶδος ἢ <pb n="194"/> μέγεθος). τὰ δʼ ἐναντία
                            διαφέρει τῷ εἴδει, καὶ οὐχ ἕν· τόπου <lb n="5"/> δʼ αἱ εἰρημέναι
                            διαφοραί. σημεῖον δʼ ὅτι ἐναντία ἡ κίνησις ἡ ἀπὸ τοῦ Α πρὸς τὸ Β τῇ ἀπὸ
                            τοῦ Β πρὸς τὸ Α, ὅτι ἱστᾶσιν καὶ παύουσιν ἀλλήλας, ἐὰν ἅμα γίγνωνται.
                            καὶ ἐπὶ κύκλου ὡσαύτως, οἷον ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β τῇ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ
                            (ἱστᾶσι γάρ, κἂν συνεχεῖς ὦσιν καὶ μὴ γίγνηται <lb n="10"/> ἀνάκαμψις,
                            διὰ τὸ τἀναντία φθείρειν καὶ κωλύειν ἄλληλα)· ἀλλʼ οὐχ ἡ εἰς τὸ πλάγιον
                            τῇ ἄνω. <lb n="12"/>
                            <lg><l>μάλιστα δὲ φανερὸν</l><lb n="12"/></lg> ὅτι ἀδύνατον εἶναι συνεχῆ τὴν ἐπὶ τῆς εὐθείας κίνησιν, ὅτι
                            ἀνακάμπτον ἀναγκαῖον στῆναι, οὐ μόνου ἐπʼ εὐθείας, ἀλλὰ κὰν κύκλον
                            φέρηται. οὐ γὰρ ταὐτὸν κύκλῳ φέρεσθαι <lb n="15"/> καὶ κύκλον· ἔστιν γὰρ
                            ὁτὲ μὲν συνείρειν κινούμενον, ὁτὲ δʼ ἐπὶ τὸ αὐτὸ ἐλθὸν ὅθεν ὡρμήθη
                            ἀνακάμψαι πάλιν. ὅτι δʼ ἀνάγκη ἵστασθαι, ἡ πίστις οὐ μόνον ἐπὶ τῆς
                            αἰσθήσεως ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου. ἀρχὴ δὲ ἥδε. τριῶν γὰρ ὄντων, ἀρχῆς
                            μέσου τελευτῆς, τὸ μέσον πρὸς ἑκάτερον ἄμφω ἐστίν, <lb n="20"/> καὶ τῷ
                            μὲν ἀριθμῷ ἕν, τῷ λόγῳ δὲ δύο. ἔτι δὲ ἄλλο ἐστὶν τὸ δυνάμει καὶ τὸ
                            ἐνεργείᾳ, ὥστε τῆς εὐθείας τῶν ἐντὸς τῶν ἄκρων ὁτιοῦν σημεῖον δυνάμει
                            μέν ἐστι μέσον, ἐνεργείᾳ δʼ οὐκ ἔστιν, ἐὰν μὴ διέλη ταύτῃ καὶ ἐπιστὰν
                            πάλιν ἄρξηται κινεῖσθαι· οὕτω δὲ τὸ μέσον ἀρχὴ γίγνεται καὶ τελευτή, <lb n="25"/> ἀρχὴ μὲν τῆς ὕστερον, τελευτὴ δὲ τῆς πρώτης (λέγω δʼ οἷον
                            ἐὰν φερόμενον τὸ Α στῇ ἐπὶ τοῦ Β καὶ πάλιν φέρηται ἐπὶ τὸ Γ). ὅταν δὲ
                            συνεχῶς φέρηται, οὔτε γεγονέναι οὔτε ἀπογεγονέναι οἷόν τε τὸ Α κατὰ τὸ Β
                            σημεῖον, ἀλλὰ μόνον εἶναι ἐν τῷ νῦν, ἐν χρόνῳ δʼ οὐδενὶ πλὴν οὗ τὸ νῦν
                            ἐστιν διαίρεσις, <lb n="30"/> ἐν τῷ ὅλῳ <del>τῷ ΑΒΓ</del>. (εἰ δὲ
                            γεγονέναι τις θήσει καὶ ἀπογεγονέναι, ἀεὶ στήσεται τὸ Α φερόμενον·
                            ἀδύνατον <pb n="195"/>
                            <note type="marginal">262b</note>γὰρ τὸ Α ἅμα γεγονέναι τε ἐπὶ τοῦ Β καὶ
                            ἀπογεγονέναι. ἐν ἄλλῳ ἄρα καὶ ἄλλῳ σημείῳ χρόνου. χρόνος ἄρα ἔσται ὁ ἐν
                            μέσῳ. ὥστε ἠρεμήσει τὸ Α ἐπὶ τοῦ Β. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σημείων·
                            ὁ γὰρ αὐτὸς λόγος ἐπὶ πάντων. <lb n="5"/> ὅταν δὴ χρήσηται τὸ φερόμενον
                            Α τῷ Β μέσῳ καὶ τελευτῇ καὶ ἀρχῇ, ἀνάγκη στῆναι διὰ τὸ δύο ποιεῖν, ὥσπερ
                            ἂν εἰ καὶ νοήσειεν.) ἀλλʼ ἀπὸ μὲν τοῦ Α σημείου ἀπογέγονε τῆς <lb n="8"/> ἀρχῆς, ἐπὶ δὲ τοῦ Γ γέγονεν, ὅταν τελευτήσῃ καὶ στῇ. <lg><lb n="8"/><l>διὸ</l></lg> καὶ πρὸς τὴν ἀπορίαν τοῦτο λεκτέον· ἔχει γὰρ ἀπορίαν τήνδε. <lb n="10"/> εἰ γὰρ εἴη ἡ τὸ Ε τῇ Ζ ἴση καὶ τὸ Α φέροιτο συνεχῶς ἀπὸ τοῦ
                            ἄκρου πρὸς τὸ Γ, ἄμα δʼ εἴη τὸ Α ἐπὶ τῷ Β σημείῳ, καὶ τὸ Δ φέροιτο ἀπὸ
                            τῆς Ζ ἄκρας πρὸς τὸ Η ὁμαλῶς καὶ τῷ αὐτῷ τάχει τῷ Α, τὸ Δ ἔμπροσθεν ἤξει
                            ἐπὶ τὸ Η ἢ τὸ Α ἐπὶ τὸ Γ· τὸ γὰρ πρότερον ὁρμῆσαν καὶ <lb n="15"/>
                            ἀπελθὸν πρότερον ἐλθεῖν ἀνάγκη. οὐ γὰρ ἅμα γέγονε τὸ Α ἐπὶ τῷ Β καὶ
                            ἀπογέγονεν ἀπʼ αὐτοῦ, διὸ ὑστερίζει. εἰ γὰρ ἅμα, οὐχ ὑστεριεῖ, ἀλλʼ
                            ἀνάγκη ἔσται ἵστασθαι. οὐκ ἄρα θετέον, ὅτε τὸ Α ἐγένετο κατὰ τὸ Β. τὸ Δ
                            ἅμα κινεῖσθαι ἀπὸ τοῦ ἄκρου (εἰ γὰρ ἔσται γεγονὸς τὸ Α ἐπὶ τοῦ Β, <lb n="20"/> ἔσται καὶ τὸ ἀπογενέσθαι, καὶ οὐχ ἅμα, ἀλλʼ ἦν ἐν τομῇ
                            χρόνου καὶ οὐκ ἐν χρόνῳ. ἐνταῦθα μὲν οὖν ἀδύνατον οὕτως λέγειν ἐπὶ τῆς
                            συνεχοῦς· ἐπὶ δὲ τοῦ ἀνακάμπτοντος ἀνάγκη λέγειν οὕτως. εἰ γὰρ ἡ τὸ Η
                            φέροιτο πρὸς τὸ Δ καὶ πάλιν ἀνακάμψασα κάτω φέροιτο, τῷ ἄκρῳ ἐφʼ οὗ Δ
                            τελευτῇ <lb n="25"/> καὶ ἀρχῇ κέχρηται, τῷ ἑνὶ σημείῳ ὡς δύο διὸ στῆναι
                            ἀνάγκη· καὶ οὐχ ἅμα γέγονεν ἐπὶ τῷ Δ καὶ ἀπελήλυθεν ἀπὸ τοῦ Δ· ἐκεῖ γὰρ
                            ἂν ἅμα εἴη καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ νῦν. ἀλλὰ μὴν τήν γε πάλαι λύσιν οὐ
                            λεκτέον· <pb n="196"/> οὐ γὰρ ἐνδέχεται λέγειν ὅτι ἐστὶν κατὰ τὸ Δ ἡ τὸ
                            Η ἐν τομῇ, οὐ γέγονε δὲ οὐδʼ ἀπογέγονεν. ἀνάγκη γὰρ ἐπὶ τέλος <lb n="30"/> ἐλθεῖν τὸ ἐνεργείᾳ ὄν, μὴ δυνάμει. τὰ μὲν οὖν ἐν μέσῳ δυνάμει ἔστι,
                            τοῦτο δʼ ἐνεργείᾳ, καὶ τελευτὴ μὲν κάτωθεν, ἀρχὴ δὲ ἄνωθεν· καὶ τῶν
                            κινήσεων ἄρα ὡσαύτως. ἀνάγκη <note type="marginal">263a</note> ἄρα
                            στῆναι τὸ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας. οὐκ ἄρα ἐνδέχεται συνεχῆ κίνησιν
                            εἶναι ἐπὶ τῆς εὐθείας ἀΐδιον.</p><p>τὸν αὐτὸν δὲ τρόπον ἀπαντητέον καὶ πρὸς τοὺς ἐρωτῶντας τὸν Ζήνωνος λόγον,
                                <del>καὶ ἀξιοῦντας,</del> εἰ ἀεὶ τὸ ἥμισυ διιέναι <lb n="5"/> δεῖ,
                            ταῦτα δʼ ἄπειρα, τὰ δʼ ἄπειρα ἀδύνατον διεξελθεῖν, ἢ ὡς τὸν αὐτὸν τοῦτον
                            λόγον τινὲς ἄλλως ἐρωτῶσιν, ἀξιοῦντες ἅμα τῷ κινεῖσθαι τὴν ἡμίσειαν
                            πρότερον ἀριθμεῖν καθʼ ἕκαστον γιγνόμενον τὸ ἥμισυ, ὥστε διελθόντος τὴν
                            ὅλην ἄπειρον συμβαίνει ἠριθμηκέναι ἀριθμόν· τοῦτο δʼ ὁμολογουμένως ἐστὶν
                                <lb n="10"/> ἀδύνατον.<lb n="11"/>
                            <lg><l>ἐν μὲν οὖν τοῖς πρώτοις λόγοις τοῖς περὶ κινήσεως</l><lb n="11"/></lg> ἐλύομεν διὰ τοῦ τὸν χρόνον ἄπειρα ἔχειν ἐν αὑτῷ· οὐδὲν γὰρ ἄτοπον
                            εἰ ἐν ἀπείρῳ χρόνῳ ἄπειρα διέρχεταί τις· ὁμοίως δὲ τὸ ἄπειρον ἔν τε τῷ
                            μήκει ὑπάρχει καὶ ἐν τῷ χρόνῳ. ἀλλʼ αὕτη ἡ λύσις πρὸς μὲν τὸν ἐρωτῶντα
                                <lb n="15"/> ἱκανῶς ἔχει (ἠρωτᾶτο γὰρ εἰ ἐν πεπερασμένῳ ἄπειρα
                            ἐνδέχεται διεξελθεῖν ἢ ἀριθμῆσαι), πρὸς δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν
                            οὐχ ἱκανῶς· ἂν γάρ τις ἀφέμενος τοῦ μήκους καὶ τοῦ ἐρωτᾶν εἰ ἐν
                            πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα διεξελθεῖν, πυνθάνηται ἐπʼ αὐτοῦ τοῦ
                            χρόνου ταῦτα (ἔχει <lb n="20"/> γὰρ ὁ χρόνος ἀπείρους διαιρέσεις, οὐκέτι
                            ἱκανὴ ἔσται αὕτη ἡ λύσις, ἀλλὰ τὸ ἀληθὲς λεκτέον, ὅπερ εἴπομεν ἐν τοῖς
                            ἄρτι λόγοις. ἐὰν γάρ τις τὴν συνεχῆ διαιρῇ εἰς δύο ἡμίση, <pb n="197"/>
                            οὗτος τῷ ἑνὶ σημείῳ ὡς δυσὶ χρῆται· ποιεῖ γὰρ αὐτὸ ἀρχὴν <lb n="25"/>
                            καὶ τελευτήν. οὕτω δὲ ποιεῖ ὅ τε ἀριθμῶν καὶ ὁ εἰς τὰ ἡμίση διαιρῶν.
                            οὕτω δὲ διαιροῦντος οὐκ ἔσται συνεχὴς οὔθʼ ἡ γραμμὴ οὔθʼ ἡ κίνησις· ἡ
                            γὰρ συνεχὴς κίνησις συνεχοῦς ἐστιν, ἐν δὲ τῷ συνεχεῖ ἔνεστι μὲν ἄπειρα
                            ἡμίση, ἀλλʼ οὐκ ἐντελεχείᾳ ἀλλὰ δυνάμει. ἂν δὲ ποιῇ ἐντελεχείᾳ, οὐ
                            ποιήσει <lb n="30"/> συνεχῆ, ἀλλὰ στήσει, ὅπερ ἐπὶ τοῦ ἀριθμοῦντος τὰ
                            ἡμίσεα φανερόν ἐστιν ὅτι συμβαίνει· τὸ γὰρ ἓν σημεῖον ἀνάγκη <note type="marginal">263b</note>αὐτῷ ἀριθμεῖν δύο τοῦ μὲν γὰρ ἑτέρου
                            τελευτὴ ἡμίσεος τοῦ δʼ ἑτέρου ἀρχὴ ἔσται, ἂν μὴ μίαν ἀριθμῇ τὴν συνεχῆ.
                            ἀλλὰ δύο ἡμισείας. ὥστε λεκτέον πρὸς τὸν ἐρωτῶντα εἰ ἐνδέχεται ἄπειρα
                            διεξελθεῖν ἢ ἐν χρόνῳ ἢ ἐν μήκει, ὅτι ἔστιν <lb n="5"/> ὡς, ἔστιν δʼ ὡς
                            οὔ. ἐντελεχείᾳ μὲν γὰρ ὄντα οὐκ ἐνδέχεται, δυνάμει δὲ ἐνδέχεται· ὁ γὰρ
                            συνεχῶς κινούμενος κατὰ συμβεβηκὸς ἄπειρα διελήλυθεν, ἀπλῶς δʼ οὔ·
                            συμβέβηκε γὰρ τῇ γραμμῇ ἄπειρα ἡμίσεα εἶναι, ἡ δʼ οὐσία ἐστὶν ἑτέρα καὶ
                                <lb n="9"/> τὸ εἶναι. <lg><lb n="9"/><l>δῆλον δὲ καὶ ὅτι ἐὰν μή τις ποιῇ τοῦ χρόνου τὸ</l></lg>
                            <lb n="10"/> διαιροῦν σημεῖον τὸ πρότερον καὶ ὕστερον ἀεὶ τοῦ ὑστέρου τῷ
                            πράγματι, ἔσται ἅμα τὸ αὐτὸ ὂν καὶ οὐκ ὄν, καὶ ὅτε γέγονεν οὐκ ὄν. τὸ
                            σημεῖον μὲν οὖν ἀμφοῖν κοινόν, καὶ τοῦ προτέρου καὶ τοῦ ὑστέρου, καὶ
                            ταὐτὸν καὶ ἓν ἀριθμῷ, λόγῳ δʼ οὐ ταὐτόν (τοῦ μὲν γὰρ τελευτή, τοῦ δʼ
                            ἀρχή)· τῷ δὲ <lb n="15"/> πράγματι ἀεὶ τοῦ ὑστέρου πάθους ἐστίν. χρόνος
                            ἐφʼ ΑΓΒ. πρᾶγμα ἐφʼ ᾧ Δ. τοῦτο ἐν μὲν τῷ Α χρόνῳ λευκόν, ἐν δὲ τῷ Β οὐ
                            λευκόν· ἐν τῷ ἄρα Γ λευκὸν καὶ οὐ λευκόν. ἐν ὁτῳοῦν γὰρ τοῦ Α λευκὸν
                            ἀληθὲς εἰπεῖν, εἰ πάντα τὸν χρόνον τοῦτον ἦν λευκόν, καὶ ἐν τῷ Β οὐ
                            λευκόν· τὸ δὲ Γ ἐν ἀμφοῖν. <pb n="198"/> οὐκ ἄρα δοτέον ἐν παντί, ἀλλὰ
                            πλὴν τοῦ τελευταίου νῦν ἐφʼ οὗ <lb n="20"/> τὸ Γ· τοῦτο δʼ ἤδη τοῦ
                            ὑστέρου. καὶ εἰ ἐγίγνετο οὐ λευκὸν καὶ ἐφθείρετο ⟨τὸ⟩ λευκὸν ἐν τῷ Α
                            παντί, γέγονεν ἢ ἔφθαρται ἐν τῷ Γ. ὥστε λευκὸν ἢ μὴ λευκὸν ἐν ἐκείνῳ
                            πρῶτον ἀληθὲς εἰπεῖν, ἢ ὅτε γέγονεν οὐκ ἔσται, καὶ ὅτε ἔφθαρται ἔσται, ἢ
                            ἅμα λευκὸν καὶ οὐ λευκὸν καὶ ὅλως ὂν καὶ μὴ ὂν ἀνάγκη <lb n="25"/>
                            εἶναι. εἰ δʼ ὁ ἂν ᾖ πρότερον μὴ ὄν, ἀνάγκη γίγνεσθαι ὄν, καὶ ὅτε
                            γίγνεται μὴ ἔστιν, οὐχ οἷόν τε εἰς ἀτόμους χρόνους διαιρεῖσθαι τὸν
                            χρόνον. εἰ γὰρ ἐν τῷ Α τὸ Δ ἐγίγνετο λευκόν, γέγονε δʼ ἅμα καὶ ἔστιν ἐν
                            ἑτέρῳ ἀτόμῳ χρόνῳ ἐχομένῳ δʼ, ἐν τῷ Β—εἰ ἐν τῷ Α ἐγίγνετο, οὐκ ἦν, <lb n="30"/> ἐν δὲ τῷ Β ἐστί—, γένεσιν δεῖ τινὰ εἶναι μεταξύ, ὥστε καὶ
                            χρόνον ἐν ᾧ ἐγίγνετο. οὐ γὰρ ὁ αὐτὸς ἔσται λόγος καὶ τοῖς <note type="marginal">264a</note> μὴ ἄτομα λέγουσιν, ἀλλʼ αὐτοῦ τοῦ
                            χρόνου, ἐν ᾧ ἐγίγνετο, γέγονε καὶ ἔστιν ἐν τῷ ἐσχάτῳ σημείῳ, οὗ οὐδὲν
                            ἐχόμενόν ἐστιν οὐδʼ ἐφεξῆς· οἱ δὲ ἄτομοι χρόνοι ἐφεξῆς. φανερὸν δʼ ὅτι
                            εἰ ἐν τῷ Α ὅλῳ χρόνῳ ἐγίγνετο, οὐκ ἔστιν πλείων χρόνος ἐν ᾧ <lb n="5"/>
                            γέγονεν καὶ ἐγίγνετο ἢ ἐν ᾧ ἐγίγνετο μόνον παντί.</p><p>οἶς μὲν οὖν ἄν τις ὡς οἰκείοις πιστεύσειε λόγοις, οὗτοι καὶ τοιοῦτοί
                            τινές εἰσιν· λογικῶς δʼ ἐπισκοποῦσι κἂν ἐκ τῶνδε δόξειέ τῳ ταὐτὸ τοῦτο
                            συμβαίνειν. ἅπαν γὰρ τὸ κινούμενον συνεχῶς, ἂν ὑπὸ μηδενὸς ἐκκρούηται,
                            εἰς ὅπερ ἦλθεν κατὰ <lb n="10"/> τὴν φοράν, εἰς τοῦτο καὶ ἐφέρετο
                            πρότερον, οἷον εἰ ἐπὶ τὸ Β ἦλθε, καὶ ἐφέρετο ἐπὶ τὸ Β, καὶ οὐχ ὅτε
                            πλησίον ἦν, ἀλλʼ εὐθὺς ὡς ἤρξατο κινεῖσθαι· τί γὰρ μᾶλλον νῦν ἢ
                            πρότερον; ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τὸ δὴ ἀπὸ τοῦ Α <del>ἐπὶ τὸ
                                Γ</del>
                            <pb n="199"/>
                            <lb n="15"/> φερόμενον, ὅταν ἐπὶ τὸ Γ ἔλθῃ, πάλιν ἥξει ἐπὶ τὸ Α συνεχῶς
                            κινούμενον. ὅτε ἄρα ἀπὸ τοῦ Α φέρεται πρὸς τὸ Γ, τότε καὶ εἰς τὸ Α
                            φέρεται τὴν ἀπὸ τοῦ Γ κίνησιν, ὥσθʼ ἅμα τὰς ἐναντίας· ἐναντίαι γὰρ αἱ
                            κατʼ εὐθεῖαν. ἅμα δὲ καὶ ἐκ τούτου μεταβάλλει ἐν οὐκ ἔστιν. εἰ οὖν τοῦτʼ
                            ἀδύνατον, ἀνάγκη <lb n="20"/> ἵστασθαι ἐπὶ τοῦ Γ. οὐκ ἄρα μία ἡ κίνησις·
                            ἡ γὰρ διαλαμβανομένη στάσει σὐ μία. ἔτι καὶ ἐκ τῶνδε φανερὸν καθόλου
                            μᾶλλον περὶ πάσης κινήσεως. εἰ γὰρ ἅπαν τὸ κινούμενον τῶν εἰρημένων τινὰ
                            κινεῖται κινησεων καὶ ἠρεμεῖ τῶν ἀντικειμένων ἠρεμιῶν (οὐ γὰρ ἦν ἄλλη
                            παρὰ ταύτας), τὸ δὲ μὴ <lb n="25"/> αἰεὶ κινούμενον τήνδε τὴν κίνησιν
                            (λέγω δʼ ὅσαι ἕτεραι τῷ εἴδει, καὶ μὴ εἴ τι μόριόν ἐστιν τῆς ὅλης)
                            ἀνάγκη πρότερον ἠρεμεῖν τὴν ἀντικειμένην ἠρεμίαν (ἡ γὰρ ἠρεμία στέρησις
                            κινήσεως)· εἰ οὖν ἐναντίαι μὲν κινήσεις αἱ κατʼ εὐθεῖαν, ἅμα δὲ μὴ
                            ἐνδέχεται κινεῖσθαι τὰς ἐναντίας, τὸ ἀπὸ τοῦ Α πρὸς <lb n="30"/> τὸ Γ
                            φερόμενον οὐκ ἂν φέροιτο ἅμα καὶ ἀπὸ τοῦ Γ πρὸς τὸ Α. ἐπεὶ δʼ οὐχ ἅμα
                            φέρεται, κινήσεται δὲ ταύτην τὴν κίνησιν, ἀνάγκη πρότερον ἠρεμῆσαι πρὸς
                            τῷ Γ· αὕτη γὰρ ἦν ἡ ἀντικειμένη ἠρεμία τῇ ἀπὸ τοῦ Γ κινήσει. δῆλον
                            τοίνυν <note type="marginal">264b</note>ἐκ τῶν εἰρημένων ὅτι οὐκ ἔσται
                            συνεχὴς ἡ κίνησις. ἔτι δὲ καὶ ὅδε ὁ λόγος μᾶλλον οἰκεῖος τῶν εἰρημένων.
                            ἅμα γὰρ ἔφθαρται τὸ οὐ λευκὸν καὶ γέγονε λευκόν. εἰ οὖν συνεχὴς ἡ
                            ἀλλοίωσις εἰς λευκὸν καὶ ἐκ λευκοῦ καὶ μὴ μένει τινὰ χρόνον, <lb n="5"/>
                            ἅμα ἔφθαρται τὸ οὐ λευκὸν καὶ γέγονε λευκὸν καὶ γέγονεν οὐ λευκόν· τριῶν
                            γὰρ ἔσται ὁ αὐτὸς χρόνος. ἔτι οὐκ εἰ συνεχὴς ὁ χρόνος, καὶ ἡ κίνησις,
                            ἀλλʼ ἐφεξῆς. πῶς δʼ ἂν εἴη τὸ <lb n="9"/> ἔσχατον τὸ αὐτὸ τῶν ἐναντίων,
                            οἷον λευκότητος καὶ μελανίας; <lg><lb n="9"/><l>ἡ δʼ ἐπὶ τῆς περιφεροῦς ἔσται μία καὶ συνεχής· οὐθὲν</l></lg>
                            <pb n="200"/> γὰρ ἀδύνατον συμβαίνει· τὸ γὰρ ἐκ τοῦ Α κινούμενον ἅμα <lb n="10"/> κινήσεται εἰς τὸ Α κατὰ τὴν αὐτὴν πρόθεσιν (εἰς γὰρ ἥξει,
                            καὶ κινεῖται εἰς τοῦτο), ἀλλʼ οὐχ ἅμα κινήσεται τὰς ἐναντίας οὐδὲ τὰς
                            ἀντικειμένας· οὐ γὰρ ἅποσα ἡ εἰς τοῦτο τῇ ἐκ τούτου ἐναντία οὐδʼ
                            ἀντικειμένη, ἀλλʼ ἐναντία μὲν ἡ κατʼ εὐθεῖαν (ταύτῃ γὰρ ἔστιν ἐναντία
                            κατὰ τόπον, οἷον τὰ κατὰ διάμετρον· <lb n="15"/> ἀπέχει γὰρ πλεῖστον,
                            ἀντικειμένη δὲ ἡ κατὰ τὸ αὐτὸ μῆκος. ὥστʼ οὐδὲν κωλύει συνεχῶς κινεῖσθαι
                            καὶ μηδένα χρόνον διαλείπειν· ἡ μὲν γὰρ κύκλῳ κίνησίς ἐστιν ἀφʼ αὐτοῦ
                            εἰς αὐτό, ἡ δὲ κατʼ εὐθεῖαν ἀφʼ αὐτοῦ εἰς ἄλλο καὶ ἡ μὲν ἐν τῷ κύκλῳ
                            οὐδέποτε ἐν τοῖς αὐτοῖς, ἡ δὲ κατʼ εὐθεῖαν πολλάκις <lb n="20"/> ἐν τοῖς
                            αὐτοῖς. τὴν μὲν οὖν ἀεὶ ἐν ἄλλῳ καὶ ἄλλῳ γιγνομένην ἐνδέχεται κινεῖσθαι
                            συνεχῶς, τὴν δʼ ἐν τοῖς αὐτοῖς πολλάκις οὐκ ἐνδέχεται· ἀνάγκη γὰρ ἅμα
                            κινεῖσθαι τὰς ἀντικειμένας. ὥστʼ οὐδʼ ἐν τῷ ἡμικυκλίῳ οὐδʼ ἐν ἄλλῃ
                            περιφερείᾳ οὐδεμιῇ ἐνδέχεται συνεχῶς κινεῖσθαι· πολλάκις <lb n="25"/>
                            γὰρ ἀνάγκη ταὐτὰ κινεῖσθαι καὶ τὰς ἐναντίας μεταβάλλειν μεταβολάς· οὐ
                            γὰρ συνάπτει τῇ ἀρχῇ τὸ πέρας. ἡ δὲ τοῦ κύκλου συνάπτει, καὶ ἔστι μόνη
                            τέλειος. <lb n="28"/>
                            <lg><l>φανερὸν δὲ ἐκ</l><lb n="28"/></lg> ταύτης τῆς διαιρέσεως ὅτι οὐδὲ τὰς ἄλλας ἐνδέχεται κινήσεις εἶναι
                            συνεχεῖς· ἐν ἀπάσαις γὰρ ταὐτὰ συμβαίνει κινεῖσθαι <lb n="30"/>
                            πολλάκις, οἷον ἐν ἀλλοιώσει τὰ μεταξύ, καὶ ἐν τῇ τοῦ ποσοῦ τὰ ἀνὰ μέσον
                            μεγέθη, καὶ ἐν γενέσει καὶ φθορᾷ ὡσαύτως· οὐδὲν γὰρ διαφέρει ὀλίγα ἢ
                            πολλὰ ποιῆσαι, ἐν οἷς ἐστὶν ἡ μεταβολή, οὐδὲ μεταξὺ θεῖναί τι ἢ ἀφελεῖν·
                            ἀμφοτέρως <note type="marginal">265a</note> γὰρ συμβαίνει ταὐτὰ
                            κινεῖσθαι πολλάκις. δῆλον οὖν ἐκ τούτων ὅτι οὐδʼ οἱ φυσιολόγοι καλῶς
                            λέγουσιν οἱ πάντα <pb n="201"/> τὰ αἰσθητὰ κινεῖσθαι φάσκοντες ἀεί·
                            κινεῖσθαι γὰρ ἀνάγκη <lb n="5"/> τούτων τινὰ τῶν κινήσεων, καὶ μάλιστα
                            κατʼ ἐκείνους <del>ἐστὶν</del> ἀλλοιοῦσθαι· ῥεῖν γάρ φασιν ἀεὶ καὶ
                            φθίνειν, ἔτι δὲ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσιν. ὁ δὲ
                            λόγος νῦν εἴρηκε καθόλου περὶ πάσης κινήσεως ὅτι κατʼ οὐδεμίαν κίνησιν
                            ἐνδέχεται κινεῖσθαι συνεχῶς ἔξω τῆς κύκλῳ, ὥστε οὔτε κατʼ <lb n="10"/>
                            ἀλλοίωσιν οὔτε κατʼ αὔξησιν. ὅτι μὲν οὖν οὔτʼ ἄπειρός ἐστι μεταβολὴ
                            οὐδεμία οὔτε συνεχὴς ἔξω τῆς κύκλῳ φορᾶς ἔστω τοσαῦθʼ ἡμῖν εἰρημένα.</p></div></div></div></body></text></TEI>