<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="chapter" n="7"><p>Οὐ μὴν ἀλλὰ καὶ ἄλλην ποιησαμένοις ἀρχὴν μᾶλλον <lb n="7"/> ἔσται περὶ
                            τούτων φανερόν. σκεπτέον γὰρ πότερον ἐνδέχεταί τινα κίνησιν εἶναι συνεχῆ
                            ἢ οὔ, καὶ εἰ ἐνδέχεται, τίς αὕτη, καὶ τίς πρώτη τῶν κινήσεων· δῆλον γὰρ
                            ὡς εἴπερ ἀναγκαῖον μὲν ἀεὶ κίνησιν εἶναι, πρώτη δὲ ὕδε καὶ συνεχής, <lb n="25"/> ὅτι τὸ πρῶτον κινοῦν κινεῖ ταύτην τὴν κίνησιν, ἣν ἀναγκαῖον
                            μίαν καὶ τὴν αὐτὴν εἶναι καὶ συνεχῆ καὶ πρώτην. τριῶν δʼ οὐσῶν κινήσεων,
                            τῆς τε κατὰ μέγεθος καὶ τῆς κατὰ πάθος <pb n="190"/> καὶ τῆς κατὰ τόπον,
                            ἣν καλοῦμεν φοράν, ταύτην ἀναγκαῖον εἶναι πρώτην. ἀδύνατον γὰρ αὔξησιν
                            εἶναι ἀλλοιώσεως μὴ προϋπαρχούσης· τὸ γὰρ αὐξανόμενον ἔστιν μὲν ὡς ὁμοίῳ
                            αὐξάνεται, <lb n="30"/> ἔστιν δʼ ὡς ἀνομοίῳ· τροφὴ γὰρ λέγεται τῷ
                            ἐναντίῳ τὸ ἐναντίον. προσγίγνεται δὲ πᾶν γιγνόμενον ὅμοιον ὁμοίῳ. ἀνάγκη
                            οὖν ἀλλοίωσιν εἶναι τὴν εἰς τἀναντία μεταβολήν. ἀλλὰ μὴν εἴ γε
                            ἀλλοιοῦται, δεῖ τι εἶναι τὸ ἀλλοιοῦν καὶ <note type="marginal">260b</note> ποιοῦν ἐκ τοῦ δυνάμει θερμοῦ ἐνεργείᾳ θερμόν. δῆλον οὖν
                            ὅτι τὸ κινοῦν οὐχ ὁμοίως ἔχει, ἀλλʼ ὁτὲ μὲν ἐγγύτερον ὁτὲ δὲ πορρώτερον
                            τοῦ ἀλλοιουμένου ἐστίν. ταῦτα δʼ ἄνευ φορᾶς οὐκ ἐνδέχεται ὑπάρχειν. εἰ
                            ἄρα ἀνάγκη ἀεὶ κίνησιν εἶναι, <lb n="5"/> ἀνάγκη καὶ φορὰν ἀεὶ εἶναι
                            πρώτην τῶν κινήσεων, καὶ φορᾶς, εἰ ἔστιν ἡ μὲν πρώτη ἡ δʼ ὑστέρα, τὴν
                            πρώτην. <lb n="7"/>
                            <lg><l>ἔτι δὲ</l><lb n="7"/></lg> πάντων τῶν παθημάτων ἀρχὴ πύκνωσις καὶ μάνωσις· καὶ γὰρ βαρὺ καὶ
                            κοῦφον καὶ μαλακὸν καὶ σκληρὸν καὶ θερμὸν καὶ ψυχρὸν πυκνότητες δοκοῦσιν
                            καὶ ἀραιότητες εἶναί τινες. <lb n="10"/> πύκνωσις δὲ καὶ μάνωσις
                            σύγκρισις καὶ διάκρισις, καθʼ ἃς γένεσις καὶ φθορὰ λέγεται τῶν οὐσιῶν.
                            συγκρινόμενα δὲ καὶ διακρινόμενα ἀνάγκη κατὰ τόπον μεταβάλλειν. ἀλλὰ μὴν
                            καὶ τοῦ αὐξανομένου καὶ φθίνοντος μεταβάλλει κατὰ τόπον τὸ μέγεθος.<lb n="15"/>
                            <lg><l>ἔτι καὶ ἐντεῦθεν ἐπισκοποῦσιν ἔσται φανερὸν ὅτι</l><lb n="15"/></lg> ἡ φορὰ πρώτη. τὸ γὰρ πρῶτον, ὥσπερ ἐφʼ ἑτέρων, οὕτω καὶ ἐπὶ
                            κινήσεως ἂν λέγοιτο πλεοναχῶς. λέγεται δὲ πρότερον οὗ τε μὴ ὄντος οὐκ
                            ἔσται τἆλλα, ἐκεῖνο δὲ ἄνευ τῶν ἄλλων, καὶ τὸ τῷ χρόνῳ, καὶ τὸ κατʼ
                            οὐσίαν. ὥστʼ ἐπεὶ κίνησιν μὲν ἀναγκαῖον εἶναι συνεχῶς, εἴη δʼ ἂν συνεχῶς
                            ἢ <lb n="20"/> συνεχὴς οὖσα ἢ ἐφεξῆς, μᾶλλον δʼ ἡ συνεχής, καὶ βέλτιον
                                <pb n="191"/> συνεχῆ ἢ ἐφεξῆς εἶναι, τὸ δὲ βέλτιον ἀεὶ ὑπολαμβάνομεν
                            ἐν τῇ φύσει ὑπάρχειν, ἂν ᾖ δυνατόν, δυνατὸν δὲ συνεχῇ εἶναι (δειχθήσεται
                            δʼ ὕστερον· νῦν δὲ τοῦτο ὑποκείσθω, καὶ <lb n="25"/> ταύτην οὐδεμίαν
                            ἄλλην οἷόν τε εἶναι ἀλλʼ ἢ φοράν, ἀνάγκη τὴν φορὰν εἶναι πρώτην. οὐδεμία
                            γὰρ ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον, οὐδὲ δὴ
                            γίγνεσθαι ἢ φθείρεσθαι· τούτων δὲ οὐδεμίαν ἐνδέχεται τῆς συνεχοῦς μὴ
                            οὔσης, <lb n="29"/> ἣν κινεῖ τὸ πρῶτον κινοῦν. <lg><lb n="29"/><l>ἔτι χρόνῳ πρώτην· τοῖς γὰρ ἀϊδίοις</l></lg>
                            <lb n="30"/> μόνον ἐνδέχεται κινεῖσθαι ταύτην. ἀλλʼ ἐφʼ ἑνὸς μὲν ὁτουοῦν
                            τῶν ἐχόντων γένεσιν τὴν φορὰν ἀναγκαῖον ὑστάτην εἶναι τῶν κινήσεων· μετὰ
                            γὰρ τὸ γενέσθαι πρῶτον ἀλλοίωσις καὶ αὔξησις, φορὰ δʼ ἤδη τετελειωμένων
                            κίνησίς ἐστιν. <note type="marginal">261a</note>ἀλλ᾿ ἕτερον ἀνάγκη
                            κινούμενον εἶναι κατὰ φορὰν πρότερον, ὃ καὶ τὴς γενέσεως αἴτιον ἔσται
                            τοῖς γιγνομένοις, οὐ γιγνόμενον, οἷον τὸ γεννῆσαν τοῦ γεννηθέντος, ἐπεὶ
                            δόξειέ γʼ ἂν ἡ γένεσις εἶναι πρώτη τῶν κινήσεων διὰ τοῦτο, ὅτι γενέσθαι
                            δεῖ τὸ πρᾶγμα <lb n="5"/> πρῶτον. τὸ δʼ ἐφʼ ἑνὸς μὲν ὁτουοῦν τῶν
                            γιγνομένων οὕτως ἔχει, ἀλλʼ ἕτερον ἀναγκαῖον πρότερόν τι κινεῖσθαι τῶν
                            γιγνομένων ὂν αὐτὸ καὶ μὴ γιγνόμενον, καὶ τούτου ἕτερον πρότερον. ἐπεὶ
                            δὲ γένεσιν ἀδύνατον εἶναι πρώτην (πάντα γὰρ ἂν εἴη τὰ κινούμενα φθαρτά,
                            δῆλον ὡς οὐδὲ τῶν ἐφεξῆς κινήσεων οὐδεμία <lb n="10"/> προτέρα· λέγω δʼ
                            ἐφεξῆς αὔξησιν, εἶτʼ ἀλλοίωσιν καὶ φθίσιν καὶ φθοράν· πᾶσαι γὰρ ὕστεραι
                            γενέσεως, ὥστʼ εἰ μηδὲ γένεσις προτέρα φορᾶς, οὐδὲ τῶν ἄλλων οὐδεμία
                            μεταβολῶν. ὅλως τε φαίνεται τὸ γιγνόμενον ἀτελὲς καὶ ἐπʼ ἀρχὴν ἰόν, ὥστε
                            τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερον εἶναι. τελευταῖον <lb n="15"/>
                            δὲ φορὰ πᾶσιν ὑπάρχει τοῖς ἐν γενέσει. διὸ τὰ μὲν ὅλως ἀκίνητα τῶν
                            ζώντων διʼ ἔνδειαν <del>τοῦ ὀργάνου</del>, οἷον τὰ φυτὰ <pb n="192"/>
                            καὶ πολλὰ γένη τῶν ζῴων, τοῖς δὲ τελειουμένοις ὑπάρχει. ὥστʼ εἰ μᾶλλον
                            ὑπάρχει φορὰ τοῖς μᾶλλον ἀπειληφόσιν τὴν φύσιν, καὶ ἡ κίνησις αὕτη πρώτη
                            τῶν ἄλλων ἂν εἴη κατʼ οὐσίαν, διά τε ταῦτα καὶ διότι ἥκιστα τῆς οὐσίας
                            ἐξίσταται τὸ <lb n="20"/> κινούμενον τῶν κινήσεων ἐν τῶ φέρεσθαι· κατὰ
                            μόνην γὰρ οὐδὲν μεταβάλλει τοῦ εἶναι, ὥσπερ ἀλλοιουμένου μὲν τὸ ποιόν,
                            αὐξανομένου δὲ καὶ φθίνοντος τὸ ποσόν. μάλιστα δὲ δῆλον ὅτι τὸ κινοῦν
                            αὐτὸ αὐτὸ μάλιστα ταύτην κινεῖ κυρίως, τὴν κατὰ τόπον· καίτοι φαμὲν
                            τοῦτο εἶναι τῶν κινουμένων καὶ κινούντων <lb n="25"/> ἀρχὴν καὶ πρῶτον
                            τοῖς κινουμένοις, τὸ αὐτὸ αὐτὸ κινοῦν.</p><p>ὅτι μὲν τοίνυν τῶν κινήσεων ἡ φορὰ πρώτη, φανερὸν ἐκ τούτων· τίς δὲ φορὰ
                            πρώτη, νῦν δεικτέον. ἅμα δὲ καὶ τὸ νῦν καὶ πρότερον ὑποτεθέν, ὅτι
                            ἐνδέχεταί τινα κίνησιν εἶναι συνεχῆ καὶ ἀΐδιον, φανερὸν ἔσται τῇ αὐτῇ
                            μεθόδῳ. <lb n="30"/> ὅτι μὲν οὖν τῶν ἄλλων κινήσεων οὐδεμίαν ἐνδέχεται
                            συνεχῆ εἶναι, ἐκ τῶνδε φανερόν. ἅπασαι γὰρ ἐξ ἀντικειμένων εἰς
                            ἀντικείμενά εἰσιν αἱ κινήσεις καὶ μεταβολαί, οἷον γενέσει μὲν καὶ φθορᾷ
                            τὸ ὂν καὶ τὸ μὴ ὂν ὅροι, ἀλλοιώσει δὲ τὰ ἐναντία πάθη, αὐξήσει δὲ καὶ
                            φθίσει ἢ μέγεθος καὶ <lb n="35"/> μικρότης ἢ τελειότης μεγέθους καὶ
                            ἀτέλεια· ἐναντίαι δʼ αἱ εἰς τὰ ἐναντία. τὸ δὲ μὴ αἰεὶ κινούμενον τήνδε
                            τὴν κίνησιν, ὂν <note type="marginal">261b</note> δὲ πρότερον, ἀνάγκη
                            πρότερον ἠρεμεῖν. φανερὸν οὖν ὅτι ἠρεμήσει ἐν τῷ ἐναντίῳ τὸ μεταβάλλον.
                            ὁμοίως δὲ καὶ ἐπὶ τῶν μεταβολῶν· ἀντίκειται γὰρ φθορὰ καὶ γένεσις ἀπλῶς
                            καὶ ἡ καθʼ ἕκαστον τῇ καθʼ ἕκαστον. ὥστʼ εἰ ἀδύνατον ἅμα <lb n="5"/>
                            μεταβάλλειν τὰς ἀντικειμένας, οὐκ ἔσται συνεχὴς ἡ μεταβολή, ἀλλὰ μεταξὺ
                            ἔσται αὐτῶν χρόνος. οὐδὲν γὰρ διαφέρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς
                            κατʼ ἀντίφασιν μεταβολάς, εἰ μόνον ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι (τοῦτο
                            γὰρ τῷ λόγῳ οὐδὲν χρήσιμον), οὐδʼ εἰ μὴ ἀνάγκη ἠρεμῆσαι <lb n="10"/> ἐν
                            τῇ ἀντιφάσει, μηδʼ ἐστὶν μεταβολὴ ἠρεμίᾳ ἐναντίον (οὐ γὰρ ἴσως ἠρεμεῖ τὸ
                            μὴ ὄν, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὄν), ἀλλʼ <pb n="193"/> εἰ μόνον μεταξὺ
                            γίγνεται χρόνος· οὕτω γὰρ οὐκ ἔστιν ἡ μεταβολὴ συνεχής· οὐδὲ γὰρ ἐν τοῖς
                            πρότερον ἡ ἐναντίωσις <lb n="15"/> χρήσιμον, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα
                            ὑπάρχειν. <lg><lb n="15"/><l>οὐ δεῖ</l></lg> δὲ ταράττεσθαι ὅτι τὸ αὐτὸ πλείοσιν ἔσται ἐναντίον, οἷον ἡ κίνησις
                            καὶ στάσει καὶ κινήσει τῇ εἰς τοὐναντίον, ἀλλὰ μόνον τοῦτο λαμβάνειν,
                            ὅτι ἀντίκειταί πως καὶ τῇ κινήσει καὶ τῇ ἠρεμίᾳ ἡ κίνησις ἡ ἐναντία,
                            καθάπερ τὸ ἴσον καὶ τὸ μέτριον <lb n="20"/> τῷ ὑπερέχοντι καὶ τῷ
                            ὑπερεχομένῳ, καὶ ὅτι οὐκ ἐνδέχεται ἅμα τὰς ἀντικειμένας οὔτε κινήσεις
                            οὔτε μεταβολὰς ὑπάρχειν. ἔτι δʼ ἐπί τε τῆς γενέσεως καὶ τῆς φθορᾶς καὶ
                            παντελῶς ἄτοπον ἂν εἶναι δόξειεν, εἰ γενόμενον εὐθὺς ἀνάγκη φθαρῆναι καὶ
                            μηδένα χρόνον διαμεῖναι. ὥστε ἐκ τούτων ἂν <lb n="25"/> ἡ πίστις γένοιτο
                            ταῖς ἄλλαις· φυσικὸν γὰρ τὸ ὁμοίως ἔχειν ἐν ἀπάσαις.</p></div></div></div></body></text></TEI>