<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="chapter" n="5"><p>Τοῦτο δὲ διχῶς· ἢ γὰρ οὐ δʼ αὐτὸ τὸ κινοῦν, ἀλλὰ διʼ <lb n="5"/>
                            <lb n="5"/> ἕτερον ὃ κινεῖ τὸ κινοῦν, ἢ διʼ αὐτό, καὶ τοῦτο ἢ πρῶτον
                            μετὰ τὸ ἔσχατον ἢ διὰ πλειόνων, οἶον ἡ βακτηρία κινεῖ τὸν λίθον καὶ
                            κινεῖται ὑπὸ τῆς χειρὸς κινουμένης ὑπὸ τοῦ ἀν. θρώπου, οὗτος δʼ οὐκέτι
                            τῷ ὑπʼ ἄλλου κινεῖσθαι. ἄμφω δὴ κινεῖν φαμέν, καὶ τὸ τελευταῖον καὶ τὸ
                            πρῶτον τῶν κινούντῶν, <lb n="10"/> ἀλλὰ μᾶλλον τὸ πρῶτον· ἐκεῖνο γὰρ
                            κινεῖ τὸ τελευταῖον, ἀλλʼ οὐ τοῦτο τὸ πρῶτον, καὶ ἄνευ μὲν τοῦ πρώτου τὸ
                            τελευταῖον οὐ κινήσει, ἐκενο δʼ ἄνευ τούτου, οἶον ἡ βακτηρία οὐ κινήσει
                            μὴ κινοῦντος τοῦ ἀνθρώπου. εἰ δὴ ἀνάγκη πᾶν τὸ κινούμενον ὑπό τινός τε
                            κινεῖσθαι, καὶ ἢ ὑπὸ κινουμένου ὑπʼ <lb n="15"/> ἄλλου ἢ μή, καὶ εἰ μὲν
                            ὑπʼ ἄλλου <del>κινουμένου</del>, ἀνάγκη τι εἶναι κινοῦν ὃ οὐχ ὑπʼ ἄλλου
                            πρῶτον, εἰ δὲ τοιοῦτο τὸ πρῶτον, οὐκ ἀνάγκη θάτερον (ἀδύνατον γὰρ εἰς
                            ἄπειρον ἰέναι τὸ κινοῦν καὶ κινούμενον ὑπʼ ἄλλου αὐτό· τῶν γὰρ ἀπείρων
                            οὐκ ἔστιν οὐδὲν πρῶτον—εἰ οὖν ἅπαν μὲν τὸ κινούμενον ὑπό τινος κινεῖται,
                            τὸ δὲ πρῶτον κινοῦν κινεῖται μέν, οὐχ ὑπʼ ἄλλου δέ, <lb n="21"/> ἀνάγκη
                            αὐτὸ ὑφʼ αὐτοῦ κινεῖσθαι. <lg><lb n="21"/><l>ἔτι δὲ καὶ ὧδε τὸν αὐτὸν</l></lg> τοῦτον λόγον ἔστιν ἐπελθεῖν. πᾶν γὰρ τὸ κινοῦν τίτε κινεῖ καὶ
                            τινί. ἢ γὰρ αὐτῷ κινεῖ τὸ κινοῦν ἢ ἄλλῳ, οἷον ἄνθρωπος ἢ αὐτὸς ἢ τῇ
                            βακτηρίᾳ, καὶ ὁ ἄνεμος κατέβαλεν ἢ αὐτὸς ἢ <lb n="25"/> ὁ λίθος ὃν
                            ἔωσεν. ἀδύνατον δὲ κινεῖν ἄνευ τοῦ αὐτὸ αὐτῷ κινοῦντος τὸ ᾧ κινεῖ· ἀλλʼ
                            εἰ μὲν αὐτὸ αὐτῷ κινεῖ, οὐκ ἀνάγκη ἄλλο εἶναι ᾧ κινεῖ, ἂν δὲ ᾖ ἕτερον τὸ
                            ᾧ κινεῖ, ἔστιν τι ὃ κινήσει οὐ τινὶ ἀλλʼ αὐτῷ, ἢ εἰς ἄπειρον εἶσιν. εἰ
                            οὖν κινούμενόν τι κινεῖ, ἀνάγκη στῆναι καὶ μὴ εἰς ἄπειρον ἰέναι· <lb n="30"/> εἰ γὰρ ἡ βακτηρία κινεῖ τῷ κινεῖσθαι ὑπὸ τῆς χειρός, ἡ <pb n="180"/> χεὶρ κινεῖ τὴν βακτηρίαν· εἰ δὲ καὶ ταύτῃ ἄλλο κινεῖ, καὶ
                            ταύτην ἕτερόν τι τὸ κινοῦν. ὅταν δή τινι κινῇ ἀεὶ ἕτερον, ἀνάγκη εἶναι
                            πρότερον τὸ αὐτὸ αὑτῷ κινοῦν. εἰ οὖν κινεῖται μὲν τοῦτο, μὴ ἄλλο δὲ τὸ
                            κινοῦν αὐτό, ἀνάγκη αὐτὸ αὐτὸ κινεῖν· ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον
                            ἤτοι εὐθὺς τὸ κινοῦ. <note type="marginal">256b</note> μενον ὑπὸ τοῦ
                            αὐτὸ κινοῦντος κινεῖται, ἢ ἔρχεταί ποτε εἰς τὸ τοιοῦτον.<lb n="3"/>
                            <lg><l>πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὧδε σκοποῦσι ταὐτὰ</l><lb n="3"/></lg> συμβήσεται ταῦτα, εἰ γὰρ ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον
                            πᾶν, ἤτοι τοῦτο ὑπάρχει τοῖς πράγμασιν κατὰ συμβεβηκός, <lb n="5"/> ὥστε
                            κινεῖν μὲν κινούμενον, οὐ μέντοι διὰ τὸ κινεῖσθαι αὐτό, ἢ οὔ, ἀλλὰ καθʼ
                            αὑτό. πρῶτον μὲν οὖν εἰ κατὰ συμβεβηκός, οὐκ ἀνάγκη κινεῖσθαι τὸ κινοῦν.
                            εἰ δὲ τοῦτο, δῆλον ὡς ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι τῶν ὄντων· οὐ γὰρ
                            ἀναγκαῖον τὸ συμβεβηκός, ἀλλʼ ἐνδεχόμενον μὴ εἶναι. ἐὰν <lb n="10"/> οὖν
                            θῶμεν τὸ δυνατὸν εἶναι, οὐδὲν ἀδύνατον συμβήσεται, ψεῦδος δʼ ἴσως. ἀλλὰ
                            τὸ κίνησιν μὴ εἶναι ἀδύνατον· δέδεικται γὰρ πρότερον ὅτι ἀνάγκη κίνησιν
                            ἀεὶ εἶναι. καὶ εὐλόγως δὲ τοῦτο συμβέβηκεν. τρία γὰρ ἀνάγκη εἶναι, τό τε
                            κινούμενον καὶ τὸ κινοῦν καὶ τὸ ᾧ κινεῖ. τὸ μὲν οὖν κινούμενον <lb n="15"/> ἀνάγκη κινεῖσθαι, κινεῖν δʼ οὐκ ἀνάγκη· τὸ δʼ ᾧ κινεῖ, καὶ
                            κινεῖν καὶ κινεῖσθαι (συμμεταβάλλει γὰρ τοῦτο ἃμα καὶ κατὰ τὸ αὐτὸ τῷ
                            κινουμένῳ ὄν· δῆλον δʼ ἐπὶ τῶν κατὰ τόπον κινούντων· ἄπτεσθαι γὰρ
                            ἀλλήλων ἀνάγκη μέχρι τινός)· τὸ δὲ κινοῦν οῦτως ὥστʼ εἶναι μὴ ᾧ κινεῖ,
                            ἀκίνητον. ἐπεὶ <lb n="20"/> δʼ ὁρῶμεν τὸ ἔσχατον, ὃ κινεῖσθαι μὲν
                            δύναται, κινήσεως δʼ ἀρχὴν οὐκ ἔχει, καὶ ὃ κινεῖται μέν, οὐχ ὑπʼ ἄλλου
                            δὲ <pb n="181"/> ἀλλʼ ὑφʼ αὐτοῦ, εὔλογον, ἵνα μὴ ἀναγκαῖον εἴπωμεν, καὶ
                            τὸ τρίτον εἶναι ὃ κινεῖ ἀκίνητον ὄν. διὸ καὶ Ἀναξαγόρας ὀρθῶς <lb n="25"/> λέγει, τὸν νοῦν ἀπαθῆ φάσκων καὶ ἀμιγῆ εἶναι, ἐπειδή γε κινήσεως
                            ἀρχὴν αὐτὸν εἶναι ποιεῖ· οὕτω γὰρ μόνως ἂν <lb n="27"/> κινοίη ἀκίνητος
                            ὢν καὶ κρατοίη ἀμιγὴς ὤν. <lg><lb n="27"/><l>ἀλλὰ μὴν</l></lg> εἰ μὴ κατὰ συμβεβηκὸς ἀλλʼ ἐξ ἀνάγκης κινεῖται τὸ κινοῦν, εἰ δὲ μὴ
                            κινοῖτο, οὐκ ἂν κινοίη, ἀνάγκη τὸ κινοῦν, <lb n="30"/> κινεῖται, ἤτοι
                            οὕτω κινεῖσθαι ὥς γε κατὰ τὸ αὐτὸ εἶδος τῆς κινήσεως, ἢ καθʼ ἕτερον.
                            λέγω δʼ ἤτοι τὸ θερμαῖνον καὶ αὐτὸ θερμαίνεσθαι καὶ τὸ ὑγιάζον
                            ὑγιάζεσθαι καὶ τὸ φέρον φέρεσθαι, ἢ τὸ ὑγιάζον φέρεσθαι, τὸ δὲ φέρον
                            αὐξάνεσθαι. ἀλλὰ φανερὸν ὅτι ἀδύνατον· δεῖ γὰρ μέχρι <note type="marginal">257a</note>τῶν ἀτόμων διαιροῦντα λέγειν, οἷον εἴ τι
                            διδάσκει γεωμετρεῖν, τοῦτο διδάσκεσθαι γεωμετρεῖν τὸ αὐτό, ἢ εἰ ῥιπτεῖ,
                            ῥιπτεῖσθαι τὸν αὐτὸν τρόπον τῆς ῥίψεως· ἢ οὕτως μὲν μή, ἄλλο δʼ ἐξ ἄλλου
                            γένους, οἷον τὸ φέρον μὲν αὔξανεσθαι, <lb n="5"/> τὸ δὲ τοῦτο αὖξον
                            ἀλλοιοῦσθαι ὑπʼ ἄλλου, τὸ δὲ τοῦτο ἀλλοιοῦν ἑτέραν τινὰ κινεῖσθαι
                            κίνησιν. ἀλλʼ ἀνάγκη στῆναι· πεπερασμέναι γὰρ αἱ κινήσεις. τὸ δὲ πάλιν
                            ἀνακάμπτειν καὶ τὸ ἀλλοιοῦν φάναι φέρεσθαι τὸ αὐτὸ ποιεῖν ἐστὶ κἂν εἰ
                            εὐθὺς ἔφη τὸ φέρον φέρεσθαι καὶ διδάσκεσθαι <lb n="10"/> τὸ διδάσκον
                            (δῆλον γὰρ ὅτι κινεῖται καὶ ὑπὸ τοῦ ἀνωτέρω κινοῦντος τὸ κινούμενον πᾶν,
                            καὶ μᾶλλον ὑπὸ τοῦ προτέρου τῶν κινούντων. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον·
                            τὸ διδάσκον γὰρ συμβαίνει μανθάνειν, ὧν τὰ μὲν μὴ ἔχειν τὸ <lb n="14"/>
                            δὲ ἔχειν ἐπιστήμην ἀναγκαῖον. <lg><lb n="14"/><l>ἔτι δὲ μᾶλλον τούτων ἄλογον,</l></lg>
                            <lb n="15"/> ὅτι συμβαίνει πᾶν τὸ κινητικὸν κινητόν, εἴπερ ἅπαν ὑπὸ
                            κινουμένου κινεῖται τὸ κινούμενον· ἔσται γὰρ κινητόν, ὥσπερ εἴ τις λέγοι
                            πᾶν τὸ ὑγιαστικὸν <del>παὶ ὑγιάζον</del> ὑγιαστὸν <pb n="182"/> εἶναι,
                            καὶ τὸ οἰκοδομητικὸν οἰκοδομητόν, ἢ εὐθὺς ἢ διὰ πλειόνων· λέγω δʼ οἶον
                            εἰ κινητὸν μὲν ὑπʼ ἄλλου πᾶν τὸ κινητικόν, ἀλλʼ οὐ ταύτην τὴν κίνησιν
                            κινητὸν ἣν κινεῖ τὸ <lb n="20"/> πλησίον, ἀλλʼ ἑτέραν, οἷον τὸ
                            ὑγιαστικὸν μαθητικόν, ἀλλὰ τοῦτο ἐπαναβαῖνον ἥξει ποτὲ εἰς τὸ αὐτὸ
                            εἶδος, ὥσπερ εἴπομεν πρότερον. τὸ μὲν οὖν τούτων ἀδύνατον, τὸ δὲ
                            πλασματῶδες· ἄτοπον γὰρ τὸ ἐξ ἀνάγκης τὸ ἀλλοιωτικὸν αὐξητὸν εἶναι. οὐκ
                            ἄρα ἀνάγκη ἀεὶ κινεῖσθαι τὸ κινούμενον ὑπʼ ἄλλου, <lb n="25"/> καὶ
                            τούτου κινουμένου· στήσεται ἄρα. ὥστε ἤτοι ὑπὸ ἠρεμοῦντος κινήσεται τὸ
                            κινούμενον πρῶτον, ἢ αὐτὸ ἑαυτὸ κινήσει.<lb n="27"/>
                            <lg><l>ἀλλὰ</l><lb n="27"/></lg> μὴν καὶ εἴ γε δέοι σκοπεῖν πότερον αἴτιον κινήσεως καὶ ἀρχὴ τὸ
                            αὐτὸ αὐτὸ κινοῦν ἢ τὸ ὑπʼ ἄλλου κινούμενον, ἐκεῖνο πᾶς ἂν θείη· τὸ γὰρ
                            αὐτὸ καθʼ αὐτὸ ὃν ἀεὶ πρότερον αἴτιον <lb n="30"/> τοῦ καθʼ ἕτερον καὶ
                            αὐτοῦ ὄντος. ὥστε τοῦτο σκεπτέον λαβοῦσιν ἄλλην ἀρχήν, εἴ τι κινεῖ αὐτὸ
                            αὐτό, πῶς κινεῖ καὶ τίνα τρόπον.<lb n="33"/>
                            <lg><l>ἀναγκαῖον δὴ τὸ κινούμενον ἅπαν εἶναι διαιρετὸν</l><lb n="35"/></lg> εἰς ἀεὶ διαιρετά· τοῦτο γὰρ δέδεικται πρότερον ἐν τοῖς καθόλου
                            τοῖς περὶ φύσεως, ὅτι πᾶν τὸ καθʼ αὐτὸ κινούμενον συνεχές. <note type="marginal">257b</note> ἀδύνατον δὴ τὸ αὑτὸ αὐτὸ κινοῦν πάντῃ
                            κινεῖν αὐτὸ αὐτό· φέροιτο γὰρ ἂν ὅλον καὶ φέροι τὴν αὐτὴν φοράν, ἓν ὂν
                            καὶ ἄτομον τῷ εἴδει, καὶ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε διδάσκοι ἂν καὶ
                            μανθάνοι ἅμα, καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν <lb n="5"/> αὐτὴν ὑγίειαν.
                            ἔτι διώρισται ὅτι κινεῖται τὸ κινητόν· τοῦτο δʼ ἐστὶν δυνάμει
                            κινούμενον, οὐκ ἐντελεχείᾳ, τὸ δὲ δυνάμει εἰς ἐντελέχειαν βαδίζει, ἔστιν
                            δʼ ἡ κίνησις ἐντελέχεια κινητοῦ ἀτελής. <pb n="183"/> τὸ δὲ κινοῦν ἤδη
                            ἐνεργείᾳ ἔστιν, οἷον θερμαίνει τὸ θερμὸν <lb n="10"/> καὶ ὅλως γεννᾷ τὸ
                            ἔχον τὸ εἶδος. ὥσθʼ ἅμα τὸ αὐτὸ κατὰ τὸ αὐτὸ θερμὸν ἔσται καὶ οὐ θερμόν.
                            ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον, ὅσων τὸ κινοῦν ἀνάγκη ἔχειν τὸ
                            συνώνυμον. τὸ <lb n="13"/> μὲν ἄρα κινεῖ τὸ δὲ κινεῖται τοῦ αὐτὸ αὑτὸ
                            κινοῦντος. <lg><lb n="13"/><l>ὅτι δ᾿</l></lg> οὐκ ἔστιν αὐτὸ αὑτὸ κινοῦν οὕτως ὥσθʼ ἑκάτερον ὑφ᾿ ἑκατέρου <lb n="15"/> κινεῖσθαι, ἐκ τῶνδε φανερόν. οὔτε γὰρ ἔσται πρῶτον κινοῦν
                            οὐ. δέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον (τὸ γὰρ πρότερον αἰτιώτερον
                            τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· διχῶς γὰρ κινεῖν ἦν, τὸ
                            μὲν τὸ ὑπʼ ἄλλου κινούμενον αὐτό, τὸ δʼ αὑτῶ· ἐγγύτερον δὲ τὸ πορρώτερον
                            τοῦ κινουμένου τῆς <lb n="20"/> ἀρχῆς ἢ τὸ μεταξύ)· ἔτι οὐκ ἀνάγκη τὸ
                            κινοῦν κινεῖσθαι εἰ μὴ ὑφʼ αὑτοῦ· κατὰ συμβεβηκὸς ἄρα ἀντικινεῖ θάτερον.
                            ἔλαβον τοίνυν ἐνδέχεσθαι μὴ κινεῖν· ἔστιν ἄρα τὸ μὲν κινούμενον τὸ δὲ
                            κινοῦν ἀκίνητον. ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν ἀντικινεῖσθαι, ἀλλʼ ἢ ἀκίνητόν
                            γέ τι κινεῖν ἀνάγκη ἢ αὐτὸ ὑφʼ <lb n="25"/> αὑτοῦ κινούμενον, εἴπερ
                            ἀνάγκη ἀεὶ κίνησιν εἶναι. ἔτι ἣν κινεῖ <lb n="26"/> κίνησιν, κινοῖτʼ ἄν,
                            ὥστε τὸ θερμαῖνον θερμαίνεται. <lg><lb n="26"/><l>ἀλλὰ</l></lg> μὴν οὐδὲ τοῦ πρώτως αὐτὸ αὑτὸ κινοῦντος οὔτε ἓν μόριον οὔτε πλείω
                            κινήσει αὐτὸ αὑτὸ ἕκαστον. τὸ γὰρ ὅλον εἰ κινεῖται αὐτὸ ὑφʼ αὑτοῦ, ἤτοι
                            ὑπὸ τῶν αὐτοῦ τινὸς κινήσεται ἢ <lb n="30"/> ὅλον ὑφʼ ὅλου. εἰ μὲν οὖν
                            τῷ κινεῖσθαί τι μόριον αὐτὸ ὑφʼ αὑτοῦ, τοῦτʼ ἂν εἴη τὸ πρῶτον αὐτὸ αὑτὸ
                            κινοῦν (χωρισθὲν γὰρ τοῦτο μὲν κινήσει αὐτὸ αὑτό, τὸ δὲ ὅλον οὐκέτι)· εἰ
                            δὲ ὅλον ὑφʼ ὅλου κινεῖται, κατὰ συμβεβηκὸς ἂν ταῦτα κινοῖ αὐτὰ ἑαυτά.
                            ὥστε εἰ μὴ ἀναγκαῖον, εἰλήφθω μὴ κινούμενα <pb n="184"/> ὑφʼ αὐτῶν. τῆς
                            ὅλης ἄρα τὸ μὲν κινήσει ἀκίνητον ὄν τὸ δὲ <note type="marginal">258a</note> κινηθήσεται· μόνως γὰρ οὕτως οἶόν τέ τι αὐτοκίνητον
                            εἶναι. ἔτι εἴπερ ἡ ὅλη αὐτὴ αὐτὴν κινεῖ, τὸ μὲν κινήσει αὐτῆς, τὸ δὲ
                            κινήσεται. ἡ ἄρα ΑΒ ὑφʼ αὑτῆς τε κινηθήσεται καὶ ὑπὸ τῆς Α. <lb n="5"/>
                            <lg><l>ἐπεὶ δὲ κινεῖ τὸ μὲν κινούμενον ὑπʼ ἄλλου τὸ δʼ ἀκίνητον</l><lb n="5"/></lg> ὄν, καὶ κινεῖται τὸ μὲν κινοῦν τὸ δὲ οὐδὲν κινοῦν, τὸ αὐτὸ αὐτὸ
                            κινοῦν ἀνάγκη ἐξ ἀκινήτου εἶναι κινοῦντος δέ, καὶ ἔτι ἐκ κινουμένου μὴ
                            κινοῦντος δʼ ἐξ ἀνάγκης, ἀλλʼ ὁπότερʼ ἔτυχεν. ἔστω γὰρ τὸ Α κινοῦν μὲν
                            ἀκίνητον δέ, τὸ δὲ Β κινούμενόν τε ὑπὸ τοῦ Α καὶ κινοῦν τὸ ἐφʼ ᾧ Γ,
                            τοῦτο δὲ κινούμενον μὲν ὑπὸ <lb n="10"/> τοῦ Β, μὴ κινοῦν δὲ μηδέν·
                            εἴπερ γὰρ καὶ διὰ πλειόνων ἥξει ποτὲ εἰς τὸ Γ, ἔστω δʼ ἑνὸς μόνου. τὸ δὴ
                            ἅπαν ΑΒΓ αὐτὸ ἑαυτὸ κινεῖ. ἀλλʼ ἐὰν ἀφέλω τὸ Γ, τὸ μὲν ΑΒ κινήσει αὐτὸ
                            ἑαυτό, τὸ μὲν Α κινοῦν τὸ δὲ Β κινούμενον, τὸ δὲ Γ οὐ κινήσει αὐτὸ
                            ἑαυτό, οὐδʼ ὅλως κινήσεται. ἀλλὰ μὴν οὐδʼ ἡ <lb n="15"/> ΒΓ κινήσει αὐτὴ
                            ἑαυτὴν ἄνευ τοῦ Α· τὸ γὰρ Β κινεῖ τῷ κινεῖσθαι ὑπʼ ἄλλου, οὐ τῷ ὑφʼ
                            αὐτοῦ τινὸς μέρους. τὸ ἄρα ΑΒ μόνον αὐτὸ ἑαυτὸ κινεῖ. ἀνάγκη ἄρα τὸ αὐτὸ
                            ἑαυτὸ κινοῦν ἔχειν τὸ κινοῦν ἀκίνητον δέ, καὶ τὸ κινούμενον μηδὲν δὲ
                            κινοῦν ἐξ ἀνάγκης, ἁπτόμενα ἤτοι ἄμφω ἀλλήλων ἢ θατέρου <lb n="20"/>
                            θάτερον. εἰ μὲν οὖν συνεχές ἐστι τὸ κινοῦν (τὸ μὲν γὰρ κινούμενον
                            ἀναγκαῖον εἶναι συνεχές), ἅψεται ἑκάτερον ἑκατέρου. δῆλον δὴ ὅτι τὸ πᾶν
                            αὐτὸ ἑαυτὸ κινεῖ οὐτῷ αὐτοῦ τι εἶναι τιοῦτον οἶον αὐτὸ αὐτὸ κινεῖν, ἀλλʼ
                            ὅλον κινεῖ αὐτὸ ἑαυτό, κινούμενόν τε καὶ κινοῦν τῷ αὐτοῦ τι εἶναι τὸ
                            κινοῦν καὶ τὸ κινούμενον. οὐ γὰρ ὅλον κινεῖ <lb n="25"/> οὐδʼ ὅλον
                            κινεῖται, ἀλλὰ κινεῖ μὲν ἡ τὸ Α, κινεῖται δὲ ἡ τὸ <pb n="185"/>
                            <lb n="27"/> Β μόνον <del>τὸ δὲ Γ ὑπὸ τοῦ Α οὐκέτι· ἀδύνατον γάρ</del>. <lg><lb n="27"/><l>ἀπορίαν</l></lg> δʼ ἔχει, ἐὰν ἀφείῃ τις ἢ τῆς Α, εἰ συνεχὲς τὸ κινοῦν μὲν ἀκίνητον
                            δέ, ἢ τῆς Β τῆς κινουμένης· ἡ λοιπὴ ἆρα κινήσει <lb n="30"/> τῆς Α ἢ τῆς
                            Β κινηθήσεται; εἰ γὰρ τοῦτο, οὐκ ἂν εἴη πρώτως κινουμένη ὑφʼ αὑτῆς ἡ τὸ
                            ΑΒ. ἀφαιρεθείσης γὰρ ἀπὸ τῆς ΑΒ, ἔτι κινήσει αὐτὴν ἡ λοιπὴ ΑΒ. ἢ δυνάμει
                            μὲν <note type="marginal">258b</note>ἑκάτερον οὐδὲν κωλύει ἢ θάτερον, τὸ
                            κινούμενον, διαιρετὸν εἶναι, ἐντελεχείᾳ δʼ ἀδιαίρετον· ἐὰν δὲ διαιρεθῇ,
                            μηκέτι εἶναι ἔχον τὴν αὐτὴν φύσιν· ὥστʼ οὐδὲν κωλύει ἐν διαιρετοῖς
                            δυνάμει πρώτως ἐνεῖναι. φανερὸν τοίνυν ἐκ τούτων ὅτι ἔστιν τὸ πρώτως <lb n="5"/> κινοῦν ἀκίνητον· εἴτε γὰρ εὐθὺς ἵσταται τὸ κινούμενον, ὑπό
                            τινος δὲ κινούμενον, εἰς ἀκίνητον τὸ πρῶτον, εἴτε εἰς κινούμενον μέν,
                            αὐτὸ δʼ αὑτὸ κινοῦν καὶ ἱστάν, ἀμφοτέρως συμβαίνει τὸ πρώτως κινοῦν
                            ἅπασιν εἶναι τοῖς κινουμένοις ἀκίνητον.</p><lb n="10"/></div></div></div></body></text></TEI>