<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="chapter" n="3"><lb n="3"/><p>Ἀρχὴ δὲ τῆς σκέψεως ἥπερ καὶ περὶ τῆς λεχθείσης ἀπορίας, διὰ τί ποτε ἔνια
                            τῶν ὄντων ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ ρεμεῖ πάλιν. ἀνάγκη δὴ ἤτοι πάντα
                            ἠρεμεῖν ἀεί, ἢ πάντα ἀεὶ κινεῖσθαι, ἢ τὰ μὲν κινεῖσθαι τὰ δʼ ἠρεμεῖν,
                            καὶ <lb n="25"/> πάλιν τούτων ἤτοι τὰ μὲν κινούμενα κινεῖσθαι ἀεὶ τὰ δʼ
                            ἠρεμοῦντα ἠρεμεῖν, ἢ πάντα πεφυκέναι ὁμοίως κινεῖσθαι καὶ ἠρεμεῖν, ἢ τὸ
                            λοιπὸν ἔτι καὶ τρίτον. ἐνδέχεται γὰρ τὰ μὲν ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι,
                            τὰ δʼ ἀεὶ κινούμενα, τὰ δʼ ἀμφοτέρων μεταλαμβάνειν· ὅπερ ἡμῖν λεκτέον
                            ἐστίν. τοῦτο <lb n="30"/> γὰρ ἔχει λύσιν τε πάντων τῶν ἀπορουμένων, καὶ
                            τέλος ἡμῖν ταύτης τῆς πραγματείας ἐστίν. τὸ μὲν οὖν πάντʼ ἠρεμεῖν, καὶ
                            τούτου ζητεῖν λόγον ἀφέντας τὴν αἴσθησιν, ἀρρωστία τίς ἐστιν διανοίας,
                            καὶ περὶ ὅλου τινὸς ἀλλʼ οὐ περὶ μέρους ἀμφισβήτησις· οὐδὲ μόνον πρὸς
                            τὸν φυσικόν, ἀλλὰ πρὸς πάσας τὰς <lb n="35"/> ἐπιστήμας ὡς εἰπεῖν καὶ
                            πάσας τὰς δόξας διὰ τὸ κινήσει <note type="marginal">253b</note> χρῆσθαι
                            πάσας. ἔτι δʼ αἱ περὶ τῶν ἀρχῶν ἐνστάσεις, ὥσπερ ἐν τοῖς περὶ τὰ
                            μαθήματα λόγοις οὐδέν εἰσιν πρὸς τὸν μαθηματικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν
                            ἄλλων, οὕτως οὐδὲ περὶ τοῦ νῦν ῥηθέντος πρὸς τὸν φυσικόν· ὑπόθεσις γὰρ
                            ὅτι ἡ φύσις <lb n="5"/> ἀρχὴ τῆς κινήσεαως.<lb n="6"/>
                            <lg><l>σχεδὸν δὲ καὶ τὸ φάναι κινεῖσθαι</l><lb n="6"/></lg>
                            <pb n="173"/> πάντα ψεῦδος μέν, ἦττον δὲ τούτου παρὰ τὴν μέθοδον· ἐτε θη
                            μὲν γὰρ ἡ φύσις ἐν τοῖς φυσικοῖς ἀρχή, καθάπερ κινήσεως, καὶ ἠρεμίας,
                            ὄμως δὲ φυσικὸν ἡ κίνησις. καί φασί <lb n="10"/> τινες κινεῖσθαι τῶν
                            ὄντων οὐ τὰ μὲν τὰ δʼ οὔ, ἀλλὰ πάντα καὶ ἀεί, ἀλλὰ λανθάνειν τοῦτο τὴν
                            ἡμετέραν αἴσθησιν· πρὸς οὕς καίπερ οὐ διορίζυντας ποίαν κίνησιν
                            λέγουσιν, ἢ πάσας, οὐ χαλεπὸν ἀπαντῆσαι. οὔτε γὰρ αὐξάνεσθαι οὕτε
                            φθίνειν σἷόν τε συνεχῶς, ἀλλʼ ἔστι καὶ τὸ μέσον. ἔστι δʼ ὅμοιος ὁ λόγος
                                <lb n="15"/> τῷ περὶ τοῦ τὸν σταλαγμὸν κατατρίβειν καὶ τὰ ἐκφυόμενα
                            τοὺς λίθους διαιρεῖν· οὐ γὰρ εἰ τοσόνδε ἐξέωσεν ἢ ἀφεῖλεν ὁ σταλαγμός,
                            καὶ τὸ ήμισυ ἐν ἡμίσει χρόνῳ πρότερον· ἀλλʼ ὥσπερ ἡ νεωλκία, καὶ οἱ
                            σταλαγμοὶ οἱ τοσοιδὶ τοσονδὶ κινοῦσιν, τὸ δὲ μέρος αὐτῶν ἐν οὐδενὶ χρόνῳ
                            τοσοῦτον. διαιρεῖται <lb n="20"/> μὲν οὖν τὸ ἀφαιρεθὲν εἰς πλείω, ἀλλʼ
                            οὐδὲν αὐτῶν ἐκινήθη χωρίς, ἀλλʼ ἅμα. φανερὸν οὖν ὡς οὐκ ἀναγκαῖον ἀεί τι
                            ἀπιέναι, ὅτι διαιρεῖται ἡ φθίσις εἰς ἄπειρα, ἀλλʼ ὅλον ποτὲ ἀπιέναι.
                            ὁμοίως δὲ καὶ ἐπʼ ἀλλοιώσεως ὁποιασοῦν· οὐ γὰρ εἰ μεριστὸν εἰς ἄπειρα τὸ
                            ἀλλοιούμενον, διὰ τοῦτο καὶ <lb n="25"/> ἡ ἀλλοίωσις, ἀλλʼ ἀθρόα
                            γίγνεται πολλάκις, ὥσπερ ἡ πῆξις. ἔτι ὅταν τι νοσήσῃ, ἀνάγκη χρόνον
                            γενέσθαι ἐν ὧ ὑγιασθήσεται, καὶ μὴ ἐν πέρατι χρόνου μεταβάλλειν· ἀνάγκη
                            δὲ εἰς ὑγίειαν μεταβάλλειν καὶ μὴ εἰς ἄλλο μηθέν. ὥστε τὸ φάναι συνεχῶς
                            ἀλλοιοῦσθαι λίαν ἐστὶ τοῖς φανεροῖς ἀμφισβητεῖν. <lb n="30"/> εἰς
                            τοὐναντίον γὰρ ἡ ἀλλοίωσις· ὁ δὲ λίθος οὔτε σκληρότερος γίγνεται οὔτε
                            μαλακώτερος. κατά τε τὸ φέρεσθαι θαυμαστὸν εἰ λέληθεν ὁ λίθος κάτω
                            φερόμενος ἢ μένων ἐπὶ τῆς γῆς. ἔτι δʼ ἢ γῆ καὶ τῶν ἄλλων ἕκαστον ἐξ
                            ἀνάγκης μένουσι μὲν ἐν τοῖς οἰκείοις τόποις, κινοῦνται δὲ βιαίως <pb n="174"/> ἐκ τούτων· εἴπερ οὖν ἔνιʼ αὐτῶν ἐστιν ἐν τοῖς οἰκείοις
                            τόποις, <lb n="35"/> ἀνάγκη μηδὲ κατὰ τόπον πάντα κινεῖσθαι.<note type="marginal">254a</note>
                            <lg><l>ὅτι μὲν οὖν ἁδύ.</l><lb n="1"/></lg> νατον ἢ ἀεὶ πάντα κινεῖσθαι ἢ ἀεὶ πάντα ἠρεμεῖν, ἐκ τούτων καὶ
                            ἄλλων τοιούτων πιστεύσειεν ἄν τις. ἀλλὰ μὴν οὐδὲ τὰ μὲν ἀεὶ ἐνδέχεται
                            ἠρεμεῖν, τὰ δʼ ἀεὶ κινεῖσθαι, ποτὲ δʼ ἠρεμεῖν καὶ ποτὲ κινεῖσθαι μηδέν.
                            λεκτέον δʼ ὅτι ἀδύνατον, <lb n="5"/> ὥσπερ ἐπὶ τῶν εἰρημένων πρότερον,
                            καὶ ἐπὶ τούτων (ὁρῶμεν γὰρ ἐπὶ τῶν αὐτῶν γιγνομένας τὰς εἰρημένας
                            μεταβολάς), καὶ πρὸς τούτοις ὅτι μάχεται τοῖς φανεροῖς ὁ ἀμφισβητῶν·
                            οὔτε γὰρ αὔξησις οὔθ’ ἡ βίαιος ἔσται κίνησις, εἰ μὴ κινήσεται παρὰ φύσιν
                            ήρεμοῦν πρότερον. γένεσιν οὖν ἀναιρεῖ καὶ <lb n="10"/> φθορὰν οτος ὁ
                            λόγος. σχεδὸν δὲ καὶ τὸ κινεῖσθαι γίγνεσθαί τι καὶ φθείρεσθαι δοκεῖ
                            πᾶσιν· εἰς ὃ μὲν γὰρ μεταβάλλει, γίγνεται τοῦτο ἢ ἐν τούτῳ, ἐξ οὗ δὲ
                            μεταβάλλει, φθείρεται τοῦτο ἢ ἐντεῦθεν. ὥστε δῆλον ὅτι τὰ μὲν κινεῖται,
                            τὰ δʼ ἠρεμεῖ ἐνίοτε.<lb n="15"/>
                            <lg><l>τὸ δὲ πάντα ἀξιοῦν ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι,</l><lb n="15"/></lg> τοῦτʼ ἤδη συναπτέον πρὸς τοὺς πάλαι λόγους. ἀρχὴν δὲ πάλιν
                            ποιητέον ἀπὸ τῶν νῦν διορισθέντων, τὴν αὐτὴν ἥνπερ ἠρξάμεθα πρότερον. ἢ
                            γάρ τοι πάντα ἠρεμεῖ, ἢ πάντα κινεῶται,ἢ τὰ μὲν ἠρεμεῖ τὰ δὲ κινεῖται
                            τῶν ὄντων. καὶ εἰ τὰ μὲν ήρεμεῖ τὰ δὲ κινεῖται, ἀνάγκη τοι πάντα ὁτὲ μὲν
                            ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι, <lb n="20"/>
                            <add cause="fix">ἢ τὰ μὲν ἀεὶ ἠρεμεῖν τὰ δὲ ἀεὶ κινεῖσθαι</add>, ἢ τὰ
                            μὲν ἀεὶ ἠρεμεῖν τὰ δὲ ἀεὶ κινεῖσθαι αὐτῶν, τὰ δʼ ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ
                            κινεῖσθαι. ὅτι μὲν τοίνυν οὐχ οἷόν τε πάντʼ ἠρεμεῖν, εἴρηται μὲν καὶ
                            πρότερον, εἴπωμεν δὲ καὶ νῦν. εἰ γὰρ καὶ κατʼ ἀλήθειαν οῦτως ἔχει
                            καθάπερ φασί τινες, εἶναι τὸ ὂν ἄπειρον καὶ ἀκίνητον, ἀλλʼ <lb n="25"/>
                            οὔτι φαίνεταί γε κατὰ τὴν αἴσθησιν, ἀλλὰ κινεῖσθαι πολλὰ <pb n="175"/>
                            τῶν ὄντων. εἴπερ οὖν ἔστιν δόξα ψευδὴς ἢ ὅλως δόξα, καὶ κίνησις ἔστιν,
                            κἂν εἰ φαντασία, κἂν εἰ ὁτὲ μὲν οὕτως δοκεῖ ὁτὲ δʼ ἑτέρως· ἡ γὰρ
                            φαντασία καὶ ἡ δόξα κινήσεις <lb n="30"/> τινὲς εἶναι δοκοῦσιν. ἀλλὰ τὸ
                            μὲν περὶ τούτου σκοπεῖν, καὶ ζητεῖν λόγον ὥν βέλτιον ἔχομεν ἢ λόγου
                            δεῖσθαι, κακῶς κρίνειν ἐστὶν τὸ βέλτιον καὶ τὸ χεῖρον, καὶ τὸ πιστὸν καὶ
                            τὸ μὴ πιστόν, καὶ ἀρχὴν καὶ μὴ ἀρχήν. ὁμοίως δὲ ἀδύνατον καὶ τὸ πάντα
                            κινεῖσθαι, ἢ τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δʼ ἀεὶ <lb n="35"/> ἠρεμεῖν. πρὸς
                            ἅπόντα γὰρ ταῦτα ἱκανὴ μία πίστις· ὁρῶμεν <note type="marginal">254b</note>γὰρ ἔνια ὁτὲ μὲν κινούμενα ὁτὲ δʼ ἠρεμοῦντα. ὥστε
                            φανερὸν ὅτι ἀδύνατον ὁμοίως τὸ πάντα ἠρεμεῖν καὶ τὸ πάντα κινεῖσθαι
                            συνεχῶς τῷ τὰ μὲν ἀεὶ κινεῖσθαι τὰ δʼ ἠρεμεῖν ἀεί. λοιπὸν οὖν θεωρῆσαι
                            πότερον πάντα τοιαῦτα οἷα κινεῖσθαι <lb n="5"/> καὶ ἠρεμεῖν, ἢ ἔνια μὲν
                            οὕτως, ἔνια δʼ ἀεὶ ἠρεμεῖ, ἔνια δʼ ἀεὶ κινεῖται· τοῦτο γὰρ δεικτέον
                            ἡμῖν.</p></div></div></div></body></text></TEI>