<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="chapter" n="10"><lb n="10"/><p> Ὅτι δὲ τοῦτʼ ἀμερὲς ἀναγκαῖον εἶναι καὶ μηδὲν ἔχειν <lb n="10"/>
                            μέγεθος, νῦν λέγωμεν, πρῶτον περὶ τῶν προτέρων αὐτοῦ διορίσαντες. τούτων
                            δʼ ἓν μέν ἐστιν ὅτι οὐχ οἷόν τε οὐδὲν πεπερασμένον κινεῖν ἄπειρον
                            χρόνου. τρία γὰρ ἔστιν, τὸ κινοῦν, τὸ κινούμενον, τὸ ἐν τρίτον, ὁ
                            χρόνος. ταῦτα δὲ ἢ πάντα ἄπειρα <lb n="15"/> ἢ πάντα πεπερασμένα ἢ ἔνια,
                            οἷον τὰ δύο ἢ τὸ ἕν. ἔστω δὴ τὸ Α τὸ κινοῦν, τὸ δὲ κινούμενον Β, χρόνος
                            ἄπειρος ἐφʼ οὗ Γ. τὸ δὴ Δ τῆς Β κινείτω τι μέρος, τὸ ἐφʼ οὗ Ε. οὐ δὴ ἐν
                            ἴσῳ τῷ Γ· ἐν πλείονι γὰρ τὸ μεῖζον. ὥστʼ οὐκ ἄπειρος ὁ χρόνος ὁ τὸ Ζ.
                            οὕτω δὴ τῇ Δ προστιθεὶς καταναλώσω τὸ Α καὶ <lb n="20"/> τῇ Ε τὸ Β· τὸν
                            δὲ χρόνον οὐ καταναλώσω ἀεὶ ἀφαιρῶν ἴσον· ἄπειρος γάρ· ὥστε ἡ πᾶσα Α τὴν
                            ὅλην Β κινήσει ἐν πεπερασμένῳ <pb n="204"/> χρόνῳ τοῦ Γ. οὐκ ἄρα οἷόν τε
                            ὑπὸ πεπερασμένου κινεῖσθαι οὐδὲν ἄπειρον κίνησιν.<lb n="23"/>
                            <lg><l>ὅτι μὲν οὖν οὐκ ἐνδέχεται τὸ</l><lb n="23"/></lg> πεπερασμένον ἄπειρον κινεῖν χρόνον, φανερόν· ὅτι δʼ ὅλως οὐκ
                            ἐνδέχεται ἐν πεπερασμένῳ μεγέθει ἄπειρον εἶναί δύναμιν, ἐκ <lb n="25"/>
                            τῶνδε δῆλον. ἔστω γὰρ πλείων δύναμις ἀεὶ ἡ τὸ ἴσον ἐν ἐλάττονι χρόνῳ
                            ποιοῦσα, οἷον θερμαίνουσα ἢ γλυκαίνουσα ἢ ῥιπτοῦσα καὶ ὅλως κινοῦσα.
                            ἀνάγκη ἄρα καὶ ὑπὸ τοῦ πεπερασμένου μὲν ἄπειρον δʼ ἔχοντος δύναμιν
                            πάσχειν τι τὸ πάσχον, καὶ πλεῖον ἢ ὑπʼ ἄλλου· πλείων γὰρ ἡ ἄπειρος. <lb n="30"/> ἀλλὰ μὴν χρόνον γε οὐκ ἐνδέχεται εἶναι οὐδένα. εἰ γάρ ἐστιν
                            ὁ ἐφʼ οὗ Α χρόνος ἐν ᾧ ἡ ἄπειρος ἰσχὺς ἐθέρμανεν ἢ ἔωσεν, ἐν τῶ δὲ ΑΒ
                            πεπερασμένη τις, πρὸς ταύτην μείζω λαμβάνων ἀεὶ πεπερασμένην ἥξω ποτὲ
                            εἰς τὸ ἐν τῷ <note type="marginal">266b</note> Α χρόνῳ κεκινηκέναι· πρὸς
                            πεπερασμένον γὰρ ἀεὶ προστιθεὶς ὑπερβαλῶ παντὸς ὡρισμένου, καὶ ἀφαιρῶν
                            ἐλλείψω ὡσαύτως. ἐν ἴσῳ ἄρα χρόνῳ κινήσει τῇ ἀπείρῳ ἡ πεπερασμένη. τοῦτο
                            δὲ ἀδύνατον· οὐδὲν ἄρα πεπερασμένον ἐνδέχεται <lb n="5"/> ἄπειρον
                            δύναμιν ἔχειν. <lb n="6"/>
                            <lg><l>οὐ τοίνυν οὐδʼ ἐν ἀπείρῳ πεπερασμένην·</l><lb n="6"/></lg> καίτοι ἐνδέχεται ἐν ἐλάττονι μεγέθει πλείω δύναμιν εἶναι· ἀλλʼ ἔτι
                            μᾶλλον ἐν μείζονι πλείω. ἔστω δὴ τὸ ἐφ οὗ ΑΒ ἄπειρον. τὸ δὴ ΒΓ· ἔχει
                            δύναμίν τινα, ἣ ἔν τινι χρόνῳ ἐκίνησεν τὴν Δ, ἐν τῷ χρόνῳ ἐφʼ οὗ ΕΖ. ἂν
                            δὴ τῆς <lb n="10"/> ΒΓ διπλασίαν λαμβάνω, ἐν ἡμίσει χρόνῳ τοῦ ΕΖ (ἔστω
                            γὰρ αὕτη ἡ ἀναλογία), ὥστε ἐν τῷ ΖΘ κινήσει. οὐκοῦν οὕτω λαμβάνων ἀεὶ
                            τὴν μὲν ΑΒ οὐδέποτε διέξειμι, τοῦ χρόνου δὲ τοῦ δοθέντος αἰεὶ ἐλάττω
                            λήψομαι. ἄπειρος ἄρα ἡ δύναμις <pb n="205"/>
                            <lb n="15"/> ἔσται· πάσης γὰρ πεπερασμένης ὑπερβάλλει δυνάμεως, εἴ γε
                            πάσης πεπερασμένης δυνάμεως ἀνάγκη πεπερασμένον εἶναι καὶ τὸν χρόνον (εἰ
                            γὰρ ἔν τινι ἡ τοσηδί, ἡ μείζων ἐν ἐλάττονι μὲν ὡρισμένῳ δὲ χρόνῳ
                            κινήσει, κατὰ τὴν ἀντιστροφὴν τῆς ἀναλογίας)· ἄπειρος δὲ πᾶσα δύναμις,
                            ὥσπερ καὶ πλῆθος <lb n="20"/> καὶ μέγεθος τὸ ὑκερβάλλον παντὸς
                            ὡρισμένου. ἔστιν δὲ καὶ ὧδε δεῖξαι τοῦτο ληψόμεθα γάρ τινα δύναμιν τὴν
                            αὐτὴν τῷ γένει τῇ ἐν τῷ ἀπείρῳ μεγέθει, ἐν πεπερασμένῳ μεγέθει οὖδαν, ἣ
                            καταμετρήσει τὴν ἐν τῷ ἀπείρῳ πεπερασμένην δύναμιν.</p><lb n="25"/><p>ὅτι μὲν οὖν οὐκ ἐνδέχεται ἄπειρον εἶναι δύναμιν ἐν πεπερασμένῳ μεγέθει,
                            οὐδʼ ἐν ἀπείρῳ πεπερασμένην, ἐκ τούτων δῆλον. περὶ δὲ τῶν φερομένων ἔχει
                            καλῶς διαπορῆσαί τινα ἀπορίαν πρῶτον. εἰ γὰρ πᾶν τὸ κινούμενον κινεῖται
                            ὑπὸ τινός, ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ, πῶς κινεῖται ἔνια συνεχῶς <lb n="30"/> μὴ ἁπτομένου τοῦ κινήσαντος, οἷον τὰ ῥιπτούμενα; εἰ δʼ ἅμα κινεῖ καὶ
                            ἄλλο τι ὁ κινήσας, οἷον τὸν ἀέρα, ὃς κινούμενος κινεῖ, ὁμοίως ἀδύνατον
                            τοῦ πρώτου μὴ ἁπτομένου μηδὲ κινοῦντος κινεῖσθαι, ἀλλʼ ἄμα πάντα <add cause="fix">καὶ</add> κινεῖσθαι καὶ πεπαῦσθαι <note type="marginal">267a</note>ὅταν τὸ πρῶτον κινοῦν παύσηται, καὶ εἰ ποιεῖ, ὥσπερ ἡ
                            λίθος, οἷόν τε κινεῖν ὃ ἐκίνησεν. ἀνάγκη δὴ τοῦτο μὲν λέγειν, ὅτι τὸ
                            πρῶτον κινῆσαν ποιεῖ οἷόν τε κινεῖν ἢ τὸν ἀέρα <del>τοιοῦτον</del> ἢ τὸ
                            ὕδωρ ἤ τι ἄλλο τοιοῦτον ὁ πέφυκε κινεῖν καὶ <lb n="5"/> κινεῖσθαι· ἀλλʼ
                            οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον· ἀλλὰ κινούμενον μὲν ἅμα ὅταν ὁ
                            κινῶν παύσηται κινῶν, κινοῦν δὲ ἔτι ἐστίν. διὸ καὶ κινεῖ τι ἄλλο
                            ἐχόμενον· καὶ ἐπὶ τούτου ὁ αὐτὸς λόγος. παύεται δέ, ὅταν ἀεὶ ἐλάττων ἡ
                            δύναμις τοῦ <pb n="206"/> κινεῖν ἐγγίγνηται τῷ ἐχομένῳ. τέλος δὲ
                            παύεται, ὅταν μηκέτι ποιήση τὸ πρότερον κινοῦν, ἀλλὰ κινούμενον μόνον.
                            ταῦτα <lb n="10"/> δʼ ἀνάγκη ἅμα παύεσθαι, τὸ μὲν κινοῦν τὸ δὲ
                            κινούμενον, καὶ τὴν ὅλην κίνησιν. αὕτη μὲν οὖν ἐν τοῖς ἐνδεχομένοις ὁτὲ
                            μὲν κινεῖσθαι ὁτὲ δʼ ἠρεμεῖν ἐγγίγνεται ἡ κίνησις, καὶ οὐ συνεχής, ἀλλὰ
                            φαίνεται· ἢ γὰρ ἐφεξῆς ὄντων ἢ ἁπτομένων ἐστίν· οὐ γὰρ ἓν τὸ κινοῦν,
                            ἀλλʼ ἐχόμενα ἀλλήλων. διὸ ἐν ἀέρι <lb n="15"/> καὶ ὕδατι γίγνεται ἡ
                            τοιαύτη κίνησις, ἣν λέγουσί τινες ἀντιπερίστασιν εἶναι. ἀδύνατον δὲ
                            ἄλλως τὰ ἀπορηθέντα λύειν, εἰ μὴ τὸν εἰρημένον τρόπον. ἡ δʼ
                            ἀντιπερίστασις ἅμα πάντα κινεῖσθαι ποιεῖ καὶ κινεῖν, ὥστε καὶ παύεσθαι·
                            νῦν δὲ φαίνεταί τι ἓν κινούμενον συνεχῶς· ὑπὸ τίνος οὖν; οὐ γὰρ ὑπὸ τοῦ
                            αὐτοῦ. </p><lb n="20"/><p>ἐπεὶ δʼ ἐν τοῖς οὖσιν ἀνάγκη κίνησιν εἶναι συνεχῆ, αὕτη δὲ μία ἐστίν,
                            ἀνάγκη δὲ τὴν μίαν μεγέθους τέ τινος εἶναι (οὐ γὰρ κινεῖται τὸ ἀμέγεθες)
                            καὶ ἑνὸς καὶ ὑφʼ ἑνός (οὐ γὰρ ἔσται συνεχής, ἀλλʼ ἐχομένη ἑτέρα ἑτέρας
                            καὶ διηρημένη), τὸ δὴ κινοῦν εἰ ἕν, ἢ κινούμενον κινεῖ ἢ ἀκίνητον ὄν. εἰ
                            μὲν δὴ κινοῦ. <lb n="25"/> μενον, συνακολουθεῖν δεήσει καὶ μεταβάλλειν
                            αὐτό, ἅμα δὲ κινεῖσθαι ὑπό τινος, ὥστε στήσεται καὶ ἥξει εἰς τὸ
                            κινεῖσθαι <note type="marginal">267b</note> ὑπὸ ἀκινήτου. τοῦτο γὰρ οὐκ
                            ἀνάγκη συμμεταβάλλειν, ἀλλʼ ἀεί τε δυνήσεται κινεῖν (ἄπονον γὰρ τὸ οὕτω
                            κινεῖν) καὶ ὁμαλὴς αὕτη ἡ κίνησις ἢ μόνη ἢ μάλιστα· οὐ γὰρ ἔχει
                            μεταβολὴν τὸ κινοῦν οὐδεμίαν. δεῖ δὲ οὐδὲ τὸ κινούμενον πρὸς ἐκεῖνο <lb n="5"/> ἔχειν μεταβολήν, ἵνα ὁμοία ᾖ ἡ κίνησις. ἀνάγκη δὴ ἢ ἐν μέσῳ
                            ἢ ἐν κύκλῳ εἶναι· αὗται γὰρ αἱ ἀρχαί. ἀλλὰ τάχιστα κινεῖται τὰ ἐγγύτατα
                            τοῦ κινοῦντος. τοιαύτη δʼ ἡ τοῦ κύκλου κίνησις· ἐκεῖ ἄρα τὸ κινοῦν. ἔχει
                            δʼ ἀπορίαν εἰ ἐνδέχεταί τι κινούμενον κινεῖν συνεχῶς, ἀλλὰ μὴ ὥσπερ τὸ
                            θοῦν <lb n="10"/>
                            <pb n="207"/> πάλιν καὶ πάλιν, τῷ ἐφεξῆς εἶναι συνεχῶς· ἢ γὰρ αὐτὸ δεῖ
                            ἀεὶ ὠθεῖν ἢ ἕλκειν ἢ ἄμφω, ἢ ἕτερόν τι ἐκδεχόμενον ἄλλο παρʼ ἄλλου,
                            ὥσπερ πάλαι ἐλέχθη ἐπὶ τῶν ῥιπτουμένων, εἰ διαιρετὸς ὢν ὁ ἀὴρ <del>ἢ τὸ
                                ὕδωρ</del> κινεῖ ἄλλος ἀεὶ κινούμενος. <lb n="15"/> ἀμφοτέρως δʼ οὐχ
                            οἷόν τε μίαν εἶναι, ἀλλʼ ἐχομένην. μόνη ἄρα συνεχὴς ἣν κινεῖ τὸ
                            ἀκίνητον· ἀεὶ γὰρ ὁμοίως ἔχον καὶ πρὸς τὸ κινούμενον ὁμοίως ἕξει καὶ
                            συνεχῶς. διωρισμένων δὲ τούτων φανερὸν ὅτι ἀδύνατον τὸ πρῶτον κινοῦν καὶ
                            ἀκίνητον ἔχειν τι μέγεθος. εἰ γὰρ μέγεθος ἔχει, ἀνάγκη ἤτοι <lb n="20"/>
                            πεπερασμένον αὐτὸ εἶναι ἢ ἄπειρον. ἄπειρον μὲν οὖν ὅτι οὐκ ἐνδέχεται
                            μέγεθος εἶναι, δέδεικται πρότερον ἐν τοῖς φυσικοῖς· ὅτι δὲ τὸ
                            πεπερασμένον ἀδύνατον ἔχειν δύναμιν ἄπει. ρον, καὶ ὅτι ἀδύνατον ὑπὸ
                            πεπερασμένου κινεῖσθαί τι ἄπει. ρον χρόνου, δέδεικται νῦν. τὸ δέ γε
                            πρῶτον κινοῦν ἀΐδιον κινεῖ <lb n="25"/> κίνησιν καὶ ἄπειρον χρόνον.
                            φανερὸν τοίνυν ὅτι ἀδιαίρετόν ἐστι καὶ ἀμερὲς καὶ οὐδὲν ἔχον
                            μέγεθος.</p></div></div></div></body></text></TEI>