<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="chapter" n="1"><lb n="1"/><p>Πότερον γέγονέ ποτε κίνησις οὐκ οὗσα πρότερον, καὶ φθείρεται πάλιν οὕτως
                            ὥστεκινεῖσθαι μηδέν, ἢ οὔτʼ ἐγένετο οὔτε φθείρεται, ἀλλʼ ἀεὶ ἦν καὶ ἀεὶ
                            ἔσται, καὶ τοῦτʼ ἀθάνατον καὶ ἄπαυστον ὑπάρχει τοῖς οὖσιν, οἷον ζωή τις
                            οὖσα τοῖς φύσει συνεστῶσι πᾶσιν; εἶναι μὲν οὖν κίνησιν πάντες φασὶν οἱ
                            περὶ <lb n="15"/> φύσεως τι λέγοντες διὰ τὸ κοσμοποιεῖν καὶ περὶ
                            γενέσεως καὶ φθορᾶς εἶναι τὴν θεωρίαν πᾶσαν αὐτοῖς, ἣν ἀδύνατον
                            ὑπάρχειν μὴ κινήσεως οὕσης· ἀλλʼ ὅσοι μὲν ἀπείρους τε κόσμους εἶναί
                            φασιν, καὶ τοὺς μὲν γίγνεσθαι τοὺς δὲ φθείρεσθαι τῶν κόσμων, ἀεί φασιν
                            εἶναι κίνησιν (ἀναγκαῖον γὰρ τὰς <lb n="20"/> γενέσεις καὶ τὰς φθορὰς
                            εἶναι μετὰ κινήσεως αὐτῶν)· ὅσοι δʼ ἔνα <add cause="fix">ἢ ἀεὶ</add> ἢ
                            μὴ ἀεί. καὶ περὶ τῆς κινήσεως ὑποτίθενται κατὰ λόγον. εἰ δὴ ἐνδέχεταί
                            ποτε μηδὲν κινεῖσθαι, διχῶς ἀνάγκη τοῦτο συμβαίνειν· ἢ γὰρ ὡς Ἀναξαγόρας
                            λέγει (φησὶν γὰρ ἐκεῖνος, ὁμοῦ πάντων ὄντων καὶ ἠρεμούντων τὸν ἄπειρον
                            χρόνον, <lb n="25"/> κίνησιν ἐμποιῆσαι τὸν νοῦν καὶ διακρῖναι), ἢ ὡς
                            Ἐμπεδοκλῆς ἐν μέρει κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν, κινεῖσθαι μὲν ὅταν ἢ
                            φιλία ἐκ πολλῶν ποιῇ τὸ ἓν ἢ τὸ νεῖκος πολλὰ ἐξ ἑνός, ἠρεμεῖν δʼ ἐν τοῖς
                            μεταξὺ χρόνοις, λέγων <lg><l>οὕτως ᾗ μὲν ἔν ἐκ πλεόνων μεμάθηκε φύεσθαι, </l><lb n="30"/><l>δὲ πάλιν διαφύντος ἑνὸς πλέονʼ ἐκτελέθουσιν,</l><l>τῇ μὲν γίγνονταί τε καὶ οὕ σφισιν ἔμπεδος αἰών·</l><note type="marginal">251a</note><l>ἧ δὲ τάδʼ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,</l><l>ταύτη δʼ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.</l></lg> τὸ γὰρ “ᾗ δὲ τάδʼ ἀλλάσσοντα'' ἐνθένδε ἐκεῖσε λέγειν αὐτὸν
                            ὑποληπτέον. σκεπτέον δὴ περὶ τούτων πῶς ἔχει· πρὸ ἔργου <lb n="5"/>
                            <pb n="167"/> γὰρ οὐ μόνον πρὸς τὴν περὶ φύσεως θεωρίαν ἰδεῖν τὴν
                            ἀλήθειαν, ἀλλὰ καὶ πρὸς τὴν μέθοδον τὴν περὶ τῆς ἀρχῆς τῆς <lb n="8"/>
                            πρώτης. <lg><lb n="8"/><l>ἀρξώμεθα δὲ πρῶτον ἐκ τῶν διωρισμένων μῖν ἐν</l></lg> τοῖς φυσικοῖς πρότερον. φαμὲν δὴ τὴν κίνησιν εἶναι ἐνέργειαν <lb n="10"/> τοῦ κινητοῦ ῇ κινητόν. ἀναγκαῖον ἄρα ὑπάρχειν τὰ πράγματα
                            τὰ δυνάμενα κινεῖσθαι καθʼ ἑκάστην κίνησιν. καὶ χωρὶς δὲ τοῦ τῆς
                            κινήσεως ὁρισμοῦ, πᾶς ἂν ὁμολογήσειεν ἀναγκαῖον εἶναι κινεῖσθαι τὸ
                            δυνατὸν κινεῖσθαι καθʼ ἑκάστην κίνησιν, οἶον ἀλλοιοῦσθαι μὲν τὸ
                            ἀλλοιωτόν, φέρεσθαι δὲ τὸ <lb n="15"/> κατὰ τόπον μεταβλητόν, ὥστε δεῖ
                            πρότερον καυστὸν εἶναι πρὶν κάεσθαι καὶ καυστικὸν πρὶν κάειν. οὐκοῦν καὶ
                            ταῦτα ἀναγκαῖον ἢ γενέσθαι ποτὲ οὐκ ὄντα ἢ ἀΐδια εἶναι. εἰ μὲν τοίνυν
                            ἐγένετο τῶν κινητῶν ἕκαστον, ἀναγκαῖον πρότερον τῆς ληφθείσης ἄλλην
                            γενέσθαι μεταβολὴν καὶ κίνησιν, καθʼ ἣν <lb n="20"/> ἐγένετο τὸ δυνατὸν
                            κινηθῆναι ἢ κινῆσαι· εἰ δʼ ὄντα προῦπῆρχεν ἀεὶ κινήσεως μὴ οὕσης, ἄλογον
                            μὲν φαίνεται καὶ αὐτόθεν ἐπιστήσασιν, οὐ μὴν ἀλλὰ μᾶλλον ἔτι προάγουσι
                            τοῦτο συμβαίνειν ἀναγκαῖον. εἰ γὰρ τῶν μὲν κινητῶν ὄντων τῶν δὲ
                            κινητικῶν ὁτὲ μὲν ἔσται τι πρῶτον κινοῦν, τὸ δὲ κινούμενον, <lb n="25"/>
                            ὁτὲ δʼ οὐθέν, ἀλλʼ ήρεμεῖ, ἀναγκαῖον τοῦτο μεταβάλλειν πρότερον· ἦν γάρ
                            τι αἴτιον τῆς ἠρεμίας· ἡ γὰρ ἠρέμησις στέρησις κινήσεως. ὥστε πρὸ τῆς
                            πρώτης μεταβολῆς ἔσται μεταβολὴ προτέρα. τὰ μὲν γὰρ κινεῖ μοναχῶς, τὰ δὲ
                            καὶ τὰς ἐναντίας κινήσεις, οἷον τὸ μὲν πῦρ θερμαίνει, <lb n="30"/> ψύχει
                            δʼ οὔ, ἡ δʼ ἐπιστήμη δοκεῖ τῶν ἐναντίων εἶναι μία. φαίνεται μὲν οὖν
                            κἀκεῖ τι εἶναι ὁμοιότροπον· τὸ γὰρ ψυχρὸν θερμαίνει στραφέν πως καὶ
                            ἀπελθόν, ὥσπερ καὶ ἁμαρτάνει ἑκών ὁ ἐπιστήμων, ὅταν ἀνάπαλιν· χρήσηται
                            τῇ ἐπιστήμῃ. <note type="marginal">251b</note>ἀλλʼ οὖν ὅσα γε δυνατὰ
                            ποιεῖν καὶ πάσχειν ἢ κινεῖν, τὰ δὲ κινεῖσθαι, οὐ πάντως δυνατά ἐστιν,
                            ἀλλʼ ὡδὶ ἔχοντα <pb n="168"/> καὶ πλησιάζοντα ἀλλήλοις. ὥσθʼ ὅταν
                            πλησιάσῃ, κινεῖ, τὸ δὲ κινεῖται, καὶ ὅταν ὑπάρξῃ ὡς ἦν τὸ μὲν κινητικὸν
                            τὸ δὲ κινητόν. εἰ τοίνυν μὴ ἀεὶ ἐκινεῖτο, δῆλον ὡς οὐχ οῦτως <lb n="5"/>
                            εἶχον ὡς ἦν δυνάμενα τὸ μὲν κινεῖσθαι τὸ δὲ κινεῖν, ἀλλʼ ἔδει
                            μεταβάλλειν θάτερον αὐτῶν· ἀνάγκη γὰρ ἐν τοῖς πρός τι τοῦτο συμβαίνειν,
                            οἷον εἰ μὴ ὂν διπλάσιον νῦν διπλάσιον, μεταβάλλειν, εἰ μὴ ἀμφότερα,
                            θάτερον. ἔσται ἄρα τις προτέρα μεταβολὴ τῆς πρώτης.<lb n="10"/>
                            <lg><l>πρὸς δὲ τούτοις τθ πρότερον</l><lb n="10"/></lg> καὶ ὕστερον πῶς ἔσται χρόνου μὴ ὄντος; ἢ χρόνος μὴ οὔσης κινήσεως;
                            εἰ δή ἐστιν ὁ χρόνος κινήσεως ἀριθμὸς ἢ κίνησίς τις, εἴπερ ἀεὶ χρόνος
                            ἔστιν, ἀνάγκη καὶ κίνησιν ἀΐδιον εἶναι. ἀλλὰ μὴν περί γε χρόνου ἔξω ἑνὸς
                            ὁμονοητικῶς ἔχοντες φαίνονται πάντες· ἀγένητον γὰρ εἶναι λέγουσιν. καὶ
                            διὰ <lb n="15"/> τούτου Δημόκριτός γε δείκνυσιν ὡς ἀδύνατον ἃπόντα
                            γεγοτ νέναι· τὸν γὰρ χρόνον ἀγένητον εἶναι. Πλάτων δὲ γενή μόνος· ἄμα
                            μὲν γὰρ αὐτὸν τῷ οὐρανῷ <del>γεγονέναι</del>, τὸν δʼ οὐρανὸν γεγονέναι
                            φησίν. εἰ οὖν ἀδύνατόν ἐστιν καὶ εἶναι καὶ νοῆσαι χρόνον ἄνευ τοῦ νῦν,
                            τὸ δὲ νῦν ἐστι μεσότης τις, <lb n="20"/> καὶ ἀρχὴν καὶ τελευτὴν ἔχον
                            ἅμα, ἀρχὴν μὲν τοῦ ἐσομένου χρόνου, τελευτὴν δὲ τοῦ παρελθόντος, ἀνάγκη
                            ἀεὶ εἶναι χρόνον. τὸ γὰρ ἔσχατον τοῦ τελευταίου ληφθέντος χρόνου ἔν τινι
                            τῶν νῦν ἔσται (οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν τῷ χρόνῳ παρὰ τὸ νῦν), ὥστʼ ἐπεί
                            ἐστιν ἀρχή τε καὶ τελευτὴ τὸ νῦν, <lb n="25"/> ἀνάγκη αὐτοῦ ἐπʼ ἀμφότερα
                            εἶναι ἀεὶ χρόνον. ἀλλὰ μὴν εἴ γε χρόνον, φανερὸν ὅτι ἀνάγκη εἶναι καὶ
                            κίνησιν, εἴπερ ὁ χρόνος πάθος τι κινήσεαως.<lb n="28"/>
                            <lg><l>ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τοῦ</l><lb n="28"/></lg>
                            <pb n="169"/> ἄφθαρτον εἶναι τὴν κίνησιν· καθάπερ γὰρ ἐπὶ τοῦ γενέσθαι
                                <lb n="30"/> κίνησιν· συνέβαινεν προτέραν εἶναί τινα μεταβολὴν τῆς
                            πρώτης, οῦτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας· οὐ γὰρ ἄμα παύεται
                            κινούμενον καὶ κινητὸν ὄν, οἷον καιόμενον καὶ καυστὸν ὄν (ἐνδέχεται γὰρ
                            καυστὸν εἶναι μὴ καιόμενον), οὐδὲ <note type="marginal">252a</note>κινητικὸν καὶ κινοῦν. καὶ τὸ φθαρτικὸν δὴ δεήσει φθαρῆναι
                            ὅταν φθεί,η· καὶ τὸ τούτου φθαρτικὸν πάλιν ὕστερον· καὶ γὰρ ἡ φθορὰ
                            μεταβολή τίς ἐστιν. εἰ δὴ ταῦτʼ ἀδύνατα, δῆλον ὡς ἔστιν ἀΐδιος κίνησις,
                            ἀλλʼ οὐχ ὁτὲ μὲν ἦν ὁτὲ δʼ οὔ καὶ <lb n="5"/> γὰρ ἔοικε τὸ οὕτω λέγειν
                            πλάσματι μᾶλλον. <lg><lb n="5"/><l>ὁμοίως δὲ</l></lg> καὶ τὸ λέγειν ὅτι πέφυκεν οὕτως καὶ ταύτην δεῖ νομίζειν εἶναι
                            ἀρχήν, ὅπερ ἔοικεν Ἐμπεδοκλῆς ἂν εἰπὲν, ὡς τὸ κρατεῖν καὶ κινεῖν ἐν
                            μέρει τὴν φιλίαν καὶ τὸ νεῖκος ὑπάρχει τοῖς πράγμασιν ἐξ ἀνάγκῆς,
                            ἠρεμεῖν δὲ τὸν μεταξὺ χρόνον. <lb n="10"/> τάχα δὲ καὶ οἱ μίαν ἀρχὴν
                            ποιμοῦντες, ὥσπερ Ἀναξαγόρας, οὕτως ἂν εἶποιεν. ἀλλὰ μὴν οὐδέν γε
                            ἄτακτον τῶν φύσει καὶ κατὰ φύσιν· ἡ γὰρ φύσις αἰτία πᾶσιν τάξεαως. τὸ δʼ
                            ἄπειρον πρὸς τὸ ἄπειρον οὐδένα λόγον ἔχει· τάξις δὲ πᾶσα λόγος. τὸ δʼ
                            ἄπειρον χρόνον ἠρεμεῖν, εἶτα κινηθῆναί <lb n="15"/> ποτε, τούτου δὲ
                            μηδεμίαν εἶναι διαφοράν, ὅτι νῦν μᾶλλον ἢ πρότερον, μηδʼ αὖ τινὰ τάξιν
                            ἔχειν, οὐκέτι φύσεως ἔργον. ἢ γὰρ ἀπλῶς ἔχει τὸ φύσει, καὶ οὐχ ὁτὲ μὲν
                            οὕτως ὁτὲ δʼ ἄλλως, οἶον τὸ πῦρ ἄνω φύσει φέρεται καὶ οὐχ ὁτὲ μὲν ὁτὲ δʼ
                            οὔ· ἢ λόγον ἔχει τὸ μὴ ἀπλοῦν. διόπερ βέλτιον ὡς <lb n="20"/>
                            Ἐμπεδοκλῆς, κἂν εἴ τις ἕτερος εἴρηκεν οὕτως ἔχειν, ἐν μέρει τὸ πᾶν
                            ἠρεμεῖν καὶ κινεῖσθαι πάλιν· τάξιν γὰρ ἤδη τινʼ ἔχει τὸ τοιοῦτον. ἀλλὰ
                            καὶ τοῦτο δεῖ τὸν λέγοντα μὴ φάναι μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν αὐτοῦ
                            λέγειν, καὶ μὴ <pb n="170"/> τίθεσθαι μηδὲν μηδʼ ἀξιοῦν ἀξίωμʼ ἄλογον,
                            ἀλλʼ ἢ ἐπαγωγὴν ἢ ἀπόδειξιν φέρειν· αὐτὰ μὲν γὰρ οὐκ αἴτια τὰ
                            ὑποτεθέντα, <lb n="25"/> οὐδὲ τοῦτʼ ἦν τὸ φιλότητι ἢ νείκει εἶναι, ἀλλὰ
                            τῆς μὲν τὸ συνάγειν, τοῦ δὲ τὸ διακρίνειν. εἰ δὲ προσοριεῖται τὸ ἐν
                            μέρει, λεκτέον ἐφʼ ὧν οῦτως, ὥσπερ ὅτι ἔστιν τι ὃ συνάγει τοὺς
                            ἀνθρώπους, ἡ φιλία, καὶ φεύγουσιν οἱ ἐχθροὶ ἀλλήλους· τοῦτο γὰρ
                            ὑποτίθεται καὶ ἐν τῷ ὅλῳ εἶναι· φαίνεται <lb n="30"/> γὰρ ἐπί τινων
                            οῦτως. τὸ δὲ καὶ διʼ ἴσων χρόνων δεῖται λόγου τινός. ὅλως δὲ τὸ νομίζειν
                            ἀρχὴν εἶναι ταύτην κονήν, εἴ τι αἰεὶ ἢ ἔστιν οὕτως ἢ γίγνεται, οὐκ ὀρθῶς
                            ἔχει ὑπολαβεῖν, ἐφʼ ὃ Δημόκριτος ἀνάγει τὰς περὶ φύσεως αἰτίας, ὡς οὕτω
                            καὶ τὸ πρότερον ἐγίγνετο τοῦ δὲ ἀεὶ οὐκ <lb n="35"/> ἀξιμοῖ ἀρχὴν
                            ζητεῖν, λέγων ἐπί τινων ὀρθῶς, ὅτι δʼ ἐπὶ πάν. <note type="marginal">252b</note> τῶν, οὐκ ὀρθῶς. καὶ γὰρ τὸ τρίγωνον ἔχει δυσὶν ὀρθαῖς
                            ἀεὶ τὰς γωνίας ἴσας, ἀλλʼ ὅμως ἐστίν τι τῆς ἀίδιότητος ταύτης ἕτερον
                            αἴτιον· τῶν μέντοι ἀρχῶν οὐκ ἔστιν ἕτερον αἴτιον ἀϊ δίων οὐσῶν.<lb n="5"/>
                            <lg><l>ὅτι μὲν οὖν οὐδεὶς ἢν χρόνος οὐδʼ ἔσται ὅτε κίνησις</l><lb n="5"/></lg> οὐκ ἢν ἢ οὐκ ἔσται, εἰρήσθω τοσαῦτα.</p></div></div></div></body></text></TEI>