<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="7"><div type="textpart" subtype="chapter" n="5"><lb n="5"/><p>Ἐπεὶ δὲ τὸ κινοῦν κινεῖ τι ἀεὶ καὶ ἔν τινι καὶ μέχρι του (λέγω δὲ τὸ μὲν
                            ἔν τινι, ὅτι ἐν χρόνῳ, τὸ δὲ μέχρι του, ὅτι ποσόν τι μῆκος· ἀεὶ γὰρ ἅμα
                            κινεῖ καὶ κεκίνηκεν, ὥστε ποσόν τι ἔσται ὅ ἐκινήθη, καὶ ἐν ποσῷ), εἰ δὴ
                            τὸ μὲν <lb n="30"/> A τὸ κινοῦν, τὸ δὲ B τὸ κινούμενον, ὅσον δὲ
                            κεκίνηται μῆκος τὸ Γ, ἐν ὅσῳ δέ, ὁ χρόνος, ἐφʼ οὗ τὸ Δ, ἐν δὴ τῷ ἴσῳ
                            χρόνῳ <note type="marginal">250a</note> ἡ κη δύναμις ἡ ἐφʼ οὗ τὸ A τὸ
                            ἥμισυ τοῦ B διπλασίαν τῆς Γ κινήσει, τὴν δὲ τὸ Γ ἐν τῷ ἡμίσει τοῦ Δ·
                            οὕτω γὰρ ἀνάλογον ἔσται. καὶ εἰ ἡ αὐτὴ δύναμις τὸ αὐτὸ ἐν τῳδὶ τῷ χρόνῳ
                            τοσήνδε κινεῖ καὶ τὴν ἡμίσειαν ἐν τῷ ἡμίσει, <lb n="5"/> καὶ ἡ ἡμίσεια
                            ἰσχὺς τὸ ήμισυ κινήσει ἐν τῷ ἴσῳ χρόνῳ τὸ ἴσον. οον τῆς A δυνάμεως ἔστω
                            ἡμίσεια ἡ τὸ E καὶ τοῦ B τὸ ἥμισυ· ὁμοίως δὴ ἔχουσι καὶ ἀνάλογον ἡ ἰσχὺς
                            πρὸς τὸ βάρος, ὥστε ἴσον ἐν ἴσῳ χρόνῳ κινήσουσιν. καὶ εἰ τὸ E τὸ Z κινεῖ
                            ἐν τῷ Δ τὴν Γ, οὐκ ἀνάγκη ἐν τῷ ἴσῳ <lb n="10"/> χρόνῳ τὸ ἐφʼ οὗ E τὸ
                            διπλάσιον τοῦ Ζ κινεῖν τὴν ἡμίσειαν τῆς Γ εἰ δὴ τὸ Α τὴν τὸ B κινεῖ ἐν
                            τῷ Δ ὅσην ἡ τὸ Γ, τὸ ἥμισυ τοῦ Α τὸ ἐφʼ E τὴν τὸ B οὐ κινήσει ἐν τῷ <pb n="165"/> χρόνῳ ἐφʼ ᾧ τὸ Δ οὐδʼ ἔν τινι τοῦ Δ τι τῆς Γ ἀνάλογον πρὸς
                                <lb n="15"/> τὴν ὅλην τὴν Γ ὡς τὸ A πρὸς τὸ Ε ὅλως γὰρ εἰ ἔτυχεν οὐ
                            κινήσει οὐδέν· οὐ γὰρ εἰ ἡ ὅλη ἰσχὺς τοσήνδε ἐκίνησεν, ἡ ἡμίσεια οὐ
                            κινήσει οὔτε ποσὴν οὔτʼ ἐν ὁποσροῦν· εἶς γὰρ ἂν κινοίη τὸ πλοῖον, εἴπερ
                            ἥ τε τῶν νεωλκῶν τέμνεται ἰσχὺς εἰς τὸν ἀριθμὸν καὶ τὸ μῆκος ὃ πάντες
                            ἐκίνησαν. διὰ τοῦτο <lb n="20"/> ὁ ήνωνος λόγος οὐκ ἀληθής, ὡς ψοφεῖ τῆς
                            κέγχρου ὁτιοῦν μέρος· οὐδὲν γὰρ κωλύει μὴ κινεῖν τὸν ἀέρα ἐν μηθενὶ
                            χρόνῳ τοῦτον ὃν ἐκίνησεν πεσών ὁ ὅλος μέδιμνος. οὐδὲ δὴ τοσοῦτον μόριον,
                            ὅσον ἂν κινήσειεν τοῦ ὅλου εἰ εἶη καθʼ αὐτὸ τοῦτο, οὐ κινεῖ. οὐδὲ γὰρ
                            οὐδὲν ἔστιν ἀλλʼ ἢ δυνάμει ἐν τῷ <lb n="25"/> ὅλῳ. εἰ δὲ τὰ <add cause="fix">κινοῦντα</add> δύο, καὶ ἑκατέρον τῶνδε ἑκάτερον κινεῖ τὸ
                            τοσόνδε ἐν τοσῶδε, καὶ συντιθέμεναι αἱ δυνάμεις τὸ σύνθετον ἐκ τῶν βαρῶν
                            τὸ ἴσον κινήσουσιν μῆκος καὶ ἐν ἴσῳ χρόνῳ· <lb n="28"/> ἀνάλογον γάρ. <lg><lb n="28"/><l>ἆρʼ οὖν οὕτω καὶ ἐπʼ ἀλλοιώσεως καὶ ἐπʼ οὐ.</l></lg> ξήσεως; τὶ μὲν γὰρ τὸ. αὕξον, τὶ δὲ τὸ αὐξανόμενον, ἐν <lb n="30"/> ποσῷ δὲ χρόνῳ καὶ ποσὸν τὸ μὲν αὔξει τὸ δὲ αὐξάνεται. καὶ τὸ ἀλλοιοῦν
                            καὶ τὸ ἀλλοιούμενον ὡσαύτως—τὶ καὶ ποσὸν <note type="marginal">250b</note>κατὰ τὸ μᾶλλον καὶ ἧττον ἠλλοίωται, καὶ ἐν ποσῷ χρόνν,
                            ἐν διπλασίῳ διπλάσιον, καὶ τὸ διπλάσιον ἐν διπλασίῳ· τὸ δʼ ἥμισυ ἐν
                            ἡμίσει χρόνῳ (ἢ ἐν ἡμίσει ήμιμσυ), ἢ ἐν ἴσῳ διπλάσιον. εἰ δὲ τὸ ἀλλοιοῦν
                            ἢ αὐξον τὸ τοσόνδε ἐν τῷ τοσῶδε <lb n="5"/> αὔξει ἢ ἀλλοιοῖ, οὐκ ἀνάγκη
                            καὶ τὸ ἥμισυ ἐν ἡμίσει καὶ ἐν ἡμίσει ήμισυ, ἀλλʼ οὐδέν, εἰ ἔτυχεν,
                            ἀλλοιώσει ἢ αὐξήσει, ὥσπερ καὶ ἐπὶ τοῦ βάρους.</p></div></div></div></body></text></TEI>