<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="7"><div type="textpart" subtype="chapter" n="2"><p>Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλʼ ὅθεν <lb n="2"/> ἡ ἀρχὴ τῆς
                            κινήσεως, ἄμα τῷ κινουμένῳ ἐστί (λέγω δὲ τὸ ἄμα, ὅτι οὐδέν ἐστιν αὐτῶν
                            μεταξύ)· τοῦτο γὰρ κοινὸν <lb n="35"/> ἐπὶ παντὸς κινουμένου καὶ
                            κινοῦντός ἐστιν. ἐπεὶ δὲ τρεῖς αἱ κινήσεις, τε κατὰ τόπον καὶ ἡ κατὰ τὸ
                            ποιὸν καὶ ἡ κατὰ τὸ ποσόν, ἀνάγκη καὶ τὰ κινοῦντα τρία εἶναι, τό τε
                            φέρον καὶ τὸ ἀλλοιμωῦν καὶ τὸ αὖξον ἢ φθῖνον. πρῶτον οὖν εἴπωμεν περὶ
                            τῆς φορᾶς· πρώτη <lb n="40"/> γὰρ αὕτη τῶν κινήσεων. <lg><lb n="11"/><l>ἅπαν δὴ τὸ φερόμενον</l></lg> ἢ ὑφ’ ἑαυτοῦ κινεῖται ἢ ὑπʼ ἄλλου. ὅσα μὲν οὖν αὐτὰ ὑφʼ αὑτῶν
                            κινεῖται, φανερὸν ἐν τούτοις ὅτι ἄμα τὸ κινούμενον καὶ τὸ κινοῦν ἐστιν·
                            ἐνυπάρχει γὰρ αὐτοῖς τὸ πρῶτον κινοῦν, ὥστʼ <lb n="15"/> οὐδέν ἐστιν
                            ἀναμεταξύ· ὅσα δʼ ὑηʼ ἄλλου κινεῖται, τετραχῶς ἀνάγκη γίγνεσθαι· τέτταρα
                            γὰρ εἶδη τῆς ὑπʼ ἄλλου φορᾶς, ἕλξις, ὦσις, ὄχησις, δίνησις. ἅπασαι γὰρ
                            αἱ κατὰ τόπον κινήσεις ἀνάγονται εἰς ταύτας· ἡ μὲν γὰρ ἔπωσις ὦσίς τίς
                            ἐστιν, ὅταν τὸ ἀφʼ αὑτοῦ κινοῦν ἐπακολουθοῦν ὠθῇ, ἡ δʼ ἄπωσις, <lb n="20"/> ὅταν μὴ ἐπακολουθῇ κινῆσαν, ἡ δὲ ῥῖψις, ὅταν σφοδροτέραν
                                <note type="marginal">243b</note> ποιήση τὴν ἀφʼ αὐτοῦ κίνησιν τῆς
                            κατὰ φύσιν φορᾶς, καὶ μέχρι τοσούτου φέρηται ἕως ἂν κρατῇ ἡ κίνησις.
                            πάλιν ἡ δίωσις καὶ σύνωσις ἄπωσις καὶ ἕλξις εἰσίν· ἡ μὲν γὰρ δίωσις
                            ἄπωσις (ἢ γὰρ ἀφʼ αὐτοῦ ἢ ἀπʼ ἄλλου ἐστὶν ἡ <lb n="5"/> ἄπωσις, ἡ δὲ
                            σύνωσις ἕλξις (καὶ γὰρ πρὸς αὑτὸ καὶ πρὸς <pb n="154"/> ἄλλο ἡ ἕλξις).
                            ὥστε καὶ ὅσα τούτων εἴδη, οἷον σπάθησις καὶ κέρκισις· ἡ μὲν γὰρ σύνωσις,
                            ἡ δὲ δίωσις. ὁμοίως δὲ καὶ αἱ ἄλλαι συγκρίσεις καὶ διακρίσεις—ἅπασαι γὰρ
                            ἔσονται διώσεις ἢ συνώσεις —πλὴν ὅσαι ἐν γενέσει καὶ φθορᾷ εἰσιν. ἅμα δὲ
                            φανερὸν ὅτι οὐδʼ ἔστιν ἄλλο τι γένος κινήσεως <lb n="10"/> ἡ σύγκρισις
                            καὶ διάκρισις· ἅπασαι γὰρ διυανέμονται εἴς τινας τῶν εἰρημένων. ἔτι δʼ ἡ
                            μὲν εἰσπνοὴ ἕλξις, ἡ δʼ ἐκπνοὴ ὦσις. ὁμοίως δὲ καὶ ἡ πτύσις, καὶ ὅσαι
                            ἄλλαι διὰ τοῦ σώματος ἢ ἐκκριτικαὶ ἢ ληπτικαὶ κινήσεις· αἱ μὲν γὰρ
                            ἕλξεις εἰσίν, αἱ δʼ ἀπώσεις. δεῖ δὲ καὶ τὰς ἄλλας τὰς κατὰ τόπον
                            ἀνάγειν· <lb n="15"/> ἅπασαι γὰρ πίπτουσιν εἰς τέσσαρας ταύτας, τούτων
                            δὲ πάλιν ἡ ὄχησις καὶ ἡ δίνησις εἰς ἕλξιν καὶ ὦσιν. ἡ μὲν γὰρ ὄχησις
                            κατὰ τούτων τινὰ τῶν τριῶν τρόπων ἐστίν (τὸ μὲν γὰρ ὀχούμενον κινεῖται
                            κατὰ συμβεβηκός, ὕτι ἐν κινουμένῳ ἐστὶν ἢ ἐπὶ κινουμένου τινός, τὸ δʼ
                            ὀχοῦν ὀχεῖ ἢ ἑλκόμενον ἢ <lb n="20"/> ὠθούμενον ἢ δινούμενον, ὥστε κοινή
                            ἐστιν ἁπασῶν τῶν τριῶν ἡ <note type="marginal">244a</note> ὄχησις)· ἡ δὲ
                            δίνησις σύγκειται ἐξ ἕλξεως τε καὶ ὤσεως· ἀνάγκη γὰρ τὸ δινοῦν τὸ μὲν
                            ἕλκειν τὸ δʼ ὠθεῖν· τὸ μὲν γὰρ ἀφʼ αὑτοῦ τὸ δὲ πρὸς αὑτὸ ἄγει. ὥστʼ εἰ
                            τὸ ὠθοῦν καὶ τὸ ἕλκον ἅμα τῷ ὠθουμένῳ καὶ τῷ ἑλκομένῳ, φανερὸν ὅτι <lb n="5"/> τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ.
                            ἀλλὰ μὴν τοῦτο δῆλον καὶ ἐκ τῶν ὁρισμῶν· ὦσις μὲν γάρ ἐστιν ἡ ἀφʼ αὐτοῦ
                            ἢ ἀπʼ ἄλλου πρὸς ἄλλο κίνησις, ἕλξις δὲ ἡ ἀπʼ ἄλλου πρὸς αὑτὸ ἢ πρὸς
                            ἄλλο, ὅταν θάττων ἡ κίνησις ᾖ <del>τοῦ ἕλκοντος</del> τῆς χωριζούσης ἀπʼ
                            ἀλλήλων τὰ συνεχῆ· <lb n="10"/> οὕτω γὰρ συνεφέλκεται θάτερον. (τάχα δὲ
                            δόξειεν ἂν εἶναί τις ἕλξις καὶ ἄλλως· τὸ γὰρ ξύλον ἕλκει τὸ πῦρ οὐχ
                            οὕτως. τὸ δʼ οὐθὲν διαφέρει κιννουμένου τοῦ ἕλκοντος ἢ μένοντος ἕλκειν·
                            ὁτὲ μὲν γὰρ ἕλκει οὗ ἔστιν, ὁτὲ δὲ οὗ ἦν.) ἀδύνατον δὲ ἢ ἀφʼ αὑτοῦ πρὸς
                            ἄλλο ἢ ἀπʼ ἄλλου πρὸς αὑτὸ κινεῖν <lb n="15"/>
                            <pb n="155"/>
                            <note type="marginal">244b</note>μὴ ἁπτόμενον, ὥστε φανερὸν ὅτι τοῦ κατὰ
                            τόπον κινουμένου <lb n="2"/> καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ. <lg><lb n="2"/><l>ἀλλὰ μὴν οὐδὲ τοῦ ἀλλοιουμένου</l></lg> καὶ τοῦ ἀλλοιοῦντος. τοῦτο δὲ δῆλον ἐξ ἐπαγωγῆς· ἐν ἅπασι γὰρ
                            συμβαίνει ἅμα εἶναι τὸ ἔσχατον ἀλλοιοῦν καὶ <lb n="5"/> τὸ πρῶτον
                            ἀλλοιούμενον· <add cause="fix">ὑπόκειται γὰρ ἡμῖν τὸ τὰ ἀλλοιούμενα
                                    <note type="marginal">5a</note>κατὰ τὰς παθητικὰς καλουμένας
                                ποιότητας πάσχοντα <note type="marginal">5b</note>ἀλλοιοῦσθαι</add>.
                            ἅπαν γὰρ σῶμα σώματος διαφέρει τοῖς αἰσθητοῖς <note type="marginal">5C</note>ἢ πλείοσιν ἢ ἐλάττοσιν ἢ τῷ μᾶλλον καὶ ἦττον τοῖς <note type="marginal">5d</note>αὐτοῖς· ἀλλὰ μὴν καὶ ἀλλοιοῦται τὸ
                            ἀλλοιούμενον ὑπὸ τῶν εἰρημένων. ταῦτα γάρ ἐστι πάθη τῆς ὑποκειμένης
                            ποιότητος· ἢ γὰρ θερμαινόμενον ἢ γλυκαινόμενον ἢ πυκνούμενον ἢ
                            ξηραινόμενον ἢ λευκαινόμενον ἀλλοιοῦσθαίφαμεν, ὁμοίως τό τε ἄψυχον καὶ
                            τὸ ἔμύυχον λέγοντες, καὶ πάλιν τῶν ἐμψύχων τά τε μὴ <lb n="10"/>
                            αἰσθητικὰ τῶν μερῶν καὶ αὐτὰς τὰς αἰσθήσεις. ἀλλοιοῦνται γάρ πως καὶ αἱ
                            αἰσθήσεις· ἡ γὰρ αἴσθησις ἡ κατʼ ἐνέργειαν κίνσησίς ἐστι διὰ τοῦ
                            σώματος, πασχούσης τι τῆς αἰσθήσεως. καθʼ ὅσα μὲν οὖν τὸ ἄψυχον
                            ἀλλοιοῦται, καὶ τὸ ἔμψυχον, καθʼ ὅσα δὲ τὸ ἔμψυχον, οὐ κατὰ ταῦτα πάντα
                            τὸ ἄψυχον (οὐ γὰρ ἀλλοιοῦται <lb n="15"/> κατὰ τὰς αἰσθήσεις)· καὶ τὸ
                            μὲν λανθάνει, τὸ δʼ οὐ <note type="marginal">245a</note>λανθάνει πάσχον.
                            οὐδὲν δὲ κωλύει καὶ τῷ ἔμψυχον λανθάνειν, ὔταν μὴ κατὰ τὰς αἰσθήσεις
                            γίγνηται ἡ λλοίωσις. εἴπερ οὖν ἀλλοιοῦται τὸ ἀλλοιούμενον ὑπὸ τῶν
                            αἰσθητῶν, ἐν ἄπασί γε τούτοις φανερὸν ὅτι ἄμα ἐστὶ τὸ ἔσχατον ἀλλοιοῦν
                                <lb n="5"/> καὶ τὸ πρῶτον ἀλλοιούμενον· τῷ μὲν γὰρ συνεχὴς ὁ ἀήρ, τῷ
                            δʼ ἀέρι τὸ σῶμα. πάλιν δὲ τὸ μὲν χρῶμα τῷ φωτί, τὸ δὲ φῶς τῇ ὄψει. τὸν
                            αὐτὸν δὲ τρόπον καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις· πρῶτον γὰρ κινοῦν πρὸς τὸ
                            κινούμενον ὁ ἀήρ. καὶ <pb n="156"/> ἐπὶ τῆς γεύσεως ὁμοίως· ἅμα γὰρ τῇ
                            γεύσει ὁ χυμός. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀψύχων καὶ ἀναισθήτων. ὥστʼ οὐδὲν
                                <lb n="10"/> ἔσται μεταξὺ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος.<lb n="11"/>
                            <lg><l>οὐδὲ</l><lb n="11"/></lg> μὴν τοῦ αὐξανομένου τε καὶ αὔξοντος· αὐξάνει γὰρ τὸ πρῶτον αὖξον
                            προσγιγνόμενον, ὥστε ἓν γίγνεσθαι τὸ ὅλον. καὶ πάλιν φθίνει τὸ φθῖνον
                            ἀπογιγνομένου τινὸς τῶν τοῦ φθίνοντος. ἀνάγκη οὖν συνεχὲς εἶναι καὶ τὸ
                            αὔξον καὶ τὸ φθῖνον, τῶν <lb n="15"/> δὲ συνεχῶν οὐδὲν μεταξύ. φανερὸν
                            οὖν ὅτι τοῦ κινουμένου καὶ τοῦ κινοῦντος πρώτου καὶ ἐσχάτου πρὸς τὸ
                            κινούμενον οὐδέν <note type="marginal">245b</note> ἐστιν ἀνὰ μέσον.</p></div></div></div></body></text></TEI>