<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="7"><div type="textpart" subtype="chapter" n="1"><lb n="1"/><p>Ἅπαν τὸ κινούμενον ὑπό τινος ἀνάγκη κινεῖσθαι· εἰ μὲν γὰρ ἐν ἑαυτῷ μὴ
                            ἔχει τὴν ἀρχὴν τῆς κινήσεως. <lb n="35"/> φανερὸν ὅτι ὑφ’ ἑτέρου
                            κινεῖται (ἄλλο γὰρ ἔσται τὸ κινοῦν)· εἰ δʼ ἐν αὐτῶ, ἔστω <del>τὸ</del>
                            εἰλημμένον ἐφʼ οὗ τὸ AB ὃ κινεῖται καθʼ αὑτό, ἀλλὰ μὴ <add cause="fix">τῷ τῶν</add> τούτου τι κινεῖσθαι. πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν τὸ
                            AB ὑφʼ ἑαυτοῦ κινεῖσθαι διὰ τὸ ὅλον τε κινεῖσθαι καὶ ὑπʼ οὐδενὸς τῶν <lb n="40"/> ἔξωθεν ὅμοιόν ἐστιν ὥσπερ εἰ τοῦ ΚΛ κινοῦντος τὸ ΛΜ καὶ
                            αὐτοῦ κινουμένου εἰ μὴ φάσκοι τις τὸ ΚΜ κινεῖσθαι ὑπό τινος, διὰ τὸ μὴ
                            φανερὸν εἶναι πότερον τὸ κινοῦν καὶ πότερον τὸ κινούμενον· εἶτα τὸ μὴ
                            ὑπό τινος κινούμενον οὐκ ἀνάγκη παύσασθαι κινούμενον τῷ ἄλλο ἠρεμεῖν,
                            ἀλλʼ <lb n="35"/><note type="marginal">242a</note> εἴ τι ἠρεμεῖ τῷ ἄλλο
                            πεπαῦσθαι κινούμενον, ἀνάγκη ὑπό τινος αὐτὸ κινεῖσθαι, τούτου δʼ
                            εἰλημμένου πᾶν τὸ κινούμενον κινήσεται ὑπό τινος. ἐπεὶ γὰρ εἴληπται
                                <del>τὸ</del> κινούμενον ἐφʼ ᾧ τὸ AB, ἀνάγκη διαιρετὸν αὐτὸ εἶναι·
                            πᾶν γὰρ τὸ κινούμενον διαιρετόν. διῃρήσθω δὴ κατὰ τὸ <lb n="40"/> Γ. τοῦ
                            δὴ ΓΒ μὴ κινουμένου οὐ κινηθήσεται τὸ ΑΒ· εἰ γὰρ κινήσεται, δῆλον ὅτι τὸ
                            ΑΓ κινοῖτ᾿ ἂν τοῦ ΓΒ ἠρεμοῦντος, ὥστε οὐ καθʼ αὐτὸ κινηθήσεται καὶ
                            πρῶτον. ἀλλʼ ὑπέκειτο καθʼ αὑτὸ κινεῖσθαι καὶ πρῶτον. ἀνάγκη ἄρα τοῦ ΓΒ
                            μὴ κινουμένου ἠρεμεῖν τὸ AB. ὃ δὲ ἠρεμεῖ <lb n="45"/> μὴ κινουμένου
                            τινός, ὡμολόγηται ὑπό τινος κινεῖσθαι, ὥστε πᾶν ἀνάγκη τὸ κινούμενον ὑπό
                            τινος κινεῖσθαι· ἀεὶ γὰρ ἔσται τὸ κινούμενον διαιρετόν, τοῦ δὲ μέρους μὴ
                            κινουμένου ἀνάγκη καὶ τὸ ὅλον ἠρεμεῖν. <lb n="49"/>
                            <lg><l>ἐπεὶ δὲ πᾶν τὸ κινούμενον</l><lb n="49"/></lg> ἀνάγκη κινεῖσθαι ὑπό τινος, ἐόν γέ τι κινῆται <lb n="50"/>
                            <pb n="151"/> τὴν ἐν τόπῳ κίνησιν ὑπʼ ἄλλου κινουμένου, καὶ πάλιν τὸ
                            κινοῦν ὑπ᾿ ἄλλου κινουμένου κινῆται κἀκεῖνο ὑφʼ ἑτέρου καὶ ἀεὶ οὕτως,
                            ἀνάγκη εἶναί τι τὸ πρῶτον κινοῦν, καὶ μὴ βαδίζειν εἰς ἄπειρον· μὴ γὰρ
                            ἔστω, ἀλλὰ γενέσθω ἄπειρον. <lb n="55"/> κινείσθω δὴ τὸ μὲν Α ὑπὸ τοῦ Β.
                            τὸ δὲ Β ὑπὸ τοῦ Γ, τὸ δὲ Γ ὑπὸ τοῦ Δ, καὶ ἀεὶ τὸ ἐχ όμενον ὑπὸ τοῦ
                            ἐχομένου. ἐπεὶ οὖν ὑπόκειται τὸ κινοῦν κινούμενον κινεῖν, ἀνάγκη ἅμα
                            γίγνεσθαι τὴν τοῦ κινουμένου καὶ τὴν τοῦ κινοῦντος κίνησιν (ἅμα γὰρ
                            κινεῖ τὸ κινοῦν καὶ κινεῖται <lb n="60"/> τὸ κινούμενον)· φανερὸν ⟨οὖν⟩
                            ὅτι ἅμα ἔσται τοῦ Α καὶ τοῦ Β καὶ τοῦ Γ καὶ ἑκάστου τῶν κινούντων καὶ
                            κινουμένων ἡ κίνησις. εἰλήφθω οὖν ἡ ἑκάστου κίνησις, καὶ ἔστω τοῦ μὲν Α
                            ἐφ᾿ ἧς Ε, τοῦ δὲ Β ἐφʼ ἧς Ζ, τῶν <add cause="fix">δὲ</add> ΓΔ ἐφ᾿ ὧν ΗΘ.
                            εἰ γὰρ ἀεὶ κινεῖται ἕκαστον ὑφʼ ἑκάστου, ὅμως ἔσται <lb n="65"/> λαβεῖν
                            μίαν ἑκάστου κίνησιν τῷ ἀριθμῷ· πᾶσα γὰρ κίνησις ἔκ τινος εἴς τι, καὶ
                            οὐκ ἄπειρος τοῖς ἐσχάτοις· λέγω δὴ ἀριθμῷ μίαν κίνησιν τὴν ἐκ τοῦ αὐτοῦ
                            εἰς τὸ αὐτὸ τῷ ἀριθμῷ ἐν τῷ αὐτῷ χρόνῳ τῷ ἀριθμῷ γιγνομένην. ἔστι γὰρ
                            κίνησις καὶ γένει καὶ εἴδει καὶ ἀριθμῷ ἡ αὐτή, <note type="marginal">242b</note><lb n="35"/> γένει μὲν ἡ τῆς αὐτῆς κατηγορίας, οἷον
                            οὐσίας ἢ ποιότητος, εἴδει δὲ ⟨ἡ⟩ ἐκ τοῦ αὐτοῦ τῷ εἴδει εἰς τὸ αὐτὸ τῷ
                            εἴδει, οἷον ἐκ λευκοῦ εἰς μέλαν ἢ ἐξ ἀγαθοῦ εἰς κακὸν ἀδιάφορον τῷ
                            εἴδει· ἀριθμῷ δὲ ἡ ἐξ ἑνὸς τῷ ἀριθμῷ ⟨εἰς ἓν τῷ ἀριθμῷ⟩ ἐν τῷ αὐτῷ
                            χρόνῳ, οἷον ἐκ τοῦδε τοῦ λευκοῦ εἰς τόδε τὸ μέλαν, ἢ ἐκ τοῦδε τοῦ <lb n="40"/> τόπου εἰς τόνδε, ἐν τῷδε τῷ χρόνῳ· εἰ γὰρ ἐν ἄλλῳ, οὐκέτι
                            ἔσται ἀριθμῷ μία κίνησις, ἀλλʼ εἴδει. εἴρηται δὲ περὶ <lb n="42"/>
                            τούτων ἐν τοῖς πρότερον. <lg><lb n="42"/><l>εἰλήφθω δὲ καὶ ὁ χρόνος ἐν</l></lg>
                            <pb n="152"/> κεκίνηται τὴν αὑτοῦ κίνησιν τὸ Α, καὶ ἔστω ἐφʼ ᾧ Κ.
                            πεπερασμένης δʼ οὔσης τῆς τοῦ Α κινήσεως καὶ ὁ χρόνος ἔσται
                            πεπερασμένος. ἐπεὶ δὴ ἄπειρα τὰ κινοῦντα καὶ τὰ <lb n="45"/> κινούμενα,
                            καὶ ἡ κίνησις ἡ ΕΖΗΘ ἡ ἐξ ἁπασῶν ἄπειρος ἔσται· ἐνδέχεται μὲν γὰρ ἴσην
                            εἶναι τὴν τοῦ Α καὶ τοῦ Β καὶ τὴν τῶν ἄλλων, ἐνδέχεται δὲ μείζους τὰς
                            τῶν ἄλλων, ὥστε εἴ τε ἴσαι εἴ τε μείζους, ἀμφοτέρως ἄπειρος ἡ ὅλη·
                            λαμβάνομεν γὰρ τὸ ἐνδεχόμενον. ἐπεὶ δʼ ἅμα κινεῖται καὶ τὸ Α <lb n="50"/> καὶ τῶν ἄλλων ἕκαστον, ἡ ὅλη κίνησις ἐν τῷ αὐτῷ χρόνῳ ἔσται καὶ ἡ τοῦ
                            Α· ἡ δὲ τοῦ Α ἐν πεπερασμένῳ· ὥστε εἴη ἂν ἄπειρος ἐν πεπερασμένῳ, τοῦτο
                            δʼ ἀδύνατον. <lb n="53"/>
                            <lg><l>οὕτω</l><lb n="53"/></lg> μὲν οὖν δόξειεν ἂν δεδεῖχθαι τὸ ἐξ ἀρχῆς, οὐ μὴν ἀποδείκνυται διὰ
                            τὸ μηδὲν δείκνυσθαι ἀδύνατον· ἐνδέχεται <lb n="55"/> γὰρ ἐν πεπερασμένῳ
                            χρόνῳ ἄπειρον εἶναι κίνησιν, μὴ ἑνὸς ἀλλὰ πολλῶν. ὅπερ συμβαίνει καὶ ἐπὶ
                            τούτων· ἕκαστον γὰρ κινεῖται τὴν ἑαυτοῦ κίνησιν, ἅμα δὲ πολλὰ κινεῖσθαι
                            οὐκ ἀδύνατον. ἀλλʼ εἰ τὸ κινοῦν πρώτως κατὰ τόπον καὶ σωματικὴν κίνησιν
                            ἀνάγκη ἢ ἅπτεσθαι ἢ συνεχὲς εἶναι <lb n="60"/> τῷ κινουμένῳ, καθάπερ
                            ὁρῶμεν ἐπὶ πάντων, ἀνάγκη τὰ κινούμενα καὶ τὰ κινοῦντα συνεχῆ εἶναι ἢ
                            ἅπτεσθαι ἀλλήλων, ὥστʼ εἶναί τι ἐξ ἁπάντων ἕν. τοῦτο δὲ εἴτε
                            πεπερασμένον εἴτε ἄπειρον, οὐδὲν διαφέρει πρὸς τὰ νῦν· πάντως γὰρ ἡ
                            κίνησις ἔσται ἄπειρος ἀπείρων ὄντων, εἴπερ <lb n="65"/> ἐνδέχεται καὶ
                            ἴσας εἶναι καὶ μείζους ἀλλήλων· ὃ γὰρ ἐνδέχεται, ληψόμεθα ὡς ὑπάρχον. εἰ
                            οὖν τὸ μὲν ἐκ τῶν ΑΒΓΔ <add cause="fix">ἢ πεπερασμένον ἢ</add> ἄπειρόν
                            τί ἐστιν, κινεῖται δὲ τὴν ΕΖΗΘ κίνησιν ἐν τῷ χρόνῳ τῷ Κ, οὗτος δὲ
                            πεπέρανται, συμβαίνει ἐν πεπερασμένῳ χρόνῳ πειρον διιέναι ἢ τὸ
                            πεπερασμένον ἢ <lb n="70"/>
                            <pb n="153"/> τὸ ἄπειρον. ἀμφοτέρως δὲ ἀδύνατον· ὥστε ἀνάγκη ἵστασθαι
                            καὶ εἶναί τι πρῶτον κινοῦν καὶ κινούμενον. οὐδὲν γὰρ διαφέρει τὸ
                            συμβαίνειν ἐξ ὑποθέσεως τὸ ἀδύνατον· <note type="marginal">243a</note><lb n="30"/> ἡ γὰρ ὑπόθεσις εἴληπται ἐνδεχομένη, τοῦ δʼ
                            ἐνδεχομένου τεθέντος οὐὐὲν προσήκει γίγνεσθαι διὰ τοῦτο ἀδύνατον.</p></div></div></div></body></text></TEI>