<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="6"><div type="textpart" subtype="chapter" n="10"><p>Ἀποδεδειγμένων δὲ τούτων λέγομεν ὅτι τὸ ἀμερὲς οὐκ <lb n="10"/> ἐνδέχεται
                            κινεῖσθαι πλὴν κατὰ συμβεβηκός, οἷον κινουμένου <lb n="10"/> τοῦ σώματος
                            ἢ τοῦ μεγέθους τῷ ἐνυπάρχειν, καθάπερ ἂν εἰ τὸ ἐν τῷ πλοίῳ κινοῖτο ὑπὸ
                            τῆς τοῦ πλοίου φορᾶς ἢ τὸ μέρος τῇ τοῦ ὅλου κινήσει. (ἀμερὲς δὲ λέγω τὸ
                            κατὰ ποσὸν ἀδιαίρετον.) καὶ γὰρ αἱ τῶν μερῶν κινήσεις ἕτεραί εἰσι κατʼ
                            αὐτά τε τὰ μέρη καὶ κατὰ τὴν τοῦ ὅλου κίνησιν. <lb n="15"/> ἴδοι δʼ ἄν
                            τις ἐπὶ τῆς σφαίρας μάλιστα τὴν διαφοράν· οὐ γὰρ ταὐτὸν τάχος ἐστὶ τῶν
                            τε πρὸς τῷ κέντρῳ καὶ τῶν ἐκτὸς καὶ τῆς ὅλης, ὡς οὐ μιᾶς οὔσης κινήσεως.
                            καθάπερ οὖν εἴπομεν, οὕτω μὲν ἐνδέχεται κινεῖσθαι τὸ ἀμερὲς ὡς ὁ ἐν τῷ
                            πλοίῳ καθήμενος τοῦ πλοίου θέοντος, καθʼ αὐτὸ δʼ <lb n="20"/> οὐκ
                            ἐνδέχεται. μεταβαλλέτω γὰρ ἐκ τοῦ AB εἰς τὸ ΒΓ, εἴτʼ ἐκ μεγέθους εἰς
                            μέγεθος εἴτ᾿ ἐξ εἴδους εἰς εἶδος εἴτε κατʼ ἀντίφασιν· ὁ δὲ χρόνος ἔστω
                            ἐν ᾧ πρώτῳ μεταβάλλει ἐφʼ οὗ Δ. οὐκοῦν ἀνάγκη αὐτὸ καθʼ ὃν μεταβάλλει
                            χρόνον ἢ ἐν τῷ AB εἶναι ἢ ἐν τῷ ΒΓ, ἢ τὸ μέν τι αὐτοῦ ἐν <lb n="25"/>
                            τούτῳ τὸ δʼ ἐν θατέρῳ· πᾶν γὰρ τὸ μεταβάλλον οὕτως εἶχεν. ἐν ἑκατέρῳ μὲν
                            οὖν οὐκ ἔσται τι αὐτοῦ μεριστὸν γὰρ ἂν εἴη. ἀλλὰ μὴν οὐδʼ ἐν τῷ ΒΓ·
                            μεταβεβληκὸς γὰρ ἔσται, ὑπόκειται δὲ μεταβάλλειν. λείπεται δὴ αὐτὸ ἐν τῷ
                            AB εἶναι, καθʼ ὃν μεταβάλλει χρόνον. ἠρεμήσει ἄρα· τὸ <pb n="148"/> γὰρ
                            ἐν τῷ αὐτῷ εἶναι χρόνον τινὰ ἡρεμεῖν ἦν. ὥστʼ οὐκ ἐνδέχεται <lb n="30"/>
                            τὸ ἀμερὲς κινεῖσθαι οὐδʼ ὅλως μεταβάλλειν· μοναχῶς γὰρ ἂν οὕτως ἦν αὐτοῦ
                            κίνησις, εἰ ὁ χρόνος ἦν ἐκ τῶν νῦν· αἰεὶ γὰρ ἐν τῷ νῦν κεκινημένον ἂν ἦν
                            καὶ μεταβεβληκός, ὥστε κινεῖσθαι μὲν μηδέποτε, κεκινῆσθαι δʼ ἀεί. <note type="marginal">241a</note> τοῦτο δʼ ὅτι ἀδύνατον, δέδεικται καὶ
                            πρότερον· οὔτε γὰρ ὁ χρόνος ἐκ τῶν νῦν οὔθ᾿ ἡ γραμμὴ ἐκ στιγμῶν οὔθ᾿ ἡ
                            κίνησις ἐκ κινημάτων· οὐθὲν γὰρ ἄλλο ποιεῖ ὁ τοῦτο λέγων ἢ τὴν κίνησιν
                            ἐξ ἀμερῶν, καθάπερ ἂν εἰ τὸν χρόνον ἐκ τῶν νῦν <lb n="5"/> ἢ τὸ μῆκος ἐκ
                                στιγμῶν.<lb n="6"/>
                            <lg><l>ἔτι δὲ καὶ ἐκ τῶνδε φανερὸν ὅτι</l><lb n="6"/></lg> οὔτε στιγμὴν οὔτʼ ἄλλο ἀδιαίρετον οὐθὲν ἐνδέχεται κινεῖσθαι. ἅπαν
                            γὰρ τὸ κινούμενον ἀδύνατον πρότερον μεῖζον κινηθῆναι αὑτοῦ, πρὶν ἢ ἴσον
                            ἢ ἔλαττον. εἰ δὴ τοῦτο, φανερὸν ὅτι καὶ ἡ στιγμὴ ἔλαττον ἢ ἴσον
                            κινηθήσεται πρῶτον. ἐπεὶ δὲ <lb n="10"/> ἀδιαίρετος, ἀδύνατον ἔλαττον
                            κινηθῆναι πρότερον· ἴσην ἄρα αὑτῇ. ὥστε ἔσται ἡ γραμμὴ ἐκ στιγμῶν· αἰεὶ
                            γὰρ ἴσην κινουμένη τὴν πᾶσαν γραμμὴν στιγμὴ καταμετρήσει. εἰ δὲ τοῦτο
                            ἀδύνατον, καὶ τὸ κινεῖσθαι τὸ ἀδιαίρετον ἀδύνατον.</p><p>ἔτι δʼ εἰ ἅπαν ἐν χρόνῳ κινεῖται, ἐν δὲ τῷ νῦν μηθέν, ἅπας <lb n="15"/>
                            δὲ χρόνος διαιρετός, εἴη ἄν τις χρόνος ἐλάττων ὁτῳοῦν τῶν κινουμένων ἢ
                            ἐν ᾧ κινεῖται ὅσον αὐτό. οὗτος μὲν γὰρ ἔσται χρόνος ἐν κινεῖται διὰ τὸ
                            πᾶν ἐν χρόνῳ κινεῖσθαι, χρόνος δὲ πᾶς διαιρετὸς δέδεικται πρότερον. εἰ
                            δʼ ἄρα στιγμὴ κινεῖται, ἔσται τις χρόνος ἐλάττων ἢ ἐν ᾧ αὑτὴν ἐκινήθη.
                            ἀλλὰ <lb n="20"/> ἀδύνατον· ἐν γὰρ τῷ ἐλάττονι ἔλαττον ἀνάγκη κινεῖσθαι.
                            ὥστε ἔσται διαιρετὸν τὸ ἀδιαίρετον εἰς τὸ ἔλαττον, ὥσπερ καὶ ὁ χρόνος
                            εἰς τὸν χρόνον. μοναχῶς γὰρ ἂν κινοῖτο τὸ ἀμερὲς καὶ ἀδιαίρετον, εἰ ἦν
                            ἐν τῷ νῦν κινεῖσθαι δυνατὸν τῷ <pb n="149"/>
                            <lb n="25"/> ἀτόμῳ· τοῦ γὰρ αὐτοῦ λόγου ἐν τῷ νῦν κινεῖσθαι καὶ <lb n="26"/> ἀδιαίρετόν τι κινεῖσθαι. <lg><lb n="26"/><l>μεταβολὴ δʼ οὐκ ἔστιν οὐδεμία ἄπειρος·</l></lg> ἅποσα γὰρ ἦν ἔκ τινος εἴς τι, καὶ ἡ ἐν ἀντιφάσει καὶ ἡ ἐν
                            ἐναντίοις. ὥστε τῶν μὲν κατʼ ἀντίφασιν ἡ φάσις καὶ ἡ ἀπόφασις πέρας
                            (οἷον γενέσεως μὲν τὸ ὄν, φθορᾶς <lb n="30"/> δὲ τὸ μὴ ὄν), τῶν δʼ ἐν
                            τοῖς ἐναντίοις τὰ ἐναντία· ταῦτα γὰρ ἄκρα τῆς μεταβολῆς, ὥστε καὶ
                            ἀλλοιώσεως πάσης (ἐξ ἐναντίων γάρ τινων ἡ ἀλλοίωσις, ὁμοίως δὲ καὶ
                            αὐξήσεως καὶ φθίσεως· αὐξήσεως μὲν γὰρ τὸ πέρας τοῦ <note type="marginal">241b</note>κατὰ τὴν οἰκείαν φύσιν τελείου μεγέθους,
                            φθίσεως δὲ ἡ τούτου ἔκστασις. ἡ δὲ φορὰ οὕτω μὲν οὐκ ἔσται πεπερασμένη·
                            οὐ γὰρ πᾶσα ἐν ἐναντίοις· ἀλλʼ ἐπειδὴ τὸ ἀδύνατον τμηθῆναι οὕτω, τῷ μὴ
                            ἐνδέχεσθαι τμηθῆναι (πλεοναχῶς <lb n="5"/> γὰρ λέγεται τὸ ἀδύνατον), οὐκ
                            ἐνδέχεται τὸ οὕτως ἀδύνατον τέμνεσθαι, οὐδὲ ὅλως τὸ ἀδύνατον γενέσθαι
                            γίγνεσθαι, οὐδὲ τὸ μεταβαλεῖν ἀδύνατον ἐνδέχοιτʼ ἂν μεταβάλλειν εἰς ὃ
                            ἀδύνατον μεταβαλεῖν. εἰ οὖν τὸ φερόμενον μεταβάλλοι εἴς τι, καὶ δυνατὸν
                            ἔσται μεταβαλεῖν. ὥστ᾿ <lb n="10"/> οὐκ ἄπειρος ἡ κίνησις, οὐδʼ
                            οἰσθήσεται τὴν ἄπειρον· ἀδύνατον γὰρ δικλθεῖν αὐτήν. ὅτι μὲν οὖν οὕτως
                            οὐκ ἔστιν ἄπειρος μεταβολὴ ὥστε μὴ ὡρίσθαι πέρασι, φανερόν. ἀλλʼ εἰ
                            οὕτως ἐνδέχεται ὥστε τῷ χρόνῳ εἶναι ἄπειρον τὴν αὐτὴν οὖσαν καὶ μίαν,
                            σκεπτέον. μὴ μιᾶς μὲν γὰρ γιγνομένης οὐθὲν <lb n="15"/> ἴσως κωλύει,
                            οἷον εἰ μετὰ τὴν φορὰν ἀλλοίωσις εἴη καὶ μετὰ τὴν ἀλλοίωσιν αὔξησις καὶ
                            πάλιν γένεσις· οὕτω γὰρ αἰεὶ μὲν ἔσται τῷ χρόνῳ κίνησις, ἀλλʼ οὐ μία διὰ
                            τὸ μὴ εἶναι μίαν ἐξ ἁπασῶν. ὥστε δὲ γίγνεσθαι μίαν, οὐκ ἐνδέχεται
                            ἄπειρον εἶναι τῷ χρόνῳ πλὴν μιᾶς· αὕτη δʼ ἐστὶν <lb n="20"/> ἡ κύκλῳ
                            φορά.</p></div></div></div></body></text></TEI>