<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="5"><div type="textpart" subtype="chapter" n="4"><p>Μία δὲ κίνησις λέγεται πολλαχῶς· τὸ γὰρ ἓν πολλαχῶς <lb n="4"/> λέγομεν.
                            γένει μὲν οὖν μία κατὰ τὰ σχήματα τῆς <lb n="5"/> κατηγορίας ἐστί (φορὰ
                            μὲν γὰρ πάσῃ φορᾷ τῷ γένει μία, ἀλλοίωσις δὲ φορᾶς ἑτέρα τῷ γένε), εἴδει
                            δὲ μία, ὅταν τῷ γένει μία οὖσα καὶ ἐν ἀτόμῳ εἴδει ᾖ. οἷον χρώματος μὲν
                            εἰσὶ διαφοραί—τοιγαροῦν ἄλλη τῷ εἴδει μέλανσις καὶ λεύκανσις <del>πᾶσα
                                οὖν λεύκανσις πάσῃ λευκάνσει ἡ αὐτὴ κατʼ <lb n="10"/> εἶδος ἔσται
                                καὶ πᾶσα μέλανσις μελάνσει</del>—λευκότητος δʼ οὐκέτι· διὸ τῷ εἴδει
                            μία λεύκανσις λευκάνσει πάσῃ. εἰ δʼ ἔστιν ἀτθ’ ἃ καὶ γένη ἅμα καὶ εἶδη
                            ἐστίν, δῆλον ὡς ἔστιν ὡς εἴδει μία ἔσται, ἁπλῶς δὲ μία εἴδει οὔ, οἷον ἡ
                            μάθησις, εἰ ἡ ἐπιστήμη εἶδος μὲν ὑπολήψεως, γένος δὲ τῶν ἐπιστημῶν.
                            ἀπορήσειν <lb n="15"/> δʼ ἄν τις εἰ εἴδει μία <add cause="fix">ἡ</add>
                            κίνησις, ὅταν ἐκ τοῦ αὐτοῦ τὸ αὐτὸ εἰς τὸ αὐτὸ μεταβάλλῃ, οἷον ἡ μία
                            στιγμὴ ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε τὸν τόπον πάλιν καὶ πάλιν. εἰ δὲ
                            τοῦτʼ, ἔσται ἡ κυκλοφορία τῇ εὐθυφορίᾳ ἡ αὐτὴ καὶ ἡ κύλισις τῇ βαδίσει.
                            ἢ διώρισται, τὸ ἐν ᾧ ἂν ἕτερον ᾖ τῷ εἴδει, ὅτι ἑτέρα ἡ κίνησις, <pb n="116"/> τὸ δὲ περιφερὲς τοῦ εὐθέος ἕτερον τῷ εἴδει;<lb n="20"/>
                            <lg><l>γένει μὲν οὖν καὶ</l><lb n="20"/></lg> εἴδει κίνησις μία οὕτως, ἀπλῶς δὲ μία κίνησις ἡ τῇ οὐσίᾳ μία καὶ
                            τῷ ἀριθμῷ τίς δʼ ἡ τοιϲύτη, δῆλον διελομένοις. τρία γάρ ἐστι τὸν ἀριθμὸν
                            περὶ ἃ λέγομεν τὴν κίνησιν, ὃ καὶ ἐν ᾧ καὶ ὅτε. λέγω δʼ ὅτι ἀνάγκη εἶναί
                            τι τὸ κινούμενον, οἶον ἄνθρωπον ἢ χρυσόν, καὶ ἔν τινι τοῦτο κινεῖσθαι,
                            σἴον ἐν <lb n="25"/> τόπῳ ἢ ἐν πάθει, καὶ ποτέ· ἐν χρόνῳ γὰρ πᾶν
                            κινεῖται. τούτων δὲ τὸ μὲν εἶναι τῷ γένει ἢ τῷ εἴδει μίαν ἐστὶν ἐν τῷ
                            πράγματι ἐν ᾧ κινεῖται, τὸ δʼ ἐχομένην ἐν τῷ χρόννῳ τὸ δʼ ἀπλῶς μίαν ἐν
                            ἅπασι τούτοις· καὶ ἐν ᾧ γὰρ ἓν δεῖ εἶναι καὶ ἄτομον, οἶον τὸ εἶδος, καὶ
                            τὸ ὅτε, οἶον τὸν χρόνον <lb n="30"/> ἕνα καὶ μὴ διωαλείπειν, καὶ τὸ
                            κινούμενον ἓν εἶναι μὴ κατὰ συμβεβηκός, ὥσπερ τὸ λευκὸν μελαίνεσθαι καὶ
                            Κορίσκον βαδίζειν (ἓν δὲ Κορίσκος καὶ λευκόν, ἀλλὰ κατὰ συμβεβηκός),
                            μηδὲ κοινόν· εἴη γὰρ ἂν ἅμα δύο ἀνθρώπους ὑγιάζεσθαι τὴν <note type="marginal">228a</note> αὐτὴν ὑγίανσιν, οἷον ὀφθαλμίας· ἀλλʼ οὐ
                            μία αὕτη, ἀλλʼ εἴδει μία. τὸ δὲ Σωκράτη τὴν αὐτὴν μὲν ἀλλοίωσιν
                            ἀλλοιοῦσθαι τῷ εἴδει, ἐν ἄλλῳ δὲ χρόνῳ καὶ πάλιν ἐν ἄλλῳ, εἰ μὲν
                            ἐνδέχεται τὸ φθαρὲν πάλιν ἓν γίγνεσθαι τῷ ἀριθμῷ, εἴη <lb n="5"/> ἂν καὶ
                            αὕτη μία, εἰ δὲ μή, ἡ αὐτὴ μέν, μία δʼ οὔ. ἔχει δʼ ἀπορίαν ταύτῃ
                            παραπλησίαν καὶ πότερον μία ἡ ὑγίεια καὶ ὅλως αἱ ἕξεις καὶ τὰ πάθη τῇ
                            οὐσίᾳ εἰσὶν ἐν τοῖς σώμασιν· κινούμενα γὰρ φαίνεται τὰ ἔχοντα καὶ
                            ῥέοντα. εἰ δὴ ἡ αὐτὴ καὶ μία ἡ ἔωθεν καὶ νῦν ὑγίεια, διὰ τί οὐκ ἂν καὶ
                                <lb n="10"/> ὅταν διαλ ιπὼν λάβη πάλιν τὴν ὑγίειαν, καὶ αὕτη κἀκείνη
                            μία τῷ ἀριθμῷ ἂν εἴη; ὁ γὰρ αὐτὸς λόγος· πλὴν τοσοῦτον διαφέρει, ὅτι εἰ
                            μὲν δύο, διʼ αὐτὸ τοῦτο, ὡς τῷ ἀριθμῷ, καὶ τὰς ἐνεργείας ἀνάγκη (μία γὰρ
                            ἀριθμῷ ἐνέργεια ἑνὸς <pb n="117"/>
                            <lb n="15"/> ἀριθμῷ)· εἰ δʼ ἡ ἕξις μία, ἴσως οὐκ ἄν τῳ δόξειέ πω μία καὶ
                            ἡ ἐνέργεια εἶναι (ὅταν γὰρ παύσηται βαδίζων, οὐκέτι ἔστιν ἡ βάδισις,
                            πάλιν δὲ βαδίζοντος ἔσται). εἰ δʼ οὖν μία καὶ ἡ αὐτή, ἐνδέχοιτʼ ἂν τὸ
                            αὐτὸ καὶ ἓν καὶ φθείρεσθαι <lb n="19"/> καὶ εἶναι πολλάκις. <lg><lb n="19"/><l>αὗται μὲν οὖν εἰσιν αἱ ἀπορίαι ἔξω τῆς</l></lg>
                            <lb n="20"/> νῦν σκέψεως· ἐπεὶ δὲ συνεχὴς πᾶσα κίνησις, τήν τε ἁπλῶς
                            μίαν ἀνάγκη καὶ συνεχῆ εἶναι, εἴπερ πᾶσα διαιρετή, καὶ εἰ συνεχής, μίαν.
                            οὐ γὰρ πᾶσα γένοιτ’ ἂν συνεχὴς πάσῃ, ὥσπερ οὐδʼ ἄλλο οὐδὲν τῷ τυχόντι τὸ
                            τυχόν, ἀλλʼ ὅσων ἓν τὰ ἔσχατα. ἔσχατα δὲ τῶν μὲν οὐκ ἔστι, τῶν δʼ ἔστιν
                            ἄλλα <lb n="25"/> τῷ εἴδει καὶ ὁμώνυμα· πῶς γὰρ ἂν ἅψαιτο ἢ ἓν γένοιτο
                            τὸ ἔσχατον γραμμῆς καὶ βαδίσεως; ἐχόμεναι μὲν οὖν εἶεν ἂν καὶ αἱ μὴ αἱ
                            αὐταὶ τῷ εἴδει μηδὲ τῷ γένει (δραμών γὰρ ἄν τις πυρέξειεν εὐθύς), καὶ
                            οἷον ἡ λαμπὰς <add cause="fix">ἡ</add> ἐκ διαδοχῆς φορὰ ἐχομένη, συνεχὴς
                            δʼ οὔ. κεῖται γὰρ τὸ συνεχές, ὧν <lb n="30"/> τὰ ἔσχατα ἕν. ὥστʼ
                            ἐχόμεναι καὶ ἐφεξῆς εἰσὶ τῷ τὸν χρόνον εἶναι συνεχῆ, συνεχὴς δὲ τῷ τὰς
                            κινήσεις· τοῦτο δʼ, <note type="marginal">228b</note>ὅταν ἓν τὸ ἔσχατον
                            γένηται ἀμφοῖν. διὸ ἀνάγκη τὴν αὐτὴν εἶναι τῷ εἴδει καὶ ἑνὸς καὶ ἐν ἑνὶ
                            χρόνῳ τὴν ἀπλῶς συνεχῆ κίνησιν καὶ μίαν, τῷ χρόνῳ μέν, ὅπως μὴ ἀκινησία
                            μεταξὺ ᾖ (ἐν τῷ διαλείποντι γὰρ ἠρεμεῖν ἀνάγκη· πολλαὶ οὖν <lb n="5"/>
                            καὶ οὐ μία ἡ κίνησις, ὧν ἐστὶν ἠρεμία μεταξύ, ὥστε εἴ τις κίνησις στάσει
                            διαλαμβάνεται, οὐ μία οὐδὲ συνεχής· διαλαμβάνεται δέ, εἰ μεταξὺ χρόνος)·
                            τῆς δὲ τῷ εἴδει μὴ μιᾶς, καὶ εἰ μὴ διαλείπεται <del>ὁ χρόνος</del>, ὁ
                            μὲν <del>γὰρ</del> χρόνος εἶς, τῷ εἴδει δʼ ἡ κίνησις ἄλλη· τὴν μὲν γὰρ
                            μίαν ἀνάγκη <pb n="118"/> καὶ τῷ εἴδει μίαν εἶναι, ταύτην δʼ ἁπλῶς μίαν
                            οὐκ ἀνάγκη. <lb n="10"/> τίς μὲν οὖν κίνησις ἀπλῶς μία, εἴρηται· ἔτι δὲ
                            λέγεται μία καὶ ἡ τέλειος, ἐάν τε κατὰ γένος ἐάν τε κατʼ εἶδος ἦ ἐάν τε
                            κατʼ οὐσίαν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τὸ τέλειον καὶ ὅλον τοῦ ἑνός. ἔστι
                            δʼ ὅτε κἂν ἀτελὴς ᾖ μία λέγεται, ἐὰν μόνον ᾖ συνεχής.<lb n="15"/>
                            <lg><l>ἔτι δʼ ἄλλως παρὰ τὰς εἰρημένας λέγεται</l><lb n="15"/></lg> μία κίνησις ἡ ὁμαλής. ἡ γὰρ ἀνώμαλος ἔστιν ὡς οὐ δοκεῖ. μία, ἀλλὰ
                            μᾶλλον ἡ ὁμαλής, ὥσπερ ἡ εὐθεῖσ· ἡ γὰρ ἀνώμαλος διαιρετή. ἔοικε δὲ
                            διαφέρειν ὡς τὸ μᾶλλον καὶ ἦττον. ἔστιν δὲ ἐν ἁπάσῃ κινήσει τὸ ὁμαλῶς ἢ
                            μή· καὶ γὰρ ἂν ἀλλοιοῖτο ὁμαλῶς, καὶ φέροιτο ἐφʼ ὁμαλοῦ οἶον κύκλου <lb n="20"/> ἢ εὐθείας, καὶ περὶ αὔξησιν ὡσαύτως καὶ φθίσιν. ἀνωμαλία δʼ
                            ἐστὶν διαφορὰ ὁτὲ μὲν ἐφʼ ᾦ κινεῖται (ἀδύνατον γὰρ ὁμαλὴν εἶναι τὴν
                            κίνησιν μὴ ἐπὶ ὁμαλῷ μεγέθει, οἷον ἡ τῆς κεκλασμένης κίνησις ἢ ἡ τῆς
                            ἕλικος ἢ ἄλλου μεγέθους, ὧν μὴ ἐφαρμόττει τὸ τυχὸν ἐπὶ τὸ τυχὸν μέρος)·
                            ἡ δὲ οὔτε <lb n="25"/> ἐν τῷ ὃ οὔτʼ ἐν τῷ πότε οὔτε ἐν τῷ εἰς ὅ, ἀλλʼ ἐν
                            τῷ ὥς. ταχυτῆτι γὰρ καὶ βραδυτῆτι ἐνίοτε διώρισται· ἧς μὲν γὰρ τὸ αὐτὸ
                            τάχος, ὁμαλής, ἧς δὲ μή, ἀνώμαλος. διὸ οὐκ εἴδη κινήσεως οὐδὲ διαφοραὶ
                            τάχος καὶ βραδυτής, ὅτι πάσαις ἀκολουθεῖ ταῖς διμαφόροις κατʼ εἶδος.
                            ὥστε οὐδὲ βαρύτης καὶ <lb n="30"/> κουφότης ἡ εἰς τὸ αὐτό, οἶον γῆς πρὸς
                            αὐτὴν ἢ πυρὸς πρὸς αὐτό. μία μὲν οὖν ἡ ἀνώμαλος τῷ συνεχὴς <add cause="fix">εἶναι</add>, ἧττον δέ, ὅπερ <note type="marginal">229a</note> τῇ κεκλασμένῃ συμβαίνει φορᾷ τὸ δʼ ἧττον μίξις αἰεὶ τοῦ
                            ἐναντίου. εἰ δὲ πᾶσαν τὴν μίαν ἐνδέχεται καὶ ὁμαλὴν εἶναι <pb n="119"/>
                            καὶ μή, οὐκ ἂν εἴησαν αἱ ἐχόμεναι αἱ μὴ κατʼ εἶδος αἱ αὐται <lb n="5"/>
                            μία καὶ συνεχής· πῶς γὰρ ἂν εἴη ὁμαλὴς ἠ ἐξ ἀλλοιώσεως συγκειμένη καὶ
                            φορᾶς; δέοι γὰρ ἂν ἐφαρμόττειν.</p></div></div></div></body></text></TEI>