<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="9"><lb n="9"/><p>Εἰσὶν δέ τινες οἳ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ οἴονται φανερὸν εἶναι ὅτι ἔστι
                            κενόν. εἰ μὲν γὰρ μὴ ἔστι μανὸν καὶ πυκνόν, οὐδὲ συνιέναι καὶ πιλεῖσθαι
                            οἷόν τε· εἰ δὲ τοῦτο μὴ εἴη, ἢ ὅλως κίνησις οὐκ ἔσται, ἢ κυμανεῖ τὸ
                            ὅλον, ὥσπερ <lb n="25"/> ἔφη Ξοῦθος, ἢ εἰς ἴσον ἀεὶ <add cause="fix">δεῖ</add> μεταβάλλειν ἀέρα καὶ ὕδωρ (λέγω δὲ οἷον εἰ ἐξ ὕδατος
                            κυάθου γέγονεν ἀήρ, ἅμα ἐξ ἴσου <pb n="86"/> ἀέρος ὕδωρ τοσοῦτον
                            γεγενῆσθαι), ἢ κενὸν εἶναι ἐξ ἀνάγκης· συμπιλεῖσθαι γὰρ καὶ
                            ἐπεκτείνεσθαι οὐκ ἐνδέχεται ἄλλως. <lb n="30"/> εἰ μὲν οὖν τὸ μανὸν
                            λέγουσι τὸ πολλὰ κενὰ κεχωρισμένα ἔχον, φανερὸν ὡς εἰ μηδὲ κενὸν
                            ἐνδέχεται εἶναι χωριστὸν ὥσπερ μηδὲ τόπον ἔχοντα διάστημα αὑτοῦ, οὐδὲ
                            μανὸν οὕτως· εἰ δὲ μὴ χωριστόν, ἀλλʼ ὅμως ἐνεῖναί τι κενόν, ἦττον μὲν
                            ἀδύνατον, συμβαίνει δὲ πρῶτον μὲν οὐ πάσης κινήσεως <lb n="35"/> αἴτιον
                            τὸ κενόν, ἀλλὰ τῆς ἄνω (τὸ γὰρ μανὸν κοῦφον, διὸ <note type="marginal">217a</note>καὶ τὸ πῦρ μανὸν εἶναί φασιν, ἔπειτα κινήσεως αἴτιον οὐχ
                            οὕτω τὸ κενὸν ὡς ἐν ᾧ, ἀλλʼ ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐτοὶ ἄνω φέρουσι
                            τὸ συνεχές, οὕτω τὸ κενὸν ἄνω φέρει. καίτοι πῶς οἷόν τε φορὰν εἶναι
                            κενοῦ ἢ τόπον κενοῦ; κενοῦ γὰρ γίγνεται <lb n="5"/> κενόν, εἰς ὃ
                            φέρεται. ἔτι δὲ πῶς ἐπὶ τοῦ βαρέος ἀποδώσουσιν τὸ φέρεσθαι κάτω; καὶ
                            δῆλον ὅτι εἰ ὅσῳ ἂν μανότερον καὶ κενώτερον ἢ ἄνω οἰσθήσεται, εἰ ὅλως
                            εἴη κενόν, τάχιστʼ ἂν φέροιτο. ἴσως δὲ καὶ τοῦτʼ ἀδύνατον κινηθῆναι·
                            λόγος δʼ ὁ αὐτός, ὥσπερ ὅτι ἐν τῷ κενῷ ἀκίνητα πάντα, οὕτω <lb n="10"/>
                            καὶ τὸ κενὸν ὅτι ἀκίνητον· ἀσύμβλητα γὰρ τὰ τάχη. <lg><lb n="10"/><l>ἐπεὶ</l></lg> δὲ κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ ἄλλα δʼ ἠπόρηται ἀληθῶς, ὅτι ἢ
                            κίνησις οὐκ ἔσται, εἰ μὴ ἔσται πύκνωσις καὶ μάνωσις, ἢ κυμανεῖ ὁ
                            οὐρανός, ἢ αἰεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ· ἀὴρ ἐξ ὕδατος (δῆλον γὰρ
                            ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίγνεται· <lb n="15"/> ἀνάγκη τοίνυν, εἰ μὴ
                            ἔστι πίλησις, ἢ ἐξωθούμενον τὸ ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἢ
                            ἄλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος
                            ᾖ, ἢ μηδὲν κινεῖσθαι· ἀεὶ γὰρ μεθισταμένου τοῦτο συμβήσεται, ἂν μὴ κύκλῳ
                            περιίστηται· οὐκ ἀεὶ δʼ εἰς τὸ κύκλῳ ἡ <pb n="87"/> φορά, ἀλλὰ καὶ εἰς
                            εὐθύ)· οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι <lb n="20"/> φαῖεν ἂν εἶναι, ἡμεῖς
                            δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἔστιν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ
                            ψυχροῦ καὶ τῶν ἄλλων τῶν φυσικῶν ἐναντιώσεων, καὶ ἐκ δυνάμει ὄντος
                            ἐνεργείᾳ ὂν γίγνεται, καὶ οὐ χωριστὴ μὲν ἡ ὕλη, τὸ δʼ εἶναι ἕτε· ρον,
                            καὶ μία τῷ ἀριθμῷ, εἰ ἔτυχε, χροιᾶς καὶ θερμοῦ <lb n="25"/> καὶ
                                ψυχροῦ.<lb n="26"/>
                            <lg><l>ἔστι δὲ καὶ σώματος ὕλη καὶ μεγάλου καὶ</l><lb n="26"/></lg> μικροῦ ἡ αὐτή. δῆλον δέ· ὅταν γὰρ ἐξ ὕδατος ἀὴρ γένηται, ἡ αὐτὴ
                            ὕλη οὐ προσλαβοῦσά τι ἄλλο ἐγένετο, ἀλλʼ ὃ ἦν δυνάμει, ἐνεργείᾳ ἐγένετο,
                            καὶ πάλιν ὕδωρ ἐξ ἀέρος ὡσαύτως, ὁτὲ μὲν εἰς μέγεθος ἐκ μικρότητος, ὁτὲ
                            δʼ εἰς μικρότητα <lb n="30"/> ἐκ μεγέθους. ὁμοίως τοίνυν κἂν ὁ ἀὴρ πολὺς
                            ὢν ἐν ἐλάττονι γίγνηται ὄγκῳ καὶ ἐξ ἐλάττονος μείζων, ἡ δυνάμει οὖσα ὕλη
                            γίγνεται ἄμφω. ὥσπερ γὰρ καὶ ἐκ ψυχροῦ θερμὸν καὶ ἐκ θερμοῦ ψυχρὸν ἡ
                            αὐτή, ὅτι ἦν δυνάμει, οὕτω καὶ ἐκ θερμοῦ μᾶλλον θερμόν, οὐδενὸς
                            γενομένου ἐν τῇ ὕλῃ θερμοῦ ὃ οὐκ ἦν <note type="marginal">217b</note>
                            θερμὸν ὅτε ἧττον ἦν θερμόν, ὥσπερ γε οὐδʼ ἡ τοῦ μείζονος κύκλου
                            περιφέρεια καὶ κυρτότης ἐὰν γίγνηται ἐλάττονος κύκλου, <add cause="fix">ἢ</add> ἡ αὐτὴ οὖσα ἢ ἄλλη, ἐν οὐθενὶ ἐγγέγονε τὸ κυρτὸν ὃ ἦν οὐ
                            κυρτὸν ἀλλʼ εὐθύ (οὐ γὰρ τῷ διαλείπειν τὸ ἧττον ἢ τὸ μᾶλλον <lb n="5"/>
                            ἔστιν)· οὐδʼ ἔστι τῆς φλογὸς λαβεῖν τι μέγεθος ἐν οὐ καὶ θερμότης καὶ
                            λευκότης ἔνεστιν. οὕτω τοίνυν καὶ ἡ πρότερον θερμότης <add cause="fix">πρὸς</add> τὴν ὕστερον. ὥστε καὶ τὸ μέγεθος καὶ ἡ μικρότης τοῦ
                            αἰσθητοῦ ὄγκου οὐ προσλαβούσης τι τῆς ὕλης ἐπεκτείνεται, ἀλλʼ ὅτι
                            δυνάμει ἐστὶν ὕλη ἀμφοῖν· ὥστʼ ἐστὶ τὸ αὐτὸ πυκνὸν καὶ μανόν, <lb n="10"/> καὶ μία ὕλη αὐτῶν. ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ <pb n="88"/> δὲ
                            μανὸν κοῦφον. <del>ἔτι ὥσπερ ἡ τοῦ κύκλου περιφέρεια συναγομένη εἰς
                                ἔλαττον οὐκ ἄλλο τι λαμβάνει τὸ κοῖλον, ἀλλʼ ὃ ἦν συνήχθη, καὶ τοῦ
                                πυρὸς ὅ τι ἄν τις λάβῃ πᾶν ἔσται <lb n="15"/> θερμόν, οὕτω καὶ τὸ
                                πᾶν συναγωγὴ καὶ διαστολὴ τῆς αὐτῆς ὕλης.</del> δύο γὰρ ἔστιν ἐφʼ
                            ἑκατέρου, τοῦ τε πυκνοῦ καὶ τοῦ μανοῦ· τό τε γὰρ βαρὺ καὶ τὸ σκληρὸν
                            πυκνὰ δοκεῖ εἶναι, καὶ τἀναντία μανὰ τό τε κοῦφον καὶ τὸ μαλακόν· <lb n="20"/> διαφωνεῖ δὲ τὸ βαρὺ καὶ τὸ σκληρὸν ἐπὶ μολίβδου καὶ
                            σιδήρου. <lg><lb n="20"/><l>ἐκ δὴ τῶν εἰρημένων φανερὸν ὡς οὔτʼ ἀποκεκριμένον</l></lg> κενὸν ἔστιν, οὔθ᾿ ἁπλῶς οὔτʼ ἐν τῷ μανῷ, οὔτε δυνάμει, εἰ μή τις
                            βούλεται πάντως καλεῖν κενὸν τὸ αἴτιον τοῦ φέρεσθαι. οὕτω δʼ ἡ τοῦ
                            βαρέος καὶ κούφου ὕλη, ᾗ τοιαύτη, εἴη ἂν τὸ κενόν· τὸ γὰρ πυκνὸν καὶ τὸ
                            μανὸν κατὰ ταύτην τὴν ἐναντίωσιν <lb n="25"/> φορᾶς ποιητικά, κατὰ δὲ τὸ
                            σκληρὸν καὶ μαλακὸν πάθους καὶ ἀπαθείας, καὶ οὐ φορᾶς ἀλλʼ ἑτεροιώσεως
                            μᾶλλον. καὶ περὶ μὲν κενοῦ, πῶς ἔστι καὶ πῶς οὐκ ἔστι, διωρίσθω τὸν
                            τρόπον τοῦτον.</p></div></div></div></body></text></TEI>