<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="8"><p>Ὅτι δʼ οὐκ ἔστιν κενὸν οὕτω κεχαωρισμένον, ὡς ἔνιοί φασι, <lb n="8"/>
                            λέγωμεν πάλιν. εἰ γὰρ ἔστιν ἑκάστου φορά τις τῶν ἁπλῶν σωμάτων φύσει,
                            οἶον τῷ πυρὶ μὲν ἄνω τῇ δὲ γῇ κάτω <lb n="15"/> καὶ πρὸς τὸ μέσον, δῆλον
                            ὅτι οὐκ ἂν τὸ κενὸν αἴτιον εἴη τῆς φορᾶς. τίνος οὖν αἴτιον ἔσται τὸ
                            κενόν; δοκεῖ γὰρ σἴτιον εἶναι κινήσεως τῆς κατὰ τόπον, ταύτης δʼ οὐκ
                            ἔστιν, ἔτι εἰ ἔστιν τι οἷον τόπος ἐστερημένος σώματος, ὅταν κενόν, ποῦ
                            οἰσθήσεται τὸ εἰστεθὲν εἰς αὐτὸ σῶμα; οὐ γὰρ δὴ εἰς ἅπαν. ὁ δʼ <lb n="20"/> αὐτὸς λόγος καὶ πρὸς τοὺς τὸν τόπον οἰομένους εἶναί τι
                            κεχωρισμένον, εἰς ὃν φέρεται· πῶς γὰρ οἰσθήσεται τὸ ἐντεθὲν ἢ μενεῖ; καὶ
                            περὶ τοῦ ἄνω καὶ κάτω καὶ περὶ τοῦ κενοῦ ὁ αὐτὸς ἁρμόσει λόγος εἰκότως·
                            τὸ γὰρ κενὸν τόπον ποιοῦσιν οἱ εἶναι φάσκοντες· καὶ πῶς δὴ ἐνέσται ἢ ἐν
                                <del>τῶ</del> τόπῳ <lb n="25"/> ἢ ἐν τῷ κενῷ; οὐ γὰρ συμβαίνει, ὅταν
                            ὅλον τεθῇ ὡς ἐν κεχωρισμένῳ τόπῳ καὶ ὑπομένοντι σῶμά τι· τὸ γὰρ μέρος,
                            ἂν μὴ χωρὶς τιθῆται, οὐκ ἔσται ἐν τόπῳ ἀλλʼ ἐν τῷ ὅλῳ. <lb n="28"/> ἔτι
                            εἰ μὴ τόπος, οὐδὲ κενὸν ἔσται. <lg><lb n="28"/><l>συμβαίνει δὲ τοῖς λέγουσιν</l></lg>
                            <pb n="81"/> εἶναι κενὸν ὡς ἀναγκαῖον, εἴπερ ἔσται κίνησις, τοὐναντίον
                            μᾶλλον, ἄν τις ἐπισκοπῇ, μὴ ἐνδέχεσθαι μηδὲ ἓν κινεῖσθαι, <lb n="30"/>
                            ἐὰν ᾖ κενόν· ὥσπερ γὰρ οἱ διὰ τὸ ὅμοιον φάμενοι τὴν γῆν ἠρεμεῖν, οὕτω
                            καὶ ἐν τῷ κενῷ ἀνάγκη ἠρεμεῖν· οὐ γὰρ ἔστιν οὖ μᾶλλον ἢ ἧττον
                            κινηθήσεται· ᾗ γὰρ κενόν, οὐκ ἔχει διαφοράν. ἔπειθʼ ὅτι πᾶσα κίνησις ἢ
                            βίᾳ ἢ <note type="marginal">215a</note> κατὰ φύσιν. ἀνάγκη δὲ ἄν περ ᾖ
                                <add cause="fix">ἡ</add> βίαιος, εἶναι καὶ τὴν κατὰ φύσιν (ἡ μὲν γὰρ
                            βίαιος παρὰ φύσιν, ἡ δὲ παρὰ φύσιν ὑστέρα τῆς κατὰ φύσιν)· ὥστʼ εἰ μὴ
                            κατὰ φύσιν ἔστιν ἑκάστῳ τῶν φυσικῶν σωμάτων κίνησις, οὐδὲ τῶν <lb n="5"/> ἄλλων ἔσται κινήσεων οὐδεμία. ἀλλὰ μὴν φύσει γε πῶς ἔσται μηδεμιᾶς
                            οὔσης διαφορᾶς κατὰ τὸ κενὸν καὶ τὸ ἄπειρον; ᾗ μὲν γὰρ ἄπειρον, οὐδὲν
                            ἔσται ἄνω οὐδὲ κάτω οὐδὲ μέσον, ᾗ δὲ κενόν, οὐδὲν διάφορον τὸ ἄνω τοῦ
                            κάτω (ὥσπερ γὰρ τοῦ μηδενὸς οὐδεμία ἔστι διαφορά, οὕτω καὶ τοῦ κενοῦ·
                                <lb n="10"/> τὸ γὰρ κενὸν μὴ ὄν τι καὶ στέρησις δοκεῖ εἶναι). ἡ δὲ
                            φύσει φορὰ διάφορος, ὥστε ἔσται φύσει διάφορα. ἢ οὖν οὐκ ἔστι φύσει
                            οὐδαμοῦ οὐδενὶ φορά, ἢ εἰ τοῦτʼ ἔστιν, οὐκ ἔστι κενόν. ἔτι νῦν μὲν
                            κινεῖται τὰ ῥιπτούμενα τοῦ ὤσαντος οὐχ ἁπτομένου, ἢ διʼ ἀντιπερίστασιν,
                            ὥσπερ ἔνιοί φασιν, ἢ διὰ <lb n="15"/> τὸ ὠθεῖν τὸν ὠσθέντα ἀέρα θάττω
                            κίνησιν τῆς τοῦ ὠσθέντος φορᾶς ἣν φέρεται εἰς τὸν οἰκεῖον τόπον· ἐν δὲ
                            τῷ κενῷ οὐδὲν τούτων ὑπάρχει, οὐδʼ ἔσται φέρεσθαι ἀλλʼ ἢ ὡς τὸ
                            ὀχούμενον. ἔτι οὐδεὶς ἂν ἔχοι εἰπεῖν διὰ τί κινηθὲν στήσεταί που· τί γὰρ
                            μᾶλλον ἐνταῦθα ἢ ἐνταῦθα; ὥστε ἢ ἠρεμήσει <lb n="20"/> ἢ εἰς ἄπειρον
                            ἀνάγκη φέρεσθαι, ἐὰν μή τι ἐμποδίσῃ κρεῖττον. ἔτι νῦν μὲν εἰς τὸ κενὸν
                            διὰ τὸ ὑπείκειν φέρεσθαι <pb n="82"/> δοκεῖ· ἐν δὲ τῷ κενῷ πάντῃ ὁμοίως
                            τὸ τοιοῦτον, ὥστε <lb n="24"/> πάντῃ οἰσθήσεται. <lg><lb n="24"/><l>ἔτι δὲ καὶ ἐκ τῶνδε φανερὸν τὸ λεγόμενον.</l></lg>
                            <lb n="25"/> ὁρῶμεν γὰρ τὸ αὐτὸ βάρος καὶ σῶμα θᾶττον φερόμενον διὰ δύο
                            αἰτίας, ἢ τῷ διαφέρειν τὸ δι’ οὗ, οἷον διʼ ὕδατος ἢ γῆς ἢ διʼ ὕδατος ἢ
                            ἀέρος, ἢ τῷ διαφέρειν τὸ φερόμενον, ἐὰν τἆλλα ταὐτὰ ὑπάρχῃ, διὰ τὴν
                            ὑπεροχὴν τοῦ βάρους ἢ τῆς κουφότητος. τὸ μὲν οὖν διʼ οὗ φέρεται αἴτιον,
                            ὅτι ἐμποδίζει <lb n="30"/> μάλιστα μὲν ἀντιφερόμενον, ἔπειτα καὶ μένον·
                            μᾶλλον δὲ τὸ μὴ εὐδιαίρετον· τοιοῦτο δὲ τὸ παχύτερον. τὸ δὴ ἐφʼ οὗ <note type="marginal">215b</note>Α οἰσθήσεται διὰ τοῦ Β τὸν ἐφʼ ᾧ Γ
                            χρόνον, διὰ δὲ τοῦ Δ λεπτοτέρου ὄντος τὸν ἐφʼ ᾧ Ε, εἰ ἴσον τὸ μῆκος τὸ
                            τοῦ Β τῷ Δ, κατὰ τὴν ἀναλογίαν τοῦ ἐμποδίζοντος σώματος. ἔστω γὰρ τὸ μὲν
                            Β ὕδωρ, τὸ δὲ Δ ἀήρ· ὅσῳ δὴ λεπτότερον <lb n="5"/> ἀὴρ ὕδατος καὶ
                            ἀσωματώτερον, τοσούτῳ θᾶττον τὸ Α διὰ τοῦ Δ οἰσθήσεται ἢ διὰ τοῦ Β.
                            ἐχέτω δὴ τὸν αὐτὸν λόγον ὅνπερ διέστηκεν ἀὴρ πρὸς ὕδωρ, τὸ τάχος πρὸς τὸ
                            τάχος. ὥστε εἰ διπλασίως λεπτόν, ἐν διπλασίῳ χρόνῳ τὴν τὸ Β δί. εισιν ἢ
                            τὴν τὸ Δ, καὶ ἔσται ὁ ἐφʼ Γ χρόνος διπλάσιος <lb n="10"/> τοῦ ἐφʼ ᾧ Ε.
                            καὶ ἀεὶ δὴ ὅσῳ ἂν ᾖ ἀσωματώτερον καὶ ἧττον ἐμποδιστικὸν καὶ
                            εὐδιαιρετώτερον διʼ οὗ φέρεται, θᾶττον οἰσθήσεται. τὸ δὲ κενὸν οὐδένα
                            ἔχει λόγον ᾧ ὑπερέχεται ὑπὸ τοῦ σώματος, ὥσπερ οὐδὲ τὸ μηδὲν πρὸς
                            ἀριθμόν. εἰ γὰρ τὰ τέτταρα τῶν τριῶν ὑπερέχει ἑνί, πλείονι δὲ τοῖν
                            δυοῖν, καὶ <lb n="15"/> ἔτι πλείονι τοῦ ἑνὸς ἢ τοῖν δυοῖν, τοῦ δὲ
                            μηδενὸς οὐκέτι ἔχει <pb n="83"/> λόγον ᾧ ὑπερέχει· ἀνάγκη γὰρ τὸ
                            ὑπερέχον διαιρεῖσθαι εἴς τε τὴν ὑπεροχὴν καὶ τὸ ὑπερεχόμενον, ὥστε ἔσται
                            τὰ τέτταρα ὅσῳ τε ὑπερέχει καὶ οὐδέν. διὸ οὐδὲ γραμμὴ στιγμῆς ὑπερέχει,
                            εἰ μὴ σύγκειται ἐκ στιγμῶν. ὁμοίως δὲ καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδένα
                            οἷόν τε ἔχειν λόγον, ὥστε οὐδὲ <lb n="20"/> τὴν κίνησιν, ἀλλʼ εἰ διὰ τοῦ
                            λεπτοτάτου ἐν τοσῳδὶ τὴν τοσήνδε φέρεται, διὰ τοῦ κενοῦ παντὸς
                            ὑπερβάλλει λόγου. <lb n="22"/>
                            <lg><l>ἔστω γὰρ</l><lb n="22"/></lg> τὸ Ζ κενόν, ἴσον δὲ <del>τῷ μεγέθει</del> τοῖς Β καὶ Δ. τὸ δὴ Α εἰ
                            δίεισι καὶ κινηθήσεται ἐν τινὶ μὲν χρόνῳ, τῷ ἐφʼ οὗ Η, ἐν ἐλάττονι δὲ
                            τοῦ ἐφʼ οὗ Ε, τοῦτον ἕξει τὸν λόγον τὸ <lb n="25"/> κενὸν πρὸς τὸ
                            πλῆρες. ἀλλʼ ἐν τοσούτῳ χρόνῳ ὅσος ἐφʼ οὗ τὸ Η, τοῦ Δ τὸ Α δίεισι τὴν τὸ
                            Θ. δίεισι δέ γε κἂν ᾖ τι λεπτότητι διαφέρον τοῦ ἀέρος ἐφʼ ᾧ τὸ ταύτην
                            τὴν ἀναλογίαν ἣν ἔχει ὁ χρόνος ἐφʼ Ε πρὸς τὸν ἐφʼ Η. ἂν γὰρ τοσούτῳ
                            λεπτότερον τὸ ἐφʼ σῶμα τοῦ <lb n="30"/> Δ, ὅσῳ ὑπερέχει τὸ Ε τοῦ Η,
                            ἀντεστραμμένως δίεισι τῷ τάχει ἐν τῷ τοσούτῳ ὅσον τὸ Η, τὴν τὸ τὸ ἐφʼ οὗ
                            Α, ἐὰν <note type="marginal">216a</note> φέρηται. ἐὰν τοίνυν μηδὲν ᾖ
                            σῶμα ἐν τῷ Ζ, ἔτι θᾶττον. ἀλλʼ ᾖν ἐν τῷ Η. ὥστʼ ἐν ἴσῳ χρόνῳ δίεισι
                            πλῆρές τε ὂν καὶ κενόν. ἀλλʼ ἀδύνατον. φανερὸν τοίνυν ὅτι, εἰ ἔστι
                            χρόνος ἐν ᾧ τοῦ κενοῦ ὁτιοῦν οἰσθήσεται, συμβήσεται τοῦτο τὸ ἀδύνατον·
                            ἐν ἴσῳ <lb n="5"/> γὰρ ληφθήσεται πλῆρές τε ὂν διεξιέναι τι καὶ κενόν·
                            ἔσται γάρ τι ἀνάλογον σῶμα ἕτερον πρὸς ἕτερον ὡς χρόνος πρὸς χρόνον. ὡς
                            δʼ ἐν κεφαλαίῳ εἰπεῖν, δῆλον τὸ τοῦ συμβαίνοντος αἴτιον, ὅτι κινήσεως
                            μὲν πρὸς κίνησιν πάσης ἔστι λόγος (ἐν χρόνῳ <pb n="84"/>
                            <lb n="10"/> γάρ ἐστι, χρόνου δὲ παντὸς ἔστι πρὸς χρόνον, πεπερασμένων
                                <lb n="11"/> ἀμφοῖν, κενοῦ δὲ πρὸς πλῆρες οὐκ ἔστιν. <lg><lb n="11"/><l>ᾗ μὲν οὖν διαφέρουσι</l></lg> διʼ ὧν φέρονται, ταῦτα συμβαίνει, κατὰ δὲ τὴν τῶν φερομένων
                            ὑπεροχὴν τάδε· ὁρῶμεν γὰρ τὰ μείζω ῥοπὴν ἔχοντα ἢ βάρους ἢ κουφότητος,
                            ἐὰν τἆλλα ὁμοίως ἔχῃ <del>τοῖς σχήμασι</del>, <lb n="15"/> θᾶττον
                            φερόμενα τὸ ἴσον χωρίον, καὶ κατὰ λόγον ὃν ἔχουσι τὰ μεγέθη πρὸς ἄλληλα.
                            ὥστε καὶ διὰ τοῦ κενοῦ. ἀλλʼ ἀδύνατον· διὰ τίνα γὰρ αἰτίαν οἰσθήσεται
                            θᾶττον; ἐν μὲν γὰρ τοῖς πλήρεσιν ἐξ ἀνάγκης· θᾶττον γὰρ διαιρεῖ τῇ ἰσχύϊ
                            τὸ μεῖζον· ἢ γὰρ σχήματι διαιρεῖ, ἢ ῥοπῇ ἣν ἔχει <lb n="20"/> τὸ
                            φερόμενον ἢ τὸ ἀφεθέν, ἰσοταχῆ ἄρα πάντʼ ἔσται. ἀλλʼ <lb n="21"/>
                            ἀδύνατον. <lg><lb n="21"/><l>ὅτι μὲν οὖν εἰ ἔστι κενόν, συμβαίνει τοὐναντίον ἢ διʼ</l></lg> ὃ κατασκευάζουσιν οἱ φάσκοντες εἶναι κενόν, φανερὸν ἐκ τῶν
                            εἰρημένων. οἱ μὲν οὖν οἴονται τὸ κενὸν εἶναι, εἴπερ ἔσται ἡ κατὰ τόπον
                            κίνησις, ἀποκεκριμένον καθʼ αὑτό· τοῦτο δὲ τοὐτόν <lb n="25"/> ἐστι τῷ
                            τὸν τόπον φάναι εἶναί τι κεχωρισμένον· τοῦτο δʼ <lb n="26"/> ὅτι
                            ἀδύνατον, εἴρηται πρότερον. <lg><lb n="26"/><l>καὶ καθʼ αὑτὸ δὲ σκοποῦσιν</l></lg> φανείη ἂν τὸ λεγόμενον κενὸν ὡς ἀληθῶς κενόν. ὥσπερ γὰρ ἐὰν ἐν
                            ὕδατι τιθῇ τις κύβον, ἐκστήσεται τοσοῦτον ὕδωρ ὅσος ὁ κύβος, οὕτω καὶ ἐν
                            ἀέρι· ἀλλὰ τῇ αἰσθήσει ἄδηλον. καὶ <lb n="30"/> αἰεὶ δὴ ἐν παντὶ σώματι
                            ἔχοντι μετάστασιν, ἐφʼ ὃ πέφυκε μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται,
                            μεθίστασθαι ἢ κάτω αἰεί, εἰ κάτω ἡ φορὰ ὥσπερ γῆς, ἢ ἄνω, εἰ πῦρ, ἢ ἐπʼ
                            ἄμφω, <del>ἢ</del> ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον· ἐν δὲ δὴ τῷ κενῷ τοῦτο
                            μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου <lb n="35"/> τὸ ἴσον
                            διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον <pb n="85"/> ἐν τῷ κενῷ,
                            ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ <note type="marginal">216b</note> κύβῳ μηδʼ ὁ ἀήρ, ἀλλὰ πάντῃ διῇεσαν διʼ αὐτοῦ. ἀλλὰ μὴν
                            καὶ ὁ κύβος γε ἔχει τοσοῦτον μέγεθος, ὅσον κατέχει κενόν· ὃ εἰ καὶ
                            θερμὸν ἢ ψυχρόν ἐστιν ἢ βαρὺ ἢ κοῦφον, οὐδὲν ἧττον ἕτερον τῷ εἶναι
                            πάντων τῶν παθημάτων ἐστί, καὶ <lb n="5"/> εἰ μὴ χωριστόν· λέγω δὲ τὸν
                            ὄγκον τοῦ ξυλίνου κύβου. ὥστʼ εἰ καὶ χωρισθείη τῶν ἄλλων πάντων καὶ μήτε
                            βαρὺ μήτε κοῦφον εἴη, καθέξει τὸ ἴσον κενὸν καὶ ἐν τῷ αὐτῶ ἔσται τῷ τοῦ
                            τόπου καὶ τῷ τοῦ κενοῦ μέρει ἴσῳ ἑαυτῶ. τι οὖν διοίσει τὸ τοῦ κύβου σῶμα
                            τοῦ ἴσου κενοῦ καὶ τόπου; καὶ εἰ δύο τοιαῦτα, διὰ <lb n="10"/> τί οὐ καὶ
                            ὁποσαοῦν ἐν τῷ αὐτῶ ἔσται; ἓν μὲν δὴ τοῦτο ἄτοπον καὶ ἀδύνατον. ἔτι δὲ
                            φανερὸν ὅτι τοῦτο ὁ κύβος ἕξει καὶ μεθιστάμενος, ὃ καὶ τὰ ἄλλα σώματα
                            πάντʼ ἔχει. ὥστʼ εἰ τοῦ τόπου μηδὲν διαφέρει, τί δεῖ ποιεῖν τόπον τοῖς
                            σώμασιν παρὰ τὸν ἑκάστου ὄγκον, εἰ ἀπαθὲς ὁ ὄγκος; οὐδὲν γὰρ
                            συμβάλλεται, <lb n="15"/> εἰ ἕτερον περὶ αὐτὸν ἴσον διάστημα τοιοῦτον
                            εἴη. <del>ἔτι δεῖ δῆλον εἶναι οἷον κενὸν ἐν τοῖς κινουμένοις. νῦν δʼ
                                οὐδαμοῦ ἐντὸς τοῦ κόσμου· ὁ γὰρ ἀὴρ ἔστιν τι, οὐ δοκεῖ δέ γε—οὐδὲ τὸ
                                ὕδωρ, εἰ ἦσαν οἱ ἰχθύες σιδηροῖ· τῇ ἁφῇ γὰρ ἡ κρίσις τοῦ
                                ἁπτοῦ.</del> ὅτι μὲν τοίνυν οὐκ ἔστι κεχωρισμένον κενόν, ἐκ τούτων
                                <lb n="20"/> ἐστὶ δῆλον.</p></div></div></div></body></text></TEI>