<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="5"><p>Ὧι μὲν οὖν σώματι ἔστι τι ἐκτὸς σῶμα περιέχον αὐτό, <lb n="5"/> τοῦτο
                            ἔστιν ἐν τόπῳ, ᾧ δὲ μή, οὔ. διὸ κἂν ὕδωρ γένηται τοι· οῦτο, τὰ μὲν μόρια
                            κινήσεται αὐτοῦ (περιέχεται γὰρ ὑπʼ ἀλλήλων, τὸ δὲ πᾶν ἔστι μὲν ὡς
                            κινήσεται ἔστι δʼ ὡς οὔ. <lb n="35"/> ὡς μὲν γὰρ ὅλον, ἅμα τὸν τόπον οὐ
                            μεταβάλλει, κύκλῳ <note type="marginal">212b</note>δὲ κινεῖται—τῶν
                            μορίων γὰρ οὗτος ὁ τόπος—καὶ ἄνω μὲν καὶ κάτω οὔ, κύκλῳ δʼ ἔνια· τὰ δὲ
                            καὶ ἄνω καὶ κάτω, ὅσα <pb n="74"/> ἔχει πύκνωσιν καὶ μάνωσιν. ὥσπερ δʼ
                            ἐλέχθη, τὰ μέν ἐστιν ἐν τόπῳ κατὰ δύναμιν, τὰ δὲ κατʼ ἐνέργειαν. διὸ
                            ὅταν μὲν συνεχὲς ᾖ τὸ ὁμοιμερές, κατὰ δύναμιν ἐν τόπῳ τὰ μέρη. <lb n="5"/> ὅταν δὲ χωρισθῇ μὲν ἅπτηται δʼ ὥσπερ σωρός, κατʼ ἐνέργειαν. καὶ τὰ
                            μὲν καθʼ αὐτά (οἷον πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ κατʼ αὔξησιν κινητὸν καθʼ
                            αὐτό που, ὁ δʼ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλος οὐδʼ ἔν τινι τόπῳ
                            ἐστίν, εἴ γε μηδὲν αὐτὸν περιέχει σῶμα· ἐφʼ δὲ κινεῖται, ταύτῃ καὶ τόπος
                            ἔστι τοῖς μορίοις· <lb n="10"/> ἕτερον γὰρ ἑτέρου ἐχόμενον τῶν μορίων
                            ἐστίν)· τὰ δὲ κατὰ συμβεβηκός, οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός· τὰ γὰρ μόρια
                            ἐν τόπῳ πως πάντα· ἐπὶ τῷ κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο. διὸ κινεῖται μὲν
                            κύκλῳ τὸ ἄνω, τὸ δὲ πᾶν οὔ που. τὺ γάρ που αὐτό τέ ἐστί τι, καὶ ἔτι ἄλλο
                            τι δεῖ εἶναι παρὰ τοῦτο ἐν <lb n="15"/> ᾧ, ὃ περιέχει· παρὰ δὲ τὸ πᾶν
                            καὶ ὅλον οὐδέν ἐστιν ἔξω τοῦ παντός, καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα· ὁ
                            γὰρ οὐρανὸς τὸ πᾶν ἴσως. ἔστι δʼ ὁ τόπος οὐχ ὁ οὐρανός, ἀλλὰ τοῦ οὐρανοῦ
                            τι τὸ ἔσχατον καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος <del>πέρας
                            ἠρεμοῦν</del>. καὶ διὰ τοῦτο ἡ μὲν γῇ ἐν τῷ ὕδατι, τοῦτο δʼ ἐν <lb n="20"/> τῷ ἀέρι, οὗτος δʼ ἐν τῷ αἰθέρι, ὁ δʼ αἰθὴρ ἐν τῷ οὐρανῶ. ὁ
                            δʼ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ.<lb n="22"/>
                            <lg><l>φανερὸν δʼ ἐκ τούτων ὅτι καὶ</l><lb n="22"/></lg> αἱ ἀπορίαι πᾶσαι λύοιντʼ ἂν οὕτω λεγομένου τοῦ τόπου, οὔτε γὰρ
                            συναύξεσθαι ἀνάγκη τὸν τόπον, οὕτε στιγμῆς εἶναι τόπον, οὔτε δύο σώματα
                            ἐν τῷ αὐτῷ τόπῳ, οὔτε διάστημά τι <lb n="25"/> εἶναι σωματικόν (σῶμα γὰρ
                            τὸ μεταξὺ τοῦ τόπου τὸ τυχόν, ἀλλʼ οὐ διάστημα σώματος). καὶ ἔστιν ὁ
                            τόπος καὶ πού, οὐχ ὡς ἐν τόπῳ δέ, ἀλλʼ ὡς τὸ πέρας ἐν τῷ πεπερασμένῳ. οὐ
                            γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ, ἀλλὰ τὸ κινητὸν σῶμα. καὶ φέρεται δὴ εἰς τὸν
                            αὐτοῦ τόπον ἕκαστον εὐλόγως (ὃ γὰρ ἐφεξῆς <lb n="30"/> καὶ ἁπτόμενον μὴ
                            βίᾳ, συγγενές· καὶ συμπεφυκότα <pb n="75"/> μὲν ἀπαθῆ, ἁπτόμενα δὲ
                            παθητικὰ καὶ ποιητικὰ ἀλλήλων)· καὶ μένει δὴ φύσει πᾶν ἐν τῷ οἰκείῳ τόπῳ
                            οὐκ ἀλόγως· καὶ γὰρ τὸ μέρος, τὸ δὲ ἐν <del>τῶ</del> τόπῳ ὡς <lb n="35"/> διαιρετὸν μέρος πρὸς ὅλον ἐστίν, οἷον ὅταν ὕδατος κινήση τις <note type="marginal">213a</note>μόριον ἢ ἀέρος. οὕτω δὲ καὶ ἀὴρ ἔχει πρὸς
                            ὕδωρ· οἷον ὕλη γάρ, τὸ δὲ εἶδος, τὸ μὲν ὕδωρ ὕλη ἀέρος, ὁ δʼ ἀὴρ οἷον
                            ἐνέργειά τις ἐκείνου· τὸ γὰρ ὕδωρ δυνάμει ἀήρ ἐστιν, ὁ δʼ ἀὴρ δυνάμει
                            ὕδωρ ἄλλον τρόπον. διοριστέον δὲ περὶ τούτων <lb n="5"/> ὕστερον· ἀλλὰ
                            διὰ τὸν καιρὸν ἀνάγκη μὲν εἰπεῖν, ἀσαφῶς δὲ νῦν ῥηθὲν τότʼ ἔσται
                            σαφέστερον. εἰ οὖν τὸ αὐτὸ <del>ἡ</del> ὕλη καὶ ἐντελέχεια (ὕδωρ γὰρ
                            ἄμφω, ἀλλὰ τὸ μὲν δυνάμει τὸ δʼ ἐντελεχείᾳ, ἔχοι ἂν ὡς μόριόν πως πρὸς
                            ὅλον. διὸ καὶ τούτοις ἁφὴ ἔστιν· σύμφυσις δέ, ὅταν ἄμφω ἐνεργείᾳ <lb n="10"/> ἓν γένωνται. καὶ περὶ μὲν τόπου, καὶ ὅτι ἔστι καὶ τί ἐστιν,
                            εἴρηται.</p></div></div></div></body></text></TEI>