<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="14"><lb n="14"/><p>Τούτων δʼ ἡμῖν οὕτω διωρισμένων φανερὸν ὅτι πᾶσα <lb n="30"/> μεταβολὴ
                            καὶ ἅπαν τὸ κινούμενον ἐν χρόνῳ. τὸ γὰρ θᾶττον <pb n="103"/> καὶ
                            βραδύτερον κατὰ πᾶσάν ἐστιν μεταβολήν (ἐν πᾶσι γὰρ οὕτω φαίνεται)· λέγω
                            δὲ θᾶττον κινεῖσθαι τὸ πρότερον μεταβάλλον <note type="marginal">223a</note>εἰς τὸ ὑποκείμενον κατὰ τὸ αὐτὸ διάστημα καὶ ὁμαλὴν
                            κίνησιν κινούμενον (οἶον ἐπὶ τῆς φορᾶς, εἰ ἄμφω κατὰ τὴν περιφερῆ
                            κινεῖται ἢ ἄμφω κατὰ τὴν εὐθεῖαν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων). ἀλλὰ μὴν
                            τό γε πρότερον ἐν χρόνῳ ἐστί <lb n="5"/> πρότερον γὰρ καὶ ὕστερον
                            λέγομεν κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν, τὸ δὲ νῦν ὅρος τοῦ παρήκοντος
                            καὶ τοῦ μέλλοντος· ὥστʼ ἐπεὶ τὰ νῦν ἐν χρόνῳ, καὶ τὸ πρότερον καὶ
                            ὕστερον ἐν χρόνηῳ ἔσται· ἐν ᾦ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν ἀπόστασις.
                            (ἐναντίως δὲ λέγεται τὸ πρότερον κατά τε τὸν παρεληλυθότα χρόνον <lb n="10"/> καὶ τὸν μέλλοντα· ἐν μὲν γὰρ τῷ παρεληλυθότι πρότερον
                            λέγομεν τὸ πορρώτερον τοῦ νῦν, ὕστερον δὲ τὸ ἐγγύτερον, ἐν δὲ τῷ
                            μέλλοντι πρότερον μὲν τὸ ἐγγύτερον, ὕστερον δὲ τὸ πορρώτερον.) ὥστε ἐπεὶ
                            τὸ μὲν πρότερον ἐν χρόνῳ, πάσῃ δʼ ἀκολουθεῖ κινήσει τὸ πρότερον, φανερὸν
                            ὅτι πᾶσα μεταβολὴ <lb n="15"/> καὶ πᾶσα κίνησις ἐν χρόνῳ ἐστίν.</p><p>ἄξιον δʼ ἐπισκέψεως καὶ πῶς ποτε ἔχει ὁ χρόνος πρὸς τὴν ψυχήν, καὶ διὰ τί
                            ἐν παντὶ δοκεῖ εἶναι ὁ χρόνος, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν οὐρανῷ. ἢ
                            ὅτι κινήσεώς τι πάθος ἢ ἕξις, ἀριθμός γε ὥν, ταῦτα δὲ κινητὰ πάντα (ἐν
                            τόπῳ <lb n="20"/> γὰρ πάντα), ὁ δὲ χρόνος καὶ ἡ κίνησις ἄμα κατά τε
                            δύναμιν καὶ κατʼ ἐνέργειμαν; πότερον δὲ μὴ οὔσης ψυχῆς εἴη ἂν ὁ χρόνος ἢ
                            οὔ, ἀπορήσειεν ἄν τις. ἀδυνάτου γὰρ ὄντος εἶναι τοῦ ἀριθμήσοντος
                            ἀδύνατον καὶ ἀριθμητόν τι εἶναι, ὥστε δῆλον ὅτι οὐδʼ ἀριθμός. ἀριθμὸς
                            γὰρ ἢ τὸ ἠριθμημένον ἢ τὸ <lb n="25"/> ἀριθμητόν. εἰ δὲ μηδὲν ἄλλο
                            πέφυκεν ἀριθμεῖν ἢ ψυχὴ καὶ ψυχῆς νοῦς, ἀδύνατον εἶναι χρόνον ψυχῆς μὴ
                            οὕσης, ἀλλʼ <pb n="104"/> ἢ τοῦτο ὅ ποτε ὂν ἔστιν ὁ χρόνος, οἷον εἰ
                            ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς. τὸ δὲ πρότερον καὶ ὕστερον ἐν
                            κινήσει ἐστίν· χρόνος δὲ ταῦτʼ ἐστὶν ᾗ ἀριθμητά ἐστιν.<lb n="29"/>
                            <lg><l>ἀπορήσειε δʼ ἄν τις</l><lb n="29"/></lg> καὶ ποίας κινήσεως ὁ χρόνος ἀριθμός. ἢ ὁποιασοῦν; καὶ γὰρ <lb n="30"/> γίγνεται ἐν χρόνῳ καὶ φθείρεται καὶ αὐξάνεται καὶ
                            ἀλλοιοῦται καὶ φέρεται· ᾗ οὖν κίνησίς ἐστι, ταύτῃ ἐστὶν ἑκάστης κινήσεως
                            ἀριθμός. διὸ κινήσεως ἐστιν ἁπλῶς ἀριθμὸς συνεχοῦς, ἀλλʼ οὐ τινός. ἀλλʼ
                            ἔστι νῦν κεκινῆσθαι καὶ ἄλλο <note type="marginal">223b</note> ὧν
                            ἑκατέρας τῆς κινήσεως εἴη ἂν ἀριθμός. ἕτερος οὖν χρόνος ἔστιν, καὶ ἅμα
                            δύο ἴσοι χρόνοι ἂν εἶεν· ἢ οὔ; ὁ αὐτὸς γὰρ χρόνος καὶ εἶς ὁ ἴσος καὶ
                            ἅμα· εἴδει δὲ καὶ οἱ μὴ ἅμα· εἰ γὰρ εἶεν κύνες, οἱ δʼ ἵπποι, ἑκάτεροι δʼ
                            ἑπτά, ὁ αὐτὸς ἀριθμός. <lb n="5"/> οὕτω δὲ καὶ τῶν κινήσεων τῶν ἅμα
                            περαινομένων ὁ αὐτὸς χρόνος, ἀλλʼ ἡ μὲν ταχεῖα ἴσως ἡ δʼ οὔ, καὶ ἡ μὲν
                            φορὰ ἡ δʼ ἀλλοίωσις· ὁ μέντοι χρόνος ὁ αὐτός, εἴπερ καὶ <del>ὁ
                                ἀριθμὸς</del> ἴσος καὶ ἅμα, τῆς τε ἀλλοιώσεως καὶ τῆς φορᾶς. καὶ διὰ
                            τοῦτο αἱ μὲν κινήσεις ἕτεραι καὶ χωρίς, ὁ <lb n="10"/> δὲ χρόνος
                            πανταχοῦ ὁ αὐτός, ὅτι καὶ ὁ ἀριθμὸς εἶς καὶ ὁ αὐτὸς πανταχοῦ ὁ τῶν ἴσων
                            καὶ ἅμα.<lb n="12"/>
                            <lg><l>ἐπεὶ δʼ ἔστι φορὰ</l><lb n="12"/></lg> καὶ ταύτης ἡ κύκλῳ, ἀριθμεῖται δʼ ἕκαστον ἑνί τινι συγγενεῖ, <pb n="105"/> μονάδες μονάδι, ἵπποι δʼ ἵππῳ, οὕτω <add cause="fix">δὲ</add> καὶ ὁ χρόνος χρόνῳ <lb n="15"/> τινὶ ὡρισμένῳ, μετρεῖται
                            δʼ, ὥσπερ εἴπομεν, ὅ τε χρόνος κινήσει καὶ ἡ κινήσις χρόνῳ (τοῦτο δʼ
                            ἐστίν, ὅτι ὑπὸ τῆς ὡρισμένης κινήσεαως χρύνῳ μετρεῖται τῆς τε κινήσεως
                            τὸ ποσὸν καὶ τοῦ χρόνου)--εἰ οὖν τὸ πρῶτον μέτρον πάντων τῶν συγγενῶν, ἡ
                            κυκλοφορία ἡ ὁμαλὴς μέτρον μάλιστα, ὅτι. ὁ ἀριθμὸς <lb n="20"/> ὁ ταύτης
                            γνωριμώτατος. ἀλλοίωσις μὲν οὖν οὐδὲ αὔξησις οὐδὲ γένεσις οὐκ εἰσὶν
                            ὁμαλεῖς, φορὰ δʼ ἔστιν. διὸ καὶ δοκεῖ ὁ χρόνος εἶναι ἡ τῆς σφαίρας
                            κίνησις, ὅτι ταύτῃ μετροῦνται αἱ ἄλλαι κινήσεις καὶ ὁ χρόνος ταύτῃ τῇ
                            κινήσει. διὰ δὲ τοῦτο καὶ τὸ εἰωθὸς λέγεσθαι συμβαίνει· φασὶν γὰρ κύκλον
                                <lb n="25"/> εἶναι τὰ ἀνθρώπινα πράγματα, καὶ τῶν ἄλλων τῶν κί·
                            νησιν ἐχόντων φυσικὴν καὶ γένεσιν καὶ φθοράν. τοῦτο δέ, ὅτι ταῦτα πάντα
                            τῷ χρόνῳ κρίνεται, καὶ λαμβάνει τελευτὴν καὶ ἀρχὴν ὥσπερ ἂν εἰ κατά τινα
                            περίοδον. καὶ γὰρ ὁ χρόνος αὐτὸς εἶναι δοκεῖ κύκλος τις· τοῦτο δὲ πάλιν
                            δοκεῖ, <lb n="30"/> διότι τοιαύτης ἐστὶ φορᾶς μέτρον καὶ μετρεῖται αὐτὸς
                            ὑπὸ τοιαύτης. ὥστε τὸ λέγειν εἶναι τὰ γιγνόμενα τῶν πραγμάτων κύκλον τὸ
                            λέγειν ἐστὶν τοῦ χρόνου εἶναί τινα κύκλον· τοῦτο δέ, ὅτι μετρεῖται τῇ
                            κυκλοφορίᾳ· παρὰ γὰρ τὸ μέτρον οὐδὲν <note type="marginal">224a</note>ἄλλο παρεμφαίνεται τῷ μετρουμένῳ, ἀλλʼ ἢ πλείω μέτρα <lb n="2"/> τὸ ὅλον. <lg><lb n="2"/><l>λέγεται δὲ ὀρθῶς καὶ ὅτι ἀριθμὸς μὲν ὁ αὐτὸς ὁ</l></lg> τῶν προβάτων καὶ τῶν κυνῶν, εἰ ἴσος ἑκάτερος, δεκὰς δὲ οὐχ ἡ αὐτὴ
                            οὐδὲ δέκα τὰ αὐτά, ὥσπερ οὐδὲ τρίγωνα τὰ αὐτὰ <lb n="5"/> τὸ ἰσόπλευρον
                            καὶ τὸ σκαληνές, καίτοι σχῆμά γε ταὐτό, ὅτι τρίγωνα ἄμφω· ταὐτὸ γὰρ
                            λέγεται οἧ μὴ διαφέρει διαφορᾷ, <pb n="106"/> ἀλλʼ οὐχὶ οὗ διαφέρει,
                            οἷον τρίγωνον τριγώνου <add cause="fix">τριγώνου</add> διαφορᾷ
                            διμαφέρει· τοιγαροῦν ἕτερα τρίγωνα· σχήματος δέ οὔ, ἀλλʼ ἐν τῇ αὐτῇ
                            διαιρέσει καὶ μιᾷ. σχῆμα γὰρ τὸ μὲν τοιόνδε κύκλος, τὸ δὲ τοιόνδε
                            τρίγωνον, τούτου δέ τὸ μὲν τοι. <lb n="10"/> όνδε ἰσόπλευρον, τὸ δὲ
                            τοιόνδε σκαληνές. σχῆμα μὲν οὖν τὸ αὐτό, καὶ τοῦτο τρίγωνον, τρίγωνον δʼ
                            οὐ τὸ αὐτό. καὶ ἀριθμὸς δὴ ὁ αὐτός (οὐ γὰρ διμαφέρει ἀριθμοῦ διαφορᾷ ὁ
                            ἀριθμὸς αὐτῶν), δεκὰς δʼ οὐχ ἡ αὐτή· ἐφʼ ὧν γὰρ λέγεται, διαφέρει· τὰ
                            μὲν γὰρ κύνες, τὰ δʼ ἵπποι. καὶ περὶ μὲν <lb n="15"/> χρόνου καὶ αὐτοῦ
                            καὶ τῶν περὶ αὐτὸν οἰκείων τῇ σκέψει εἴρηται.</p></div></div></div></body></text></TEI>