<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="12"><lb n="12"/><p>Ἐλάχιστος δὲ ἀριθμὸς ὁ μὲν ἁπλῶς ἐστὶν ἡ δυάς· τὶς δὲ ἀριθμὸς ἔστι μὲν ὡς
                            ἔστιν, ἔστι δʼ ὡς οὐκ ἔστιν, οἷον γραμμῆς ἐλάχιστος πλήθει μέν ἐστιν αἱ
                            δύο ἢ ἡ μία, μεγέθει δʼ οὐκ ἔστιν ἐλάχιστος· ἀεὶ γὰρ διαιρεῖται πᾶσα
                            γραμμή. <lb n="30"/> ὥστε ὁμοίως καὶ χρόνος· ἐλάχιστος γὰρ κατὰ μὲν
                            ἀριθμόν ἐστιν ὁ εἷς ἢ οἱ δύο, κατὰ μέγεθος δʼ οὐκ ἔστιν.<lb n="32"/>
                            <lg><l>φανερὸν</l><lb n="32"/></lg> δὲ καὶ ὅτι ταχὺς μὲν καὶ βραδὺς οὐ λέγεται, πολὺς δὲ <note type="marginal">220b</note> καὶ ὀλίγος καὶ μακρὸς καὶ βραχύς. ᾗ μὲν
                            γὰρ συνεχής, μακρὸς καὶ βραχύς, ᾗ δὲ ἀριθμός, πολὺς καὶ ὀλίγος. ταχὺς δὲ
                            καὶ βραδὺς οὐκ ἔστιν· οὐδὲ γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν ταχὺς καὶ βραδὺς
                                οὐδείς.<lb n="5"/>
                            <lg><l>καὶ ὁ αὐτὸς δὲ πανταχοῦ</l><lb n="5"/></lg> ἅμα· πρότερον δὲ καὶ ὕστερον οὐχ ὁ αὐτός, ὅτι καὶ ἡ μεταβολὴ ἡ μὲν
                            παροῦσα μία, ἡ δὲ γεγενημένη καὶ ἡ μέλλουσα <pb n="97"/> ἑτέρα, ὁ δὲ
                            χρόνος ἀριθμός ἐστιν οὐχ ᾧ ἀριθμοῦμεν ἀλλʼ ὁ ἀριθμούμενος, οὗτος δὲ
                            συμβαίνει πρότερον καὶ ὕστερον <lb n="10"/> ἀεὶ ἕτερος· τὰ γὰρ νῦν
                            ἕτερα. ἔστι δὲ ὁ ἀριθμὸς εἷς μὲν καὶ ὁ αὐτὸς ὁ τῶν ἑκατὸν ἵππων καὶ ὁ
                            τῶν ἑκατὸν ἀνθρώπων, ὧν δʼ ἀριθμός, ἕτερα, οἱ ἵπποι τῶν ἀνθρώπων. ἔτι ὡς
                            ἐνδέχεται κίνησιν εἶναι τὴν αὐτὴν καὶ μίαν πάλιν καὶ πάλιν, <lb n="14"/>
                            οὕτω καὶ χρόνον, οἷον ἐνιαυτὸν ἢ ἔαρ ἢ μετόπωρον. <lg><lb n="14"/><l>οὐ</l></lg>
                            <lb n="15"/> μόνον δὲ τὴν κίνησιν τῷ χρόνῳ μετροῦμεν, ἀλλὰ καὶ τῇ
                            κινήσει τὸν χρόνον διὰ τὸ ὁρίζεσθαι ὑπʼ ἀλλήλων· ὁ μὲν γὰρ χρόνος ὁρίζει
                            τὴν κίνησιν ἀριθμὸς ὢν αὐτῆς, ἡ δὲ κίνησις τὸν χρόνον. καὶ λέγομεν πολὺν
                            καὶ ὀλίγον χρόνον τῇ κινήσει μετροῦντες, καθάπερ καὶ τῷ ἀριθμητῷ τὸν
                            ἀριθμόν, οἷον τῷ <lb n="20"/> ἑνὶ ἵππῳ τὸν τῶν ἵππων ἀριθμόν. τῷ μὲν γὰρ
                            ἀριθμῷ τὸ τῶν ἵππων πλῆθος γνωρίζομεν, πάλιν δὲ τῷ ἑνὶ ἵππῳ τὸν τῶν
                            ἵππων ἀριθμὸν αὐτόν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ χρόνου καὶ τῆς κινήσεως· τῷ
                            μὲν γὰρ χρόνῳ τὴν κίνησιν, τῇ δὲ κινήσει τὸν χρόνον μετροῦμεν. καὶ τοῦτʼ
                            εὐλόγως συμβέβηκεν· ἀκολουθεῖ <lb n="25"/> γὰρ τῷ μὲν μεγέθει ἡ κίνησις,
                            τῇ δὲ κινήσει ὁ χρόνος, τῷ καὶ ποσὰ καὶ συνεχῆ καὶ διαιρετὰ εἶναι· διὰ
                            μὲν γὰρ τὸ τὸ μέγεθος εἶναι τοιοῦτον ἡ κίνησις ταῦτα πέπονθεν, διὰ δὲ
                            τὴν κίνησιν ὁ χρόνος. καὶ μετροῦμεν καὶ τὸ μέγεθος τῇ κινήσει καὶ τὴν
                            κίνησιν τῷ μεγέθει· πολλὴν γὰρ εἶναί <lb n="30"/> φαμεν τὴν ὁδόν, ἂν ἡ
                            πορεία πολλή, καὶ ταύτην πολλήν, ἂν ἡ ὁδὸς <del>ᾖ</del> πολλή· καὶ τὸν
                            χρόνον, ἂν ἡ κίνησις, <lb n="32"/> καὶ τὴν κίνησιν, ἂν ὁ χρόνος. <lg><lb n="32"/><l>ἐπεὶ δʼ ἐστὶν ὁ χρόνος μέτρον</l></lg>
                            <note type="marginal">221a</note>κινήσεως καὶ τοῦ κινεῖσθαι, μετρεῖ δʼ
                            οὗτος τὴν κίνησιν τῷ ὁρίσαι <pb n="98"/> τινὰ κίνησιν ἣ καταμετρήσει τὴν
                            ὅλην (ὥσπερ καὶ τὸ μῆκος ὁ πῆχυς τῷ ὁρίσαι τι μέγεθος ὃ ἀναμετρήσει τὸ
                            ὅλον), καὶ ἔστιν τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι τῷ χρόνῳ καὶ
                            αὐτὴν καὶ τὸ εἶναι αὐτῆς (ἅμα γὰρ τὴν κίνησιν <lb n="5"/> καὶ τὸ εἶναι
                            τῆς κινήσεως μετρεῖ, καὶ τοῦτʼ ἔστιν αὐτῇ τὸ ἐν χρόνῳ εἶναι, τὸ
                            μετρεῖσθαι αὐτῆς τὸ εἶναι), δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῦτʼ ἔστι τὸ ἐν
                            χρόνῳ εἶναι, τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου. τὸ γὰρ ἐν
                            χρόνῳ εἶναι δυοῖν ἐστιν θάτερον, ἓν μὲν τὸ εἶναι τότε ὅτε ὁ χρόνος
                            ἔστιν, <lb n="10"/> ἓν δὲ ὥσπερ ἔνια λέγομεν ὅτι ἐν ἀριθμῷ ἐστιν. τοῦτο
                            δὲ σημαίνει ἤτοι ὡς μέρος ἀριθμοῦ καὶ πάθος, καὶ ὅλως ὅτι τοῦ ἀριθμοῦ
                            τι, ἢ ὅτι ἔστιν αὐτοῦ ἀριθμός. ἐπεὶ δʼ ἀριθμὸς ὁ χρόνος, τὸ μὲν νῦν καὶ
                            τὸ πρότερον καὶ ὅσα τοιαῦτα οὕτως ἐν χρόνῳ ὡς ἐν ἀριθμῷ μονὰς καὶ τὸ
                            περιττὸν καὶ ἄρτιον (τὰ μὲν <lb n="15"/> γὰρ τοῦ ἀριθμοῦ τι, τὰ δὲ τοῦ
                            χρόνου τί ἐστιν)· τὰ δὲ πράγματα ὡς ἐν ἀριθμῷ τῷ χρόνῳ ἐστίν. εἰ δὲ
                            τοῦτο, περιέχεται ὑπὸ χρόνου ὥσπερ <add cause="fix">καὶ τὰ ἐν ἀριθμῷ ὑπʼ
                                ἀριθμοῦ</add> καὶ τὰ ἐν τόπῳ ὑπὸ τόπου. φανερὸν δὲ καὶ ὅτι οὐκ ἔστιν
                            τὸ ἐν χρόνῳ εἶναι τὸ εἶναι ὅτε ὁ χρόνος ἔστιν, ὥσπερ οὐδὲ τὸ ἐν κινήσει
                            εἶναι οὐδὲ τὸ ἐν τόπῳ <lb n="20"/> ὅτε ἡ κίνησις καὶ ὁ τόπος ἔστιν. εἰ
                            γὰρ ἔσται τὸ ἔν τινι οὕτω, πάντα τὰ πράγματα ἐν ὁτῳοῦν ἔσται, καὶ ὁ
                            οὐρανὸς ἐν τῇ κέγχρῳ· ὅτε γὰρ ἡ κέγχρος ἔστιν, ἔστι καὶ ὁ οὐρανός. ἀλλὰ
                            τοῦτο μὲν συμβέβηκεν, ἐκεῖνο δʼ ἀνάγκη παρακολουθεῖν, καὶ τῷ ὄντι ἐν
                            χρόνῳ εἶναί τινα χρόνον ὅτε κἀκεῖνο ἔστιν, καὶ τῷ ἐν κινήσει <lb n="25"/> ὄντι εἶναι τότε κίνησιν. <lb n="26"/>
                            <lg><l>ἐπεὶ δέ ἐστιν ὡς ἐν ἀριθμῷ τὸ ἐν χρόνω,</l><lb n="26"/></lg>
                            <pb n="99"/> ληφθήσεταί τις πλείων χρόνος παντὸς τοῦ ἐν χρόνῳ ὄντος· διὸ
                            ἀνάγκη πάντα τὰ ἐν χρόνῳ ὄντα περιέχεσθαι ὑπὸ χρόνου, ὥσπερ καὶ τἆλλα
                            ὅσα ἔν τινί ἐστιν, οἷον τὰ ἐν τόπῳ ὑπὸ <lb n="30"/> τοῦ τόπου. καὶ
                            πάσχει δή τι ὑπὸ τοῦ χρόνου, καθάπερ καὶ λέγειν εἰώθαμεν ὅτι κατατήκει ὁ
                            χρόνος, καὶ γηράσκει πάνθʼ ὑπὸ τοῦ χρόνου, καὶ ἐπιλανθάνεται διὰ τὸν
                            χρόνον, ἀλλʼ <note type="marginal">221b</note>οὐ μεμάθηκεν, οὐδὲ νέον
                            γέγονεν οὐδὲ καλόν· φθορᾶς γὰρ αἴτιος καθʼ ἑαυτὸν μᾶλλον ὁ χρόνος·
                            ἀριθμὸς γὰρ κινήσεως, ἡ δὲ κίνησις ἐξίστησιν τὸ ὑπάρχον· ὥστε φανερὸν
                            ὅτι τὰ αἰεὶ ὄντα, ᾗ αἰεὶ ὄντα, οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ περιέχεται ὑπὸ
                                <lb n="5"/> χρόνου, οὐδὲ μετρεῖται τὸ εἶναι αὐτῶν ὑπὸ τοῦ χρόνου·
                            σημεῖον δὲ τούτου ὅτι οὐδὲ πάσχει οὐδὲν ὑπὸ τοῦ χρόνου ὡς οὐκ ὄντα ἐν
                            χρόνῳ. ἐπεὶ δʼ ἐστὶν ὁ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον
                                <del>κατὰ συμβεβηκός</del>· πᾶσα γὰρ ἠρεμία ἐν χρόνῳ. οὐ γὰρ ὥσπερ
                            τὸ ἐν κινήσει ὂν ἀνάγκη κινεῖσθαι, <lb n="10"/> οὕτω καὶ τὸ ἐν χρόνῳ· οὐ
                            γὰρ κίνησις ὁ χρόνος, ἀλλʼ ἀριθμὸς κινήσεως, ἐν ἀριθμῷ δὲ κινήσεως
                            ἐνδέχεται εἶναι καὶ τὸ ἠρεμοῦν. οὐ γὰρ πᾶν τὸ ἀκίνητον ἠρεμεῖ, ἀλλὰ τὸ
                            ἐστερημένον κινήσεως πεφυκὸς δὲ κινεῖσθαι, καθάπερ εἴρηται ἐν τοῖς
                            πρότερον. τὸ δʼ ἕἶναι ἐν ἀριθμῷ ἐστιν τὸ εἶναί τινα <lb n="15"/> ἀριθμὸν
                            τοῦ πράγματος, καὶ μετρεῖσθαι τὸ εἶναι αὐτοῦ τῷ ἀριθμῷ ἐν ᾧ ἐστιν, ὥστʼ
                            εἰ ἐν χρόνῳ, ὑπὸ χρόνου. μετρήσει δʼ ὁ χρόνος τὸ κινούμενον καὶ τὸ
                            ἠρεμοῦν, ᾗ τὸ μὲν κινούμενον τὸ δὲ ἠρεμοῦν· τὴν γὰρ κίνησιν αὐτῶν
                            μετρήσει καὶ τὴν ἠρεμίαν, πόση τις. ὥστε τὸ κινούμενον οὐχ ἁπλῶς ἔσται
                            μετρητὸν ὑπὸ χρόνου, <lb n="20"/> ᾗ ποσόν τί ἐστιν, ἀλλʼ ᾗ ἡ κίνησις
                            αὐτοῦ ποσή. ὥστε ὅσα μήτε κινεῖται μήτʼ ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ· τὸ
                            μὲν γὰρ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαί ἐστι χρόνῳ, ὁ δὲ χρόνος κινήσεως
                                <pb n="100"/> καὶ ἠρεμίας μέτρον.<lb n="23"/>
                            <lg><l>φανερὸν οὖν ὅτι οὐδὲ τὸ μὴ ὂν ἔσται πᾶν ἐν</l><lb n="23"/></lg> χρόνῳ, οἷον ὅσα μὴ ἐνδέχεται ἄλλως, ὥσπερ τὸ τὴν διάμετρον εἶναι
                            τῇ πλευρᾷ σύμμετρον. ὅλως γάρ, εἰ μέτρον <lb n="25"/> μέν ἐστι κινήσεως
                            ὁ χρόνος καθʼ αὑτό, τῶν δʼ ἄλλων κατὰ συμβεβηκός, δῆλον ὅτι ὧν τὸ εἶναι
                            μετρεῖ, τούτοις ᾅπασιν ἔσται τὸ εἶναι ἐν τῷ ἠρεμεῖν ἢ κινεῖσθαι. ὅσα μὲν
                            οὖν φθαρτὰ καὶ γενητὰ καὶ ὅλως ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ἐν χρόνῳ
                            εἶναι (ἔστιν γὰρ χρόνος τις πλείων, ὃς ὑπερέξει τοῦ τε <lb n="30"/>
                            εἶναι αὐτῶν καὶ τοῦ μετ ροῦντος τὴν οὐσίαν αὐτῶν)· τῶν δὲ μὴ ὄντων ὅσα
                            μὲν περιυέχει ὁ χρόνος, τὰ μὲν ἦν, οἷον Ὅμηρός ποτε ἦν, τὰ δὲ ἔσται,
                            οἷον τῶν μελλόντων τι, ἐφʼ ὁπότερα περιέχει· <note type="marginal">222a</note> καὶ εἰ ἐπʼ ἄμφω, ἀμφότερα <del>καὶ ἦν καὶ ἔσται</del>·
                            ὅσα δὲ μὴ περιέχει μηδαμῇ, οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται. ἔστι δὲ τὰ
                            τοιαῦτα τῶν μὴ ὄντων, ὅσων τἀντικείμενα αἰεὶ ἔστιν, οἷον τὸ ἀσύμμετρον
                            εἶναι τὴν διάμετρον ἀεὶ ἔστι, καὶ οὐκ ἔσται τοῦτʼ <lb n="5"/> ἐν χρόνῳ.
                            οὐ τοίνυν οὐδὲ τὸ σύμμετρον· διὸ αἰεὶ οὐκ ἔστιν, ὅτι ἐναντίον τῷ αἰεὶ
                            ὄντι. ὅσων δὲ τὸ ἐναντίον μὴ αἰεί, ταῦτα δὲ δύναται καὶ εἶναι καὶ μή,
                            καὶ ἔστιν γένεσις καὶ φθορὰ αὐτῶν.</p></div></div></div></body></text></TEI>