<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="6"><p>Ὅτι δʼ εἰ μὴ ἔστιν ἄπειρον ἀπλῶς, πολλὰ ἀδύνατα <lb n="6"/>
                            <lb n="10"/> συμβαίνει, δῆλον. τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ
                            τελευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μεγέθη, καὶ ἀριθμὸς οὐκ ἔσται
                            ἄπειρος. ὅταν δὲ διωρισμένων οὕτως μηδετέρως φαίνηται ἐνδέχεσθαι,
                            διαιτητοῦ δεῖ, καὶ δῆλον ὅτι πὼς μὲν ἔστιν πὼς δʼ οὔ. λέγεται δὴ τὸ
                            εἶναι τὸ μὲν δυνάμει τὸ δὲ ἐντελεχείᾳ, <lb n="15"/> καὶ τὸ ἄπειρον ἔστι
                            μὲν προσθέσει ἔστι δὲ καὶ διαι. ρέσει. τὸ δὲ μέγεθος ὅτι μὲν κατʼ
                            ἐνέργειαν οὐκ ἔστιν ἄπειρον, εἴρηται, διαιρέσει δʼ ἐστίν· οὐ γὰρ χαλεπὸν
                            ἀνελεῖν τὰς ἀτόμους γραμμάς· λείπεται οὖν δυνάμει εἶναι τὸ ἄπειρον. οὐ
                            δεῖ δὲ τὸ δυνάμει ὄν λαμβάνειν, ὥσπερ εἰ δυνατὸν τοῦτʼ ἀνδριάντα <lb n="20"/> εἶναι, ὡς καὶ ἔσται τοῦτʼ ἀνδριάς, οὕτω καὶ ἄπειρον ὃ ἔσται
                            ἐνεργείᾳ· ἀλλʼ ἐπεὶ πολλαχῶς τὸ εἶναι, ὥσπερ ἡ ἡμέρα ἔστι καὶ ὁ ἀγὼν τῷ
                            ἀεὶ ἄλλο καὶ ἄλλο γίγνεσθαι, οὕτω καὶ τὸ ἄπειρον (καὶ γὰρ ἐπὶ τούτων
                            ἔστι καὶ δυνάμει καὶ ἐνεργείᾳ· Ὀλύμπια γὰρ ἔστι καὶ τῷ δύνασθαι τὸν
                            ἀγῶνα <lb n="25"/> γίγνεσθαι καὶ τῷ γίγνεσθαι). ἄλλως δʼ ἔν τε τῷ χρόνῳ
                            δῆλον <del>τὸ ἄπειρον</del> καὶ ἐπὶ τῶν ἀνθρώπων, καὶ ἐπὶ τῆς διαιρέσεως
                                <pb n="58"/> τῶν μεγεθῶν. ὅλως μὲν γὰρ οὕτως ἔστιν τὸ ἄπειρον, τῷ
                            ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ εἶναι
                            πεπερασμένον, ἀλλʼ ἀεί γε ἕτερον καὶ ἕτερον· <lg><l><del>ἔτι τὺ εἶναι πλεοναχῶς λέγεται, ὥστε</del></l><note type="marginal">29a</note></lg>
                            <del>τὸ ἄπειρον οὐ δεῖ λαμβάνειν ὡς τόδε τι, οἷον ἄνθρωπον ἢ <lb n="30"/> οἰκίαν, ἀλλʼ ὡς ἡ ἡμέρα λέγεται καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς
                                οὐσία τις γέγονεν, ἀλλʼ ἀεὶ ἐν γενέσει ἢ φθορᾷ, πεπερασμένον, ἀλλʼ
                                ἀεί γε ἕτερον καὶ ἕτερον·</del> ἀλλʼ ἐν τοῖς μεγέθεσιν ὑπομένοντος
                            τοῦ ληφθέντος <del>τοῦτο κυμβαί. <note type="marginal">206b</note>
                                νει</del>, ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων φθειρομένων οὕτως ὥστε
                            μὴ ἐπιλείπειν.<lb n="3"/>
                            <lg><l>τὸ δὲ κατὰ πρόσθεσιν τὸ αὐτό ἐστί πως καὶ</l><lb n="3"/></lg> τὸ κατὰ διαίρεσιν· ἐν γὰρ τῷ πεπερασμένῳ κατὰ πρόσθε. σιν γίγνεται
                            ἀντεστραμμένως· ᾗ γὰρ διαιρούμενον ὁρᾶται εἰς <lb n="5"/> ἄπειρον, ταύτῃ
                            προστιθέμενον φανεῖται πρὸς τὸ ὡρισμένον. ἐν γὰρ τῷ πεπερασμένῳ μεγέθει
                            ἂν λαβών τις ὡρισμένον προσλαμβάνῃ τῷ αὐτῷ λόγῷ, μὴ τὸ αὐτό τι τοῦ ὅλου
                            μέγεθος περιλαμβάνων, οὐ διέξεισι τὸ πεπερασμένον· ἐὰν δʼ οὕ. τως αὔξῃ
                            τὸν λόγον ὥστε ἀεί τι τὸ αὐτὸ περιλαμβάνειν μέγεθος, <lb n="10"/>
                            διέξεισι, διὰ τὸ πᾶν πεπερασμένον ἀναιρεῖσθαι ὁτῳοῦν ὡρισμένῳ. ἄλλως μὲν
                            οὖν οὐκ ἔστιν, οὕτως δʼ ἔστι τὸ ἄπειρον, δυνάμει τε καὶ ἐπὶ καθαιρέσει
                            (καὶ ἐντελεχείᾳ δὲ ἔστιν, ὡς τὴν ἡμέραν εἶναι λέγομεν καὶ τὸν ἀγῶνα)·
                            καὶ δυνάμει οὕτως ὡς ἡ ὕλη, καὶ οὐ καθʼ αὐτό, ὡς τὸ πεπερασμέ. <lb n="15"/> νον. καὶ κατὰ πρόσθεσιν δὴ οὕτως ἄπειρον δυνάμει ἔστιν, ὃ
                                <pb n="59"/> ταὐτὸ λέγομεν τρόπον τινὰ εἶναι τῷ κατὰ διαίρεσιν· ἀεὶ
                            μὲν γάρ τι ἔξω ἔσται λαμβάνειν, οὐ μέντοι ὑπερβαλεῖ παντὸς μεγέθους,
                            ὥσπερ ἐπὶ τὴν διαίρεσιν ὑπερβάλλει <lb n="20"/> παντὸς ὡρισμένου καὶ ἀεὶ
                            ἔσται ἔλαττον. ὥστε δὲ παντὸς ὑπερβάλλειν κατὰ τὴν πρόσθεσιν, οὐδὲ
                            δυνάμει οἶόν τε εἶναι, εἴπερ μὴ ἔστι κατὰ συμβεβηκὸς ἐντελεχείᾳ ἄπειρον,
                            ὥσπερ φασὶν οἱ φυσιολογοι τὸ ἔξω σῶμα τοῦ κόσμου, οὗ ἡ οὐσία ἢ ἀὴρ ἢ
                            ἄλλο τι τοιοῦτον, ἄπειρον εἶναι. ἀλλʼ εἰ μὴ <lb n="25"/> οἶόν τε εἶναι
                            ἄπειρον ἐντελεχείᾳ σῶμα αἰσθητὸν οὕτω, φανερὸν ὅτι οὐδὲ δυνάμει ἂν εἴη
                            κατὰ πρόσθεσιν, ἀλλʼ ἢ ὥσπερ εἴρηται ἀντεστραμμένως τῇ διαιρέσει, ἐπεὶ
                            καὶ λάτων διά τοῦτο δύο τὰ ἄπειρα ἐποίησεν, ὅτι καὶ ἐπὶ τὴν αὔξην δοκεῖ
                            ὑπερβάλλειν καὶ εἰς ἄπειρον ἰέναι καὶ ἐπὶ τὴν καθαίρεσιν. <lb n="30"/>
                            ποιήσας μέντοι δύο οὐ χρῆται· οὔτε γὰρ ἐν τοῖς ἀριθμοῖς τὸ ἐπὶ τὴν
                            καθαίρεσιν ἄπειρον ὑπάρχει (ἡ γὰρ μονὰς ἐλάχι· <lb n="33"/> στον, οὔτε
                                <add cause="fix">τὸ</add> ἐπὶ τὴν αὔξην (μέχρι γὰρ δεκάδος ποιεῖ τὸν
                            ἀριθμόν). <lg><lb n="33"/><l>συμβαίνει δὲ τοὐναντίον εἶναι ἄπειρον ἢ ὡς λέγουσιν.</l></lg>
                            <note type="marginal">207a</note>οὐ γὰρ οὗ μηδὲν ἔξω, ἀλλʼ οὗ ἀεί τι ἔξω
                            ἐστί, τοῦτο ἄπειρόν ἐστιν. σημεῖον δέ· καὶ γὰρ τοὺς δακτυλίους ἀπείρους
                            λέγουσι τοὺς μὴ ἔχοντας σφενδόνην, ὅτι αἰεί τι ἔξω ἔστι λαμβάνειν, καθʼ
                            ὁμοιότητα μέν τινα λέγοντες, οὐ μέντοι κυρίως· δεῖ <lb n="5"/> γὰρ τοῦτό
                            τε ὑπάρχειν καὶ μηδέ ποτε τὸ αὐτὸ λαμβάνεσθαι· ἐν δὲ τῷ κύκλῳ οὐ
                            γίγνεται οὕτως, ἀλλʼ αἰεὶ τὸ ἐφεξῆς μόνον ἕτερον. ἄπειρον μὲν οὖν ἐστιν
                            οὗ κατὰ τὸ ποσὸν λαμβάνουσιν αἰεί τι λαμβάνειν ἔστιν ἔξω. οὗ δὲ μηδὲν
                            ἔξω, τοῦτʼ ἔστι τέλειον καὶ ὅλον· οὕτω γὰρ ὁριζόμεθα τὸ ὅλον, οὗ <lb n="10"/> μηδὲν ἄπεστιν, οἱον ἄνθρωπον ὅλον ἢ κιβώτιον. ὥσπερ δὲ <pb n="60"/> τὸ καθʼ ἕκαστον, οὕτω καὶ τὸ κυρίως, οἷον τὸ ὅλον οὗ μηδέν
                            ἐστιν ἔξω· οὗ δʼ ἔστιν ἀπουσία ἔξω, οὐ πᾶν, ὅ τι ἂν ἀπῇ. ὅλον δὲ καὶ
                            τέλειον ἢ τὸ αὐτὸ πάμπαν ἢ σύνεγγυς τὴν φύσιν. τέλειον δʼ οὐδὲν μὴ ἔχον
                            τέλος· τὸ δὲ τέλος πέρας. διὸ βέλτιον οἰητέον Παρμενίδην Μελίσσου
                            εἰρηκέναι· <lb n="15"/> ὁ μὲν γὰρ τὸ ἄπειρον ὅλον φησίν, ὁ δὲ τὸ ὅλον
                            πεπεράν· θαι, “μεσσόθεν ἰσοπαλές ”. οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἐστὶν τῷ
                            ἅπαντι καὶ ὅλῳ τὸ ἄπειρον, ἐπεὶ ἐντεῦθέν γε λαμβάνουσι τὴν σεμνότητα
                            κατὰ τοῦ ἀπείρου, τὸ πάντα περιέχειν καὶ τὸ πᾶν ἐν ἑαυτῷ ἔχειν, διὰ τὸ
                            ἔχειν τινὰ ὁμοιότητα <lb n="10"/> τῷ ὅλῳ. ἔστι γὰρ τὸ ἄπειρον τῆς τοῦ
                            μεγέθους τελειότητος ὕλη καὶ τὸ δυνάμει ὅλον, ἔντελεχείᾳ δʼ οὔ,
                            διαιρετὸν δʼ ἐπί τε τὴν καθαίρεσιν καὶ τὴν ἀντεστραμμένην πρόσθεσιν,
                            ὅλον δὲ καὶ πεπερασμένον οὐ καθʼ αὐτὸ ἀλλὰ κατʼ ἄλλο· καὶ οὐ περιέχει
                            ἀλλὰ περιέχεται, ᾗ ἄπειρον. διὸ καὶ ἄγνωστον <lb n="25"/> ᾗ ἄπειρον·
                            εἶδος γὰρ οὐκ ἔχει ἡ ὕλη. ὥστε φανερὸν ὅτι μᾶλλον ἐν μορίου λόγῳ τὸ
                            ἄπειρον ἢ ἐν ὅλου μόριον γὰρ ἡ ὕλη τοῦ ὅλου ὥσπερ ὁ χαλκὸς τοῦ χαλκοῦ
                            ἀνδριάντος, ἐπεὶ εἴ γε περιέχει ἐν τοῖς αἰσθητοῖς, καὶ ἐν τοῖς νοητοῖς
                            τὸ μέγα καὶ τὸ μικρὸν ἔδει περιέχειν τὰ νοητά. ἄτοπον δὲ <lb n="30"/>
                            καὶ ἀδύνατον τὸ ἄγνωστον καὶ ἀόριστον περιέχειν καὶ ὁρίζειν.</p></div></div></div></body></text></TEI>