<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="5"><p>Χωριστὸν μὲν οὖν εἶναι τὸ ἄπειρον τῶν αἰσθητῶν, αὐτό <lb n="5"/> τι ὂν
                            ἄπειρον, οὐχ οἷόν τε. εἰ γὰρ μήτε μέγεθός ἐστιν μήτε <lb n="10"/>
                            πλῆθος, ἀλλʼ οὐσία αὐτό ἐστι τὸ ἄπειρον καὶ μὴ συμβεβηκός, ἀδιαίρετον
                            ἔσται (τὸ γὰρ διαιρετὸν ἢ μέγεθος ἔσται ἢ πλῆθος)· εἰ δὲ τοιοῦτον, οὐκ
                            ἄπειρον, εἰ μὴ ὡς ἡ φωνὴ ἀόρατος. ἀλλʼ οὐχ οὕτως οὔτε φασὶν εἶναι οἱ
                            φάσκοντες εἶναι <pb n="52"/> τὸ ἄπειρον οὔτε ἡμεῖς ζητοῦμεν, ἀλλʼ ὡς
                            ἀδιεξίτητον. εἰ δὲ κατὰ συμβεβηκὸς ἔστιν τὸ ἄπειρον, οὐκ ἂν εἴη
                            στοιχεῖον τῶν <lb n="15"/> ὄντων, ᾗ ἄπειρον, ὥσπερ οὐδὲ τὸ ἀόρατον τῆς
                            διαλέκτου, καίτοι ἡ φωνή ἐστιν ἀόρατος. ἔτι πῶς ἐνδέχεται εἶναί τι αὐτὸ
                            ἄπειρον, εἴπερ μὴ καὶ ἀριθμὸν κοὶ μέγεθος, ὧν ἐστι καθʼ αὐτὸ πάθος τι τὸ
                            ἄπειρον; ἔτι γὰρ ἧττον ἀνάγκη ἢ τὸν ἀριθμὸν ἢ τὸ μέγεθος. φανερὸν δὲ καὶ
                            ὅτι οὐκ ἐνδέχεται εἶναι <lb n="20"/> τὸ ἄπειρον ὡς ἐνεργείᾳ ὄν καὶ ὡς
                            οὐσίαν καὶ ἀρχήν· ἔσται γὰρ ὁτιοῦν αὐτοῦ ἄπειρον τὸ λαμβανόμενον, εἰ
                            μεριστόν (τὸ γὰρ ἀπείρῳ εἶναι καὶ ἄπειρον τὸ αὐτό, εἴπερ οὐσία τὸ
                            ἄπειρον καὶ μὴ καθʼ ὑποκειμένου), ὥστʼ ἢ ἀδιαίρετον ἢ εἰς ἄπειρα
                            διαιρετόν· πολλὰ δʼ ἄπειρα εἶναι τὸ αὐτὸ ἀδύνατον <lb n="25"/> (ἀλλὰ μὴν
                            ὥσπερ ἀέρος ἀὴρ μέρος, οὕτω καὶ ἄπειρον ἀπείρου, εἴ γε οὐσία ἐστὶ καὶ
                            ἀρχή)· ἀμέριστον ἄρα καὶ ἀδιαίρετον. ἀλλʼ ἀδύνατον τὸ ἐντελεχείᾳ ὂν
                            ἄπειρον· ποσὸν γάρ τι εἶναι ἀναγκαῖον. κατὰ συμβεβηκὸς ἄρα ὑπάρχει τὸ
                            ἄπειρον. ἀλλʼ εἰ οὕτως, εἴρηται ὅτι οὐκ ἐνδέχεται αὐτὸ λέγειν· <lb n="30"/> ἀρχήν, ἀλλʼ ᾧ συμβέβηκε, τὸν ἀέρα ἢ τὸ ἄρτιον. ὥστε ἀτόπως
                            ἂν ἀποφαίνοιντο οἱ λέγοντες οὕτως ὥσπερ οἱ Πυθαγόρειοί φασιν· ἅμα γὰρ
                            οὐσίαν ποιοῦσι τὸ ἄπειρον καὶ μερίζουσιν. <lb n="34"/>
                            <lg><l>ἀλλʼ ἴσως αὕτη μὲν <del>ἐστι</del> καθόλου ἡ ζήτησις, </l><lb n="34"/></lg> εἰ ἐνδέχεται ἄπειρον καὶ ἐν τοῖς μαθηματικοῖς <lb n="35"/>
                            <pb n="53"/>
                            <note type="marginal">204b</note>εἶναι καὶ ἐν τοῖς νοητοῖς καὶ μηδὲν
                            ἔχουσι μέγεθος· ἡμεῖς δʼ ἐπισκοποῦμεν περὶ τῶν αἰσθητῶν καὶ περὶ ὧν
                            ποιμωύμεθα τὴν μέθοδον, ἆρʼ ἔστιν ἐν αὐτοῖς ἢ οὐκ ἔστι σῶμα ἄπειρον ἐπὶ
                            τὴν αὔξησιν. λογικῶς μὲν οὖν σκοπουμένοις ἐκ τῶν τοιῶνδε <lb n="5"/>
                            δόξειεν ἂν οὐκ εἶναι· εἰ γάρ ἐστι σώματος λόγος τὸ ἐπιπέδῳ ὡρισμένον,
                            οὐκ ἂν εἴη σῶμα ἄπειρον, οὔτε νοητὸν οὔτε αἰσθητόν (ἀλλὰ μὴν οὐδʼ
                            ἀριθμὸς οὕτως ὡς κεχωρισμένος καὶ ἄπειρος· ἀριθμητὸν γὰρ ἀριθμὸς ἢ τὸ
                            ἔχον ἀριθμόν· εἰ οὖν τὸ ἀριθμητὸν ἐνδέχεται ἀριθμῆσαι, καὶ διεξελθεῖν ἂν
                                <lb n="10"/> εἴη δυνατὸν τὸ ἄπειρον)· φυσικῶς δὲ μᾶλλον θεωροῦσιν ἐκ
                            τῶνδε. οὔτε γὰρ σύνθετον οἶόν τε εἶναι οὔτε ἀπλοῦν. σύνθετον μὲν οὖν οὐκ
                            ἔσται τὸ ἄπειρον σῶμα, εἰ πεπερασμένα τῷ πλήθει τὰ στοιχεῖα. ἀνάγκη γὰρ
                            πλείω εἶναι, καὶ ἰσάζειν ἀεὶ τἀναντία, καὶ μὴ εἶναι ἓν αὐτῶν ἄπειρον (εἰ
                            γὰρ <lb n="15"/> ὁπυσῳοῦν λείπεται ἡ ἐν ἑνὶ σώματι δύναμις θατέρου, οἷον
                            εἰ τὸ πῦρ πεπέρανται, ὁ δʼ ἀὴρ ἄπειρος, ἔστιν δὲ τὸ ἴσον πῦρ τοῦ ἴσου
                            ἀέρος τῇ δυνάμει ὁποσαπλασιονοῦν, μόνον δὲ ἀριθμόν τινα ἔχον, ὅμῶς
                            φανερὸν ὅτι τὸ ἄπειρον ὑπερβαλεῖ καὶ φθερεῖ τὸ πεπερασμένον· ἕκαστον δʼ
                            ἄπειρον εἶναι ἀδύνατον· <lb n="20"/> σῶμα μὲν γάρ ἐστιν τὸ πάντη ἔχον
                            διάστασιν, ἄπειρον δὲ τὸ ἀπεράντως διεστηκός, ὥστε τὸ ἄπειρον σῶμα
                            πανταχῇ ἔσται <lb n="22"/> διεστηκὸς εἰς ἄπειρον. <lg><lb n="22"/><l>ἀλλὰ μὴν οὐδὲ ἓν καὶ ἀπλοῦν εἶναι</l></lg> σῶμα ἄπειρον ἐνδέχεται, οὔτε ὡς λέγουσί τινες τὸ παρὰ τὰ στοιχεῖα,
                            ἐξ οὖ ταῦτα γεννῶσιν, οὔθʼ ἀπλῶς. εἰσὶν γάρ τι· <lb n="25"/> νες οἳ
                            τοῦτο ποιοῦσι τὸ ἄπειρον, ἀλλʼ οὐκ ἀέρα ἢ ὕδωρ, ὅπως μὴ τἆλλα φθείρηται
                            ὑπὸ τοῦ ἀπείρου αὐτῶν· ἔχουσι γὰρ <pb n="54"/> πρὸς ἄλληλα ἐναντίωσιν,
                            οἷον ὁ μὲν ἀὴρ ψυχρός, τὸ δʼ ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν· ὧν εἰ ἦν ἓν
                            ἄπειρον, ἔφθαρτο ἂν ἤδη τἆλλα· νῦν δʼ ἕτερον εἶναί φασιν ἐξ οὗ ταῦτα.
                            ἀδύνατον δʼ εἶναι τοιοῦτον, οὐχ ὅτι ἄπειρον (περὶ τούτου μὲν γὰρ <lb n="30"/> κοινόν τι λεκτέον ἐπὶ παντὸς ὁμοίως, καὶ ἀέρος καὶ ὕδατος
                            καὶ ὁτουοῦν), ἀλλʼ ὅτι οὐκ ἔστιν τοιοῦτον σῶμα αἰσθητὸν παρὰ τὰ
                            καλούμενα στοιχεῖα· ἅπόντα γὰρ ἐξ οὗ ἐστι, καὶ διαλύεται εἰς τοῦτο, ὥστε
                            ἦν ἂν ἐνταῦθα παρὰ ἀέρα καὶ πῦρ καὶ γῆν καὶ ὕδωρ· φαίνεται δʼ οὐδέν.
                            οὐδὲ δὴ πῦρ οὐδʼ ἄλλο τι <lb n="35"/> τῶν στοιχείων οὐδὲν ἄπειρον
                            ἐνδέχεται εἶναι. ὅλως γὰρ καὶ <note type="marginal">205a</note> χωρὶς
                            τοῦ ἄπειρον εἶναί τι αὐτῶν, ἀδύνατον τὸ πᾶν, κἂν πεπερασμένον, ἢ εἶναι ἢ
                            γίγνεσθαι ἕν τι αὐτῶν, ὥσπερ Ἡράκλειτός φησιν ἅπαντα γίγνεσθαί ποτε πῦρ
                            (ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἑνός, οἷον ποιοῦσι παρὰ τὰ στοιχεῖα οἱ
                            φυσικοί)· <lb n="5"/> πάντα γὰρ μεταβάλλει ἐξ ἐναντίου εἰς ἐναντίον,
                            οἷον ἐκ θερμοῦ εἰς ψυχρόν.<lb n="7"/>
                            <lg><l>δεῖ δὲ κατὰ παντὸς ἐκ τῶνδε σκοπεῖν, εἰ ἐνδέχεται</l><lb n="7"/></lg> ἢ οὐκ ἐνδέχεται εἶναι <del>σῶμα ἄπειρον αἰσθητόν</del>. ὅτι δὲ
                            ὅλως ἀδύνατον εἶναι σῶμα ἄπειρον αἰσθητόν, ἐκ τῶνδε δῆλον. πέφυκε γὰρ
                            πᾶν τὸ αἰσθητόν που εἶναι, καὶ ἔστιν τόπος τις <lb n="10"/> ἑκάστου, καὶ
                            ὁ αὐτὸς τοῦ μορίου καὶ παντός, οἷον ὅλης τε τῆς γῆς καὶ βώλου μιᾶς, καὶ
                            πυρὸς καὶ σπινθῆρος. ὥστε εἰ μὲν ὁμοειδές, ἀκίνητον ἔσται ἢ ἀεὶ
                            οἰσθήσεται· καίτοι ἀδύνατον (τί γὰρ μᾶλλον κάτω ἢ ἄνω ἢ ὁπουοῦν; λέγω δὲ
                            οἷον, εἰ βῶλος εἴη, ποῦ αὕτη κινηθήσεται ἢ ποῦ μενεῖ; ὁ γὰρ <lb n="15"/>
                            τόπος ἄπειρος τοῦ συγγενοῦς αὐτῇ σώματος. πότερον οὖν καθέξει τὸν ὅλον
                            τόπον; καὶ πῶς; τίς οὖν ἢ ποῦ ἡ μονὴ καὶ <pb n="55"/> ἡ κίνησις αὐτῆς; ἢ
                            πανταχοῦ μενεῖ; οὐ κινηθήσεται ἄρα. ἢ πανταχοῦ κινηθήσεται; οὐκ ἄρα
                            στήσεται)· εἰ δʼ ἀνόμοιον τὸ <lb n="20"/> πᾶν, ἀνόμοιοι καὶ οἱ τόποι·
                            καὶ πρῶτον μὲν οὐχ ἓν τὸ σῶμα τοῦ παντὸς ἀλλʼ ἢ τῷ ἅπτεσθαι· ἔπειτα ἤτοι
                            πεπερασμένα ταῦτʼ ἔσται ἢ ἄπειρα τῶ εἴδει. πεπερασμένα μὲν οὖν οὐχ οἷόν
                            τε (ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δʼ οὔ, εἰ τὸ πᾶν ἄπειρον, οἷον τὸ πῦρ ἢ
                            τὸ ὕδωρ· φθορὰ δὲ τὸ τοιοῦτον τοῖς <lb n="25, 29"/> ἐναντίοις
                                <del>καθάπερ εἴρηται πρότερον</del>). <del>καὶ <gap reason="omitted"/> κάτω.</del> εἰ δʼ ἄπειρα <lb n="30"/> καὶ ἀπλᾶ, καὶ οἱ τόποι
                            ἄπειροι, καὶ ἔσται ἄπειρα τὰ στοιχ εῖ δὲ τοῦτʼ ἀδύνατον καὶ πεπερασμένοι
                            οἱ τόποι, καὶ τὸ ὅλον <del>πεπεράνθαι ἀναγκαῖον</del>· ἀδύνατον γὰρ μὴ
                            ἀπαρτίζειν τὸν τόπον καὶ τὸ σῶμα· οὔτε γὰρ ὁ τόπος ὁ πᾶς μείζων ἢ ὅσον
                            ἐνδέχεται τὸ σῶμα εἶναι (ἅμα δʼ οὐδʼ ἄπειρον ἔσται τὸ <lb n="35"/> σῶμα
                            ἔτι), οὔτε τὸ σῶμα μεῖζον ἢ ὁ τόπος· ἢ γὰρ κενὸν <note type="marginal">205b1, α25</note>ἔσται τι ἢ σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι. <add cause="fix">καὶ διὰ τοῦτ᾿ οὐθεἰς τὸ ἓν καὶ ἄπειρον πῦρ ἐποίησεν οὐδὲ
                                γῆν τῶν φυσ ιολόγων, ἀλλʼ ἢ ὕδωρ ἢ ἀέρα ἢ τὸ μέσον αὐτῶν, ὅτι τόπος
                                ἑκατέρου δῆλος ἦν διωρισμένος, ταῦτα δʼ ἐπαμφοτερίζει τῷ ἄνω καὶ
                                κάτω.</add>
                            <lg><l>Ἀναξαγόρας δʼ</l></lg>
                            <lb n="2"/> ἀτόπως λέγει περὶ τῆς τοῦ ἀπείρου μονῆς· στηρίζειν γὰρ αὐτὸ
                            αὐτ ό φησιν τὸ ἄπειρον· τοῦτο δέ, ὅτι ἐν αὐτῷ (ἄλλο γὰρ οὐδὲν περιέχειν,
                            ὡς ὅπου ἄν τι ᾖ, πεφυκὸς ἐνταῦθα εἶ. <lb n="5"/> ναι. τοῦτο δʼ οὐκ
                            ἀληθές· εἴη γὰρ ἄν τί που βιᾶ καὶ οὐχ οὗ πέφυκεν. εἰ οὖν ὅτι μάλιστα μὴ
                            κινεῖται τὸ ὅλον (τὸ γὰρ αὐτῷ στηριζόμενον καὶ ἐν αὐτῷ ὄν ἀκίνητον εἶναι
                            ἀνάγκη), ἀλλὰ διὰ τί οὐ πέφυκε κινεῖσθαι, λεκτέον. οὐ γὰρ ἱκανὸν τὸ <pb n="56"/> οὕτως εἰπόντα ἀπηλλάχθαι· εἴη γὰρ ἂν καὶ ὅτι οὐκ ἔχει
                            ἀλλαχῆ κινεῖσθαι οὐ κινούμενον, ἀλλὰ πεφυκέναι οὐδὲν κωλύει· ἐπεὶ καὶ<lb n="10"/> ἡ γῇ οὐ φέρεται, οὐδʼ εἰ ἄπειρος ἦν, εἰργμένη μέντοι ὑπὸ
                            τοῦ μέσου ἀλλʼ οὐχ ὅτι οὐκ ἔστιν ἄλλο οὗ ἐνεχθήσεται, μείνειεν ἄν
                                <del>ἐπὶ τοῦ μέσου</del>, ἀλλʼ ὅτι πέφυκεν οὕτω. καίτοι ἐξείη) ἂν
                            λέγειν ὅτι στηρίζει αὐτήν. εἰ οὖν μηδʼ ἐπὶ τῆς γῆς τοῦτο αἴτιον ἀπείρου
                            οὔσης, ἀλλʼ ὅτι βάρος ἔχει, τὸ δὲ βαρὺ μένει <lb n="15"/> ἐπὶ τοῦ μέσου,
                            ἡ δὲ γῆ ἐπὶ τοῦ μέσου, ὁμοίως ἂν καὶ τὸ ἄπει. ρον μένοι ἐν αὐτῷ διά τινʼ
                            ἄλλην αἰτίαν, καὶ οὐχ ὅτι ἄπει. ρον καὶ στηρίζει αὐτὸ ἑαυτό. ἅμα δὲ
                            δῆλον ὅτι κἂν ὁτιοῦν μέρος δέοι μένειν· ὡς γὰρ τὸ ἄπειρον ἐν ἑαυτῷ μένει
                            στηρίζον, οὕτως κἂν ὁτιοῦν ληφθῇ μέρος ἐν ἑαυτῷ μενεῖ· τοῦ <lb n="20"/>
                            γὰρ ὅλου καὶ τοῦ μέρους ὁμοειδεῖς οἱ τόποι, οἶον ὅλης γῆς καὶ βώλου κάτω
                            καὶ παντὸς πυρὸς καὶ σπινθῆρος ἄνω. ὥστε εἰ τοῦ ἀπείρου τόπος τὸ ἐν
                            αὐτῷ, καὶ τοῦ μέρους ὁ αὐτός. μενεῖ ἄρα ἐν ἑαυτῶ.<lb n="24"/>
                            <lg><l>ὅλως δὲ φανερὸν ὅτι ἀδύνατον ἄπειρον</l><lb n="24"/></lg> ἅμα λέγειν σῶμα καὶ τόπον τινὰ εἶναι τοῖς σώμασιν, <lb n="25"/> εἰ
                            πᾶν σῶμα αἰσθητὸν ἢ βάρος ἔχει ἢ κουφότητα, καὶ εἰ μὲν βαρύ, ἐπὶ τὸ
                            μέσον ἔχει τὴν φορὰν φύσει, εἰ δὲ κοῦφον, ἄνω· ἀνάγκη γὰρ καὶ τὸ
                            ἄπειρον, ἀδύνατον δὲ ἢ ἅπαν ὁποτερονοῦν ἢ τὸ ἥμισυ ἑκάτερον πεπονθέναι·
                            πῶς γὰρ διελεῖς; ἢ πῶς τοῦ ἀπείρου ἔσται τὸ μὲν ἄνω τὸ δὲ κάτω, <lb n="30"/> ἢ ἔσχατον καὶ μέσον; ἔτι πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, τόπου
                            δὲ εἴδη καὶ διαφοραὶ τἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν καὶ δεξιὸν
                            καὶ ἀριστερόν· καὶ ταῦτα οὐ μόνον πρὸς ἡμᾶς καὶ θέσει, ἀλλὰ καὶ ἐν αὐτῷ
                            τῷ ὅλῳ διώρισται. <pb n="57"/>
                            <lb n="35"/> ἀδύνατον δʼ ἐν τῷ ἀπείρῳ εἶναι ταῦτα. ἀπλῶς δʼ εἰ ἀδύνατον
                                <note type="marginal">206a</note>τόπον ἄπειρον εἶναι, ἐν τόπῳ δὲ πᾶν
                            σῶμα, ἀδύνατον ἄπειρον <del>τι</del> εἶναι σῶμα. ἀλλὰ μὴν τό γε ποὺ ἐν
                            τόπῳ, καὶ τὸ ἐν τόπῳ πού. εἰ οὖν μηδὲ ποσὸν οἶόν τʼ εἶναι τὸ
                            ἄπειρον—ποσὸν γὰρ τὶ ἔσται, οἷον δίπηχυ ἢ τρίπηχυ· ταῦτα γὰρ σημαίνει
                                <lb n="5"/> τὸ ποσόν—οὕτω καὶ τὸ ἐν τόπῳ ὅτι πού, τοῦτο δὲ ἢ ἄνω ἢ
                            κάτω ἢ ἐν ἄλλη τινὶ διαστάσει τῶν ἕξ, τούτων δʼ ἕκαστον πέρας τί ἐστιν.
                            ὅτι μὲν οὖν ἐνεργείᾳ οὐκ ἔστι σῶμα ἄπειρον, φανερὸν ἐκ τούτων.</p></div></div></div></body></text></TEI>