<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="3"><lb n="3"/><p> Καὶ τὸ ἀπορούμενον δὲ φανερόν, ὅτι ἐστὶν ἡ κίνησις ἐν τῷ κινητῷ·
                            ἐντελέχεια γάρ ἐστι τούτου <del>καὶ</del> ὑπὸ τοῦ κινητικοῦ. καὶ ἡ τοῦ
                            κινητικοῦ δὲ ἐνέργεια οὐκ ἄλλη ἐστίν· δεῖ μὲν γὰρ <lb n="15"/> εἶναι
                            ἐντελέχειαν ἀμφοῖν· κινητικὸν μὲν γάρ ἐστιν τῷ δύνασθαι, κινοῦν δὲ τῷ
                            ἐνεργεῖν, ἀλλʼ ἔστιν ἐνεργητικὸν τοῦ κινητοῦ, <pb n="48"/> ὥστε ὁμοίως
                            μία ἡ ἀμφοῖν ἐνέργεια ὥσπερ τὸ αὐτὸ διάστημα ἕν πρὸς δύο καὶ δύο πρὸς
                            ἕν, καὶ τὸ ἄναντες καὶ τὸ <lb n="20"/> κάταντες· ταῦτα γὰρ ἕν μέν ἐστιν,
                            ὁ μέντοι λόγος οὐχ εἶς· <lb n="21"/> ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κινοῦντος καὶ
                            κινουμένου. <lg><lb n="21"/><l>ἔχει δʼ ἀπορίαν</l></lg> λογικήν· ἀναγκαῖον γὰρ ἴσως εἶναί τινα ἐνέργειαν τοῦ ποιητικοῦ καὶ
                            τοῦ παθητικοῦ· τὸ μὲν δὴ ποίησις, τὸ δὲ πάθησις, ἔργον δὲ καὶ τέλος τοῦ
                            μὲν ποίημα, τοῦ δὲ πάθος. <lb n="25"/> ἐπεὶ οὖν ἄμφω κινήσεις, εἰ μὲν
                            ἕτεραι, ἐν τίνι; ἢ γὰρ ἄμφω ἐν τῷ πάσχοντι καὶ κινουμένῳ, ἢ ἡ μὲν
                            ποίησις ἐν τῷ ποιοῦντι, ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι (εἰ δὲ δεῖ καὶ
                            ταύτην ποίησιν καλεῖν, ὁμώνυμος ἂν εἴη). ἀλλὰ μὴν εἰ τοῦτο, ἡ κίνησις ἐν
                            τῷ κινοῦντι ἔσται (ὁ γὰρ αὐτὸς λόγος ἐπὶ κινοῦντος <lb n="30"/> καὶ
                            κινουμένου), ὥστʼ ἢ πᾶν τὸ κινοῦν κινήσεται, ἢ ἔχον κίνησιν οὐ
                            κινήσεται. εἰ δʼ ἄμφω ἐν τῷ κινουμένω καὶ πάσχοντι, καὶ ἡ ποίησις καὶ ἡ
                            πάθησις, καὶ ἡ δίδαξις καὶ ἡ μάθησις δύο οὖσαι ἐν τῷ μανθάνοντι, πρῶτον
                            μὲν ἡ ἐνέργεια ἡ ἑκάστου οὐκ ἐν ἑκάστῳ ὑπάρξει, εἶτα ἄτοπον δύο κινήσεις
                            ἅμα <lb n="35"/> κινεῖσθαι· τίνες γὰρ ἔσονται ἀλλοιώσεις δύο τοῦ ἑνὸς
                            καὶ εἰς ἕν εἶδος; ἀλλʼ ἀδύνατον. ἀλλὰ μία ἔσται ἡ ἐνέργεια. ἀλλʼ <note type="marginal">202b</note>ἄλογον δύο ἑτέρων τῷ εἴδει τὴν αὐτὴν καὶ
                            μίαν εἶναι ἐνέργειαν· καὶ ἔσται, εἴπερ ἡ δίδαξις καὶ ἡ μάθησις τὸ αὐτὸ
                            καὶ ἡ ποίησις καὶ ἡ πάθησις, καὶ τὸ διδάσκειν τῷ μανθάνειν τὸ αὐτὸ καὶ
                            τὸ ποιεῖν τῷ πάσχειν, ὥστε τὸν διδάσκοντα ἀνάγκη <lb n="5"/> ἔσται πάντα
                            μανθάνειν καὶ τὸν ποιοῦντα πάσχειν. <lg><lb n="5"/><l>ἤ</l></lg> οὔτε τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἑτέρῳ εἶναι ἄτοπον (ἔστι γὰρ ἡ
                            δίδαξις ἐνέργεια τοῦ διδασκαλικοῦ, ἔν τινι μέντοι, καὶ οὐκ ἀποτετμημένη,
                            ἀλλὰ τοῦδε ἐν τῷδε, οὔτε μίαν δυοῖν κωλύει οὐθὲν <pb n="49"/> τὴν αὐτὴν
                            εἶναι (μὴ ὡς τῷ εἶναι τὸ αὐτό, ἀλλʼ ὡς ὑπάρχει τὸ δυνάμει ὄν πρὸς τὸ
                            ἐνεργοῦν), οὔτʼ ἀνάγκη τὸν διδά· <lb n="10"/> σκοντα μανθάνειν, οὐδʼ εἰ
                            τὸ ποιεῖν καὶ πάσχειν τὸ αὐτό ἐστιν, μὴ μέντοι ὥστε τὸν λόγον εἶναι ἕνα
                            τὸν 〈τὸ〉τί ἦν εἶναι λέγοντα, οἷον ὡς λώπιον καὶ ἱμάτιον, ἀλλʼ ὡς ἡ ὁδὸς
                            ἡ Θήβηθεν Ἀθήναζε καὶ ἡ Ἀθήνηθεν εἰς Θήβας, ὥσπερ εἴρηται καὶ πρότερον;
                            οὐ γὰρ ταὐτὰ πάντα ὑπάρχει τοῖς ὁπωσοῦν τοῖς αὐτοῖς, ἀλλὰ μόνον <lb n="15"/> οἶς τὸ εἶναι τὸ αὐτό. οὐ μὴν ἀλλʼ οὐδʼ εἰ ἡ δαδαξις τῇ
                            μαθήσει τὸ αὐτό, καὶ τὸ μανθάνειν τῷ διδάσκειν, ὥσπερ οὐδʼ εἰ ἡ
                            διάστασις μία τῶν διεστηκότων, καὶ τὸ διίστασθαι ἐνθένθε ἐκεῖσε κἀκεῖθεν
                            δεῦρο ἕν καὶ τὸ αὐτό. ὅλως δʼ εἰπεῖν οὐδʼ ἡ δίδαξις τῇ μαθήσει οὐδʼ ἡ
                            ποίησις τῇ παθήσει τὸ αὐτὸ κυρίως, ἀλλʼ <lb n="20"/> ᾦ ὑπάρχει ταῦτα, ἡ
                            κίνησις· τὸ γὰρ τοῦδε ἐν τῶδε καὶ τὸ τοῦδε ὑπὸ τοῦδε ἐνέργειαν εἶναι
                            ἕτερον τῷ λόγῳ.</p><p>τί μὲν οὖν ἐστιν κίνησις εἴρηται καὶ καθόλου καὶ κατὰ μέρος· οὐ γὰρ
                            ἄδηλον πῶς ὁρισθήσεται τῶν εἰδῶν ἕκαστον αὐτῆς· ἀλλοίωσις μὲν γὰρ ἡ τοῦ
                            ἀλλοιωτοῦ, ᾖ ἀλλοιωτόν, ἐντελέχεια. <lb n="25"/> ἔτι δὲ γνωριμώτερον, ἡ
                            τοῦ δυνάμει ποιητικοῦ καὶ παθητικοῦ, ᾖ τοιοῦτον, ἀπλῶς τε καὶ πάλιν καθʼ
                            ἕκαστον, ἢ οἰκοδόμησις ἢ ἰάτρευσις. τὸν αὐτὸν δὲ λεχθήσεται τρόπον καὶ
                            περὶ τῶν ἄλλων κινήσεων ἑκάστης.</p></div></div></div></body></text></TEI>