<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="2"><p>Ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι <lb n="2"/> περὶ αὐτῆς
                            λέγουσιν, καὶ ἐκ τοῦ μὴ ῥάδιον εἶναι διορίσαι ἄλλως αὐτήν. οὔτε γὰρ τὴν
                            κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλλῳ γένει θεῖναι δύναιτʼ ἄν τις, δῆλόν τε
                            σκοποῦσιν ὡς τιθέασιν <lb n="20"/> αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα
                            καὶ τὸ μὴ ὄν φάσκοντες εἶναι τὴν κίνησιν· ὦν οὐδὲν ἀναγκαῖον κινεῖσθαι,
                            οὔτʼ ἂν ἕτερα ᾖ οὔτʼ ἂν ἄνισα οὔτʼ ἂν οὐκ ὄντα· ἀλλʼ οὐδʼ ἡ μεταβολὴ
                            οὔτʼ εἰς ταῦτα οὔτʼ ἐκ τούτων μᾶλλόν ἐστιν ἢ ἐκ τῶν ἀντικειμένων. σἴτιον
                            δὲ τοῦ εἰς ταῦτα τιθέναι ὅτι ἀόριστόν <lb n="25"/> τι δοκεῖ εἶναι ἡ
                            κίνησις, τῆς δὲ ἑτέρας συστοιχίας αἱ ἀρχαὶ διὰ τὸ στερητικαὶ εἶναι
                            ἀόριστοι· οὔτε γὰρ τόδε οὔτε τοιόνδε οὐδεμία αὐτῶν ἐστιν, <del>ὅτι</del>
                            οὐδὲ τῶν ἄλλων κατηγοριῶν. τοῦ δὲ δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν
                            σἴτιον ὅτι οὔτε εἰς δύναμιν <pb n="47"/> τῶν ὄντων οὔτε εἰς ἐνέργειαν
                            ἔστιν θεῖναι αὐτήν· οὔτε γὰρ τὸ δυνατὸν ποσὸν εἶναι κινεῖται ἐξ ἀνάγκης
                            οὔτε τὸ ἐνεργείᾳ <lb n="30"/> ποσόν, ῆ τε κίνησις ἐνέργεια μὲν εἶναί τις
                            δοκεῖ, ἀτελὴς δέ· αἴτιον δʼ ὅτι ἀτελὲς τὸ δυνατόν, οὗ ἐστιν ἐνέργεια.
                            καὶ διὰ τοῦτο δὴ χαλεπὸν αὐτὴν λαβεῖν τί ἐστιν· ἢ γὰρ εἰς στέρησιν
                            ἀναγκαῖον θεῖναι ἢ εἰς δύναμιν ἢ εἰς ἐνέργειαν ἀπλῆν, τούτων δʼ οὐδὲν
                            φαίνεται ἐνδεχόμενον. λείπεται <lb n="35"/> τοίνυν ὁ εἰρημένος τρόπος,
                            ἐνέργειαν μέν τινα εἶναι, τοιαύτην <note type="marginal">202a</note> δʼ
                            ἐνέργειαν οἵαν εἴπαμεν, χαλεπὴν μὲν ἰδεῖν, ἐνδεχομένην δʼ εἶναι. <lg><l>κινεῖται δὲ καὶ τὸ κινοῦν ὥσπερ εἴρηται πᾶν, τὸ</l><lb n="3"/></lg> δυνάμει ὄν κινητόν, καὶ οὖ ἡ ἀκινησία ἠρεμία ἐστίν (ᾦ γὰρ ἡ
                            κίνησις ὑπάρχει, τούτου ἡ ἀκινησία ἠρεμία). τὸ γὰρ πρὸς <lb n="5"/>
                            τοῦτο ἐνεργεῖν, ᾖ τοιοῦτον, αὐτὸ τὸ κινεῖν ἐστι· τοῦτο δὲ ποιεῖ θίξει,
                            ὥστε ἅμα καὶ πάσχει· διὸ ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ, ᾖ κινητόν,
                            συμβαίνει δὲ τοῦτο θίξει τοῦ κινητικοῦ, ὥσθ’ ἅμα καὶ πάσχει. εἶδος δὲ
                            ἀεὶ οἴσεταί τι τὸ κινοῦν, ἤτοι τόδε ἢ τοιόνδε ἢ τοσόνδε, ὅ ἔσται ἀρχὴ
                            καὶ αἴτιον τῆς κινήσεως, <lb n="10"/> ὅταν κινῇ, οἶον ὁ ἐντελεχείᾳ
                            ἄνθρωπος ποιεῖ ἐκ τοῦ δυνάμει ὄντος ἀνθρώπου ἄνθρωπον.</p></div></div></div></body></text></TEI>