<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="1"><lb n="1"/><p>Ἐπεὶ δʼ ἡ φύσις μέν ἐστιν ἀρχὴ κινήσεως καὶ μεταβολῆς, ἡ δὲ μέθοδος ἡμῖν
                            περὶ φύσεώς ἐστι, δεῖ μὴ λανθάνειν τί ἐστι κίνησις· ἀναγκαῖον γὰρ
                            ἀγνοουμένης αὐτῆς ἀγνοεῖσθαι καὶ τὴν φύσιν. διορισαμένοις δὲ περὶ
                            κινήσεως πειρατέον <lb n="15"/> τὸν αὐτὸν ἐπελθεῖν τρόπον περὶ τῶν
                            ἐφεξῆς. δοκεῖ δʼ ἡ κίνησις εἶναι τῶν συνεχῶν, τὸ δʼ ἄπειρον ἐμφαίνεται
                            πρῶτον ἐν τῷ συνεχεῖ· διὸ καὶ τοῖς ὁριζομένοις τὸ συνεχὲς συμβαίνει
                            προσχρήσασθαι πολλάκις τῷ λόγῳ τῷ τοῦ ἀπείρου, ὡς τὸ εἰς ἄπειρον
                            διαιρετὸν συνεχὲς ὄν. πρὸς δὲ τούτοις ἄνευ <lb n="20"/> τόπου καὶ κενοῦ
                            καὶ χρόνου κίνησιν ἀδύνατον εἶναι. δῆλον οὖν ὡς διά τε ταῦτα, καὶ διὰ τὸ
                            πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα, σκεπτέον προχειρισαμένοις περὶ
                            ἑκάστου τούτων (ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν
                            ἐστιν)· καὶ πρῶτον, καθάπερ εἴπαμεν, περὶ κινήσεαως. <lb n="25"/> ἔστι
                            δὴ <del>τι</del> τὸ μὲν ἐντελεχείᾳ μόνον, τὸ δὲ δυνάμει καὶ ἐντελεχείᾳ,
                            τὸ μὲν τόδε τι, τὸ δὲ τοσόνδε, τὸ δὲ τοιόνδε, καὶ τῶν ἄλλων. τῶν τοῦ
                            ὄντος κατηγοριῶν ὁμοίως. τοῦ δὲ πρός <pb n="44"/> τι τὸ μὲν καθʼ
                            ὑπεροχὴν λέγεται καὶ κατʼ ἔλλειψιν, τὸ δὲ <lb n="30"/> κατὰ τὸ ποιητικὸν
                            καὶ παθητικόν, καὶ ὅλως κινητικόν τε καὶ κινητόν· τὸ γὰρ κινητικὸν
                            κινητικὸν τοῦ κινητοῦ καὶ τὸ κινητὸν κινητὸν ὑπὸ τοῦ κινητικοῦ, οὐκ ἔστι
                            δὲ κίνησις παρὰ τὰ πράγματα· μεταβάλλει γὰρ ἀεὶ τὸ μεταβάλλον ἢ κατʼ
                            οὐσίαν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον, κοινὸν δʼ <lb n="35"/>
                            ἐπὶ τούτων οὐδὲν ἔστι λαβεῖν, ὡς φαμέν, ὃ οὔτε τόδε οὔτε ποσὸν <note type="marginal">201a</note>οὔτε ποιὸν οὔτε τῶν ἄλλων κατηγορημάτων
                            οὐθέν· ὥστʼ οὐδὲ κίνησις οὐδὲ μεταβολὴ οὐθενὸς ἔσται παρὰ τὰ εἰρημένα,
                            μηθενός γε ὄντος παρὰ τὰ εἰρημένα. ἕκαστον δὲ διχῶς ὑπάρχει πᾶσιν, οἷον
                            τὸ τόδε (τὸ μὲν γὰρ μορφὴ αὐτοῦ, τὸ δὲ <lb n="5"/> στέρησις), καὶ κατὰ
                            τὸ ποιόν (τὸ μὲν γὰρ λευκὸν τὸ δὲ μέλαν), καὶ κατὰ τὸ ποσὸν τὸ μὲν
                            τέλειον τὸ δʼ ἀτελές. ὁμοίως δὲ καὶ κατὰ τὴν φορὰν τὸ μὲν ἄνω τὸ δὲ
                            κάτω, ἢ τὸ μὲν κοῦφον τὸ δὲ βαρύ. ὥστε κινήσεαως καὶ μεταβολῆς <lb n="9"/> ἔστιν εἴδη τοσαῦτα ὅσα τοῦ ὄντος. <lg><lb n="9"/><l>διῃρημένου δὲ καθʼ</l></lg>
                            <lb n="10"/> ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ τοῦ δὲ δυνάμει, ἡ τοῦ
                            δυνάμει ὄντος ἐντελέχεια, ᾗ τοιοῦτον, κίνησίς ἐστιν, οἷον τοῦ μὲν
                            ἀλλοιωτοῦ, ᾗ ἀλλοιωτόν, ἀλλοίωσις, τοῦ δὲ αὐξητοῦ καὶ τοῦ ἀντικειμένου
                            φθιτοῦ (οὐδὲν γὰρ ὄνομα κοινὸν ἐπʼ ἀμφοῖν) αὔξησις καὶ φθίσις, τοῦ δὲ
                            γενητοῦ καὶ φθαρτοῦ γένεσις καὶ <lb n="15"/> φθορά, τοῦ δὲ φορητοῦ φορά.
                            ὅτι δὲ τοῦτο ἔστιν ἡ κίνησις, ἐντεῦθεν δῆλον. ὅταν γὰρ τὸ οἰκοδομητόν, ᾗ
                            τοιοῦτον αὐτὸ <pb n="45"/> λέγομεν εἶναι, ἐντελεχείᾳ ᾖ οἰκοδομεῖται, καὶ
                            ἔστιν τοῦτο οἰκοδόμησις· ὁμοίως δὲ καὶ μάθησις καὶ ἰάτρευσις καὶ κύλισις
                            καὶ ἅλσις καὶ ἅδρυνσις καὶ γήρανσις. ἐπεὶ δʼ ἔνια ταὐτὰ καὶ δυνάμει καὶ
                            ἐντελεχείᾳ ἐστίν, οὐχ ἅμα δὲ ἢ οὐ <lb n="20"/> κατὰ τὸ αὐτό, ἀλλʼ οἶον
                            θερμὸν μὲν ἐντελεχείᾳ ψυχρὸν δὲ δυνάμει, πολλὰ ἤδη ποιήσει καὶ πείσεται
                            ὑπʼ ἀλλήλων· ἅπαν γὰρ ἔσται ἅμα ποιητικὸν καὶ παθητικόν. ὥστε καὶ τὸ
                            κινοῦν φυσικῶς κινητόν· πᾶν γὰρ τὸ τοιοῦτον κινεῖ κινούμενον καὶ αὐτό.
                            δοκεῖ μὲν οὖν τισιν ἅπαν κινεῖσθαι τὸ κινοῦν, <lb n="25"/> οὐ μὴν ἀλλὰ
                            περὶ τούτου μὲν ἐξ ἄλλων ἔσται δῆλον ὅπως ἔχει (ἔστι γάρ τι κινοῦν καὶ
                            ἀκίνητον), ἡ δὲ τοῦ δυνάμει ὄντος 〈ἐντελέχεια〉, ὅταν ἐντελεχείᾳ ὄν
                            ἐνεργῇ οὐχ ᾖ αὐτὸ ἀλλʼ ᾖ κινητόν, κίνησίς ἐστιν. λέγω δὲ τὸ ὡδί. ἔστι
                            γᾲρ ὁ χαλκὸς δυνάμει ἀνδριάς, ἀλλʼ ὅμως οὐχ ἡ τοῦ χαλκοῦ ἐντελέχεια, <lb n="30"/> ᾖ χαλκός, κίνησίς ἐστιν· οὐ γὰρ τὸ αὐτὸ τὸ χαλκῷ εἶναι καὶ
                            δυνάμει τινί <del>κινητῷ</del>, ἐπεὶ εἰ ταὐτὸν ᾖν ἀπλῶς καὶ κατὰ τὸν
                            λόγον, ᾖν ἂν ἡ τοῦ χαλκοῦ, ᾖ χαλκός, ἐντελέχεια κίνησις· οὐκ ἔστιν δὲ
                            ταὐτόν, ὡς εἴρηται (δῆλον δʼ ἐπὶ τῶν ἐναντίων· τὸ μὲν γὰρ δύνασθαι
                            ὑγιαίνειν καὶ δύνασθαι <lb n="35"/> κάμνειν ἕτερον—καὶ γὰρ ἂν τὸ κάμνειν
                            καὶ τὸ ὑγιαίνειν <note type="marginal">201b</note> ταὐτὸν ᾖν— τὸ δὲ
                            ὑποκείμενον καὶ τὸ ὑγιαῖνον καὶ τὸ νοσοῦν, εἴθ’ ὑγρότης εἴθʼ αἷμα,
                            ταὐτὸν καὶ ἔν). ἐπεὶ δʼ οὐ ταὺτόν, ὥσπερ οὐδὲ χρῶμα ταὐτὸν καὶ ὁρατόν, ἡ
                            τοῦ δυνατοῦ, <pb n="46"/>
                            <lb n="5"/> ᾖ δυνατόν, ἐντελέχεια φανερὸν ὅτι κίνησίς ἐστιν. <lg><l>ὅτι μὲν οὖν</l></lg> ἐστιν αὕτη, καὶ ὅτι συμβαίνει τότε κιννεῖσθαι ὅταν ἡ ἐντελέχεια ᾖ
                            αὐτή, καὶ οὔτε πρότερον οὔτε ὕστερον, δῆλον· ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ
                            μὲν ἐνεργεῖν ὁτὲ δὲ μή, οιἶον τὸ οἰκοδομητόν, καὶ ἡ τοῦ οἰκοδομητοῦ
                            ἐνέργεια, οἰκοδομητόν, οἰκοδόμησίς <lb n="10"/> ἐστιν (ἢ γὰρ οἰκοδόμησις
                            ἡ ἐνέργεια <del>τοῦ οἰκοδομητοῦ</del> ἢ ἡ οἰκία· ἀλλʼ ὅταν οἰκία ᾖ,
                            οὐκέτʼ οἰκοδομητὸν ἔστιν· οἰκοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη οὖν
                            οἰκοδόμησιν τὴν ἐνέργειαν εἶναι)· ἡ δʼ οἰκοδόμησις κίνησίς τις. ἀλλὰ μὴν
                            ὁ αὐτὸς ἐφαρμόσει λόγος καὶ ἐπὶ τῶν ἄλλων <lb n="15"/> κινήσεων.</p></div></div></div></body></text></TEI>