<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg031.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="9"><lb n="9"/><p> Τὸ δʼ ἐξ ἀνάγκης πότερον ἐξ ὑποθέσεως ὑπάρχει ἢ καὶ ἁπλῶς; νῦν μὲν γὰρ
                            οἴονται τὸ ἐξ ἀνάγκης εἶναι <lb n="35"/> ἐν τῇ γενέσει ὥσπερ ἂν εἴ τις
                            τὸν τοῖχον ἐξ ἀνάγκης γεγενῆσθαι <note type="marginal">200a</note>
                            νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρεσθαι τὰ δὲ κοῦφα ἐπιπολῆς, διὸ
                            οἱ λίθοι μὲν κάτω καὶ τὰ θεμέλια, ἡ δὲ γῆ ἄνω διὰ κουφότητα, ἐπιπολῆς δὲ
                            μάλιστα τὰ ξύλα· κουφότατα γάρ. ἀλλʼ ὅμως οὐκ ἄνευ μὲν τούτων <lb n="5"/> γέγονεν, οὐ μέντοι διὰ ταῦτα πλὴν ὡς διʼ ὕλην, ἀλλʼ ἕνεκα τοῦ
                            κρύπτειν ἄττα καὶ σώζειν. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις πᾶσιν, ἐν ὅσοις
                            τὸ ἕνεκά του ἔστιν, οὐκ ἄνευ μὲν τῶν ἀναγκαίαν ἐχόντων τὴν φύσιν, οὐ
                            μέντοι γε διά ταῦτα ἀλλʼ ἢ ὡς ὕλην, ἀλλʼ ἕνεκά του, οἷον διὰ τί ὁ πρίων
                            τοιοσδί; ὅπως τοδὶ <lb n="10"/> καὶ ἕνεκα τουδί. τοῦτο μέντοι τὸ οὗ
                            ἕνεκα ἀδύνατον γενέσθαι, ἂν μὴ σιδηροῦς ᾖ· ἀνάγκη ἄρα σιδηροῦν εἶναι, εἰ
                            πρίων ἔσται καὶ τὸ ἔργον αὐτοῦ. ἐξ ὑποθέσεως δὴ τὸ ἀναγκαῖον, ἀλλʼ οὐχ
                            ὡς τέλος· ἐν γὰρ τῇ ὕλῃ τὸ ἀναγκαῖον, τὸ δʼ οὗ ἕνεκα ἐν <pb n="42"/>
                            <lb n="15"/> τῷ λόγῳ. <lg><lb n="15"/><l>ἔστι δὲ τὸ ἀναγκαῖον ἔν τε τοῖς μαθήμασι καὶ ἐν</l></lg> τοῖς κατὰ φύσιν γιγνομένοις τρόπον τινὰ παραπλησίως· ἐπεὶ γὰρ τὸ
                            εὐθὺ τοδί ἐστιν, ἀνάγκη τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχειν· ἀλλʼ οὐκ ἐπεὶ
                            τοῦτο, ἐκεῖνο· ἀλλʼ εἴ γε τοῦτο μὴ ἔστιν, οὐδὲ τὸ εὐθὺ ἔστιν. ἐν δὲ τοῖς
                            γιγνομένοις ἕνεκά του ἀνάπαλιν, <lb n="20"/> εἰ τὸ τέλος ἔσται ἢ ἔστι,
                            καὶ τὸ ἔμπροσθεν ἔσται ἢ ἔστιν· εἰ δὲ μή, ὥσπερ ἐκεῖ μὴ ὄντος τοῦ
                            συμπεράσματος ἡ ἀρχὴ οὐκ ἔσται, καὶ ἐνταῦθα τὸ τέλος καὶ τὸ οὗ ἕνεκα.
                            ἀρχὴ γὰρ καὶ αὕτη, οὐ τῆς πράξεως ἀλλὰ τοῦ λογισμοῦ (ἐκεῖ δὲ τοῦ
                            λογισμοῦ· πράξεις γὰρ οὐκ εἰσίν). ὥστʼ εἰ ἔσται οἰκία, ἀνάγκη <lb n="25"/> ταῦτα γενέσθαι ἢ ὑπάρχειν, ἢ εἶναι <del>ἢ</del> ὅλως τὴν ὕλην τὴν
                            ἕνεκά του, οἷον πλίνθους καὶ λίθους, εἰ οἰκία· οὐ μέντοι διὰ ταῦτά ἐστι
                            τὸ τέλος ἀλλʼ ἢ ὡς ὕλην, οὐδʼ ἔσται διὰ ταῦτα. ὅλως μέντοι μὴ ὄντων οὐκ
                            ἔσται οὔθʼ ἡ οἰκία οὔθʼ ὁ πρίων, ἡ μὲν εἰ μὴ οἱ λίθοι, ὁ δʼ εἰ μὴ ὁ
                            σίδηρος· οὐδὲ γὰρ ἐκεῖ αἱ <lb n="30"/> ἀρχαί, εἰ μὴ τὸ τρίγωνον δύο
                            ὀρθαί. <lg><lb n="30"/><l>φανερὸν δὴ ὅτι τὸ</l></lg> ἀναγκαῖον ἐν τοῖς φυσικοῖς τὸ ὡς ὕλη λεγόμενον καὶ αἱ κινήσεις αἱ
                            ταύτης. καὶ ἄμφω μὲν τῷ φυσικῷ λεκτέαι αἱ αἰτίαι, μᾶλλον δὲ ἡ τίνος
                            ἕνεκα· αἴτιον γὰρ τοῦτο τῆς ὕλης, ἀλλʼ οὐχ αὕτη τοῦ τέλους· καὶ τὸ τέλος
                            τὸ οὗ ἕνεκα, καὶ ἡ <lb n="35"/> ἀρχὴ ἀπὸ τοῦ ὁρισμοῦ καὶ τοῦ λόγου,
                            ὥσπερ ἐν τοῖς κατὰ <note type="marginal">200b</note>τέχνην, ἐπεὶ ἡ οἰκία
                            τοιόνδε, τάδε δεῖ γενέσθαι καὶ ὑπάρχειν ἐξ ἀνάγκης, καὶ ἐπεὶ ἡ ὑγίεια
                            τοδί, τάδε δεῖ γενέσθαι ἐξ ἀνάγκης καὶ ὑπάρχειντ—οὕτως καὶ εἰ ἄνθρωπος
                            τοδί, ταδί· εἰ δὲ ταδί, ταδί. ἴσως δὲ καὶ ἐν τῷ λόγῳ ἔστιν τὸ <pb n="43"/> ἀναγκαῖον. ὁρισαμένῳ γὰρ τὸ ἔργον τοῦ πρίειν ὅτι διαίρεσις <lb n="5"/> τοιαδί, αὕτη γʼ οὐκ ἔσται, εἰ μὴ ἕξει ὀδόντας τοιουσδί· οὗτοι δʼ οὔ,
                            εἰ μὴ σιδηροῦς. ἔστι γὰρ καὶ ἐν τῷ λόγῳ ἔνια μόρια ὡς ὕλη τοῦ λόγου.</p></div></div></div></body></text></TEI>