περὶ δὲ ὁμιλίας μήθʼ ὥστε δεῖσθαι μηθὲν μήθʼ ὡς ἀπόντος ἀδυνατεῖν ἡσυχάζειν, ἀλλʼ οὕτως ἐθίζειν ὥστε ἱκανῶς ἔχειν παρόντος καὶ μὴ παρόντος. εὖ δʼ ἔχει καὶ τὸ τοῦ Ἡσιόδου. παρθενικὴν δὲ γαμεῖν, ἵνα ἤθεα κεδνὰ διδάξῃς. Hes. WD 699 αἱ γὰρ ἀνομοιότητες τῶν ἠθῶν ἥκιστα φιλικόν. περὶ δὲ κοσμήσεως, ὥσπερ οὐδὲ τὰ ἤθη δεῖ ἀλαζονευομένους ἀλλήλοις πλησιάζειν, οὕτως οὐδὲ τὰ σώματα. ἡ δὲ διὰ τῆς κοσμήσεως οὐδὲν διαφέρουσά ἐστι τῆς τῶν τραγῳδῶν ἐν τῇ σκευῇ πρὸς ἀλλήλους ὁμιλία.