ἅμα δὲ καὶ ἡ φύσις ἀναπληροῖ ταύτῃ τῇ περιόδῳ τὸ ἀεὶ εἶναι, ἐπεὶ κατʼ ἀριθμὸν οὐ δύναται, ἀλλὰ κατὰ τὸ εἶδος. οὕτω προῳκονόμηται ὑπὸ τοῦ θείου ἑκατέρου ἡ φύσις, τοῦ τε ἀνδρὸς καὶ τῆς γυναικός, πρὸς τὴν κοινωνίαν. διείληπται γὰρ τῷ μὴ ἐπὶ ταὐτὰ πάντα χρήσιμον ἔχειν τὴν δύναμιν, ἀλλʼ ἔνια μὲν ἐπὶ τἀναντία, εἰς ταὐτὸν δὲ συντείνοντα· τὸ μὲν γὰρ ἰσχυρότερον τὸ δʼ ἀσθενέστερον ἐποίησεν, ἵνα τὸ μὲν φυλακτικώτερον ᾖ διὰ τὸν φόβον, τὸ δʼ ἀμυντικώτερον διὰ τὴν ἀνδρίαν, καὶ τὸ μὲν πορίζῃ τὰ ἔξωθεν, τὸ δὲ σῴζῃ τὰ ἔνδον· καὶ πρὸς τὴν ἐργασίαν τὸ μὲν δυνάμενον ἑδραῖον εἶναι, πρὸς δὲ τὰς ἔξωθεν θυραυλίας ἀσθενές, τὸ δὲ πρὸς μὲν τὰς ἡσυχίας χεῖρον, πρὸς δὲ τὰς κινήσεις ὑγιεινόν· καὶ περὶ τέκνων τὴν μὲν γένεσιν κοινήν, τὴν δὲ ὠφέλειαν ἴδιον· τῶν μὲν γὰρ τὸ θρέψαι, τῶν δὲ τὸ παιδεῦσαί ἐστιν. πρῶτον μὲν οὖν νόμοι πρὸς γυναῖκα, καὶ τὸ μὴ ἀδικεῖν· οὕτως γὰρ ἂν οὐδʼ αὐτὸς ἀδικοῖτο. τοῦθʼ ὑφηγεῖται δὲ ὃ καὶ ὁ κοινὸς νόμος, καθάπερ οἱ Πυθαγόρειοι λέγουσιν, ὥσπερ ἱκέτιν καὶ ἀφʼ ἑστίας ἠγμένην ὡς ἥκιστα δεῖν δοκεῖν ἀδικεῖν· ἀδικία δὲ ἀνδρὸς αἱ θύραζε συνουσίαι γιγνόμεναι.