Τοὺς κόκκυγάς φασι τοὺς ἐν Ἐλίκῃ, ὅταν μέλλωσι τίκτειν, μὴ ποιεῖν νεοττιάν, ἀλλ᾽ ἐν ταῖς τῶν φαττῶν ἢ ταῖς τῶν τρυγόνων ἐντίκτειν, καὶ μήτ᾽ ἐπῳάζειν μήτ᾽ ἐκκολάπτειν μήτε τρέφειν αὐτούς· ἀλλ᾽ ὅταν γεννηθῇ ὁ νεοττὸς καὶ ἐκτραφῇ, μεθ᾽ ὦν ἂν οὖτος συνῇ, τούτους ἐκ τῆς νεοττιᾶς ἐκβάλλειν. Γίνεται δ᾽, ὡς ἔοικε, μέγας καὶ καλός, ὥστε ῥᾳδίως κατακρατεῖν τῶν λοιπῶν. Τούτῳ δὲ χαίρειν φασὶ καὶ τὰς φάττας οὕτως ὥστε καὶ αὐτὰς συνεκβάλλειν ἐκείνῳ τοὺς ἰδίους νεοττούς. Αἱ ἐν Κρήτῃ αἶγες ὅταν τοξευθῶσι, ζητοῦσιν, ὡς ἔοικε, τὸ δίκταμον τὸ ἐκεῖ φυόμενον. Ὄταν γὰρ φάγωσιν, εὐθὺς ἐκβάλλουσι τὰ τοξεύματα.