Τεταραγμένου μὲν οὖν τοῦτο ποιεῖν φασὶ τὸν ἄφοδον, ἀταράχου δὲ μὴ ἐπικαίεν. Ὅταν δὲ τίκτωσι, πλείους γενόμενοι καὶ συναχθέντες ἅμα πάντες οἱ μέγιστοι τίκτουσι καὶ κύκλῳ προσαφοδεύουσι· πολὺ γάρ τι τούτου τοῦ περιττώματος τὸ θηρίον προΐεται. Τοὺς ἐν Ἀραβίᾳ φασὶ καμήλους μὴ ἀναβαίνειν ἐπὶ τὰς μητέρας, ἀλλὰ κἂν βιάσηταί τις, οὐ θέλουσι. Καὶ γάρ ποτε λέγεται, ἐπεὶ οὐκ ἦν ὀχεῖον, τὸν ἐπιμελητὴν καλύψαντα ἐφεῖναι τὸν πῶλον. Ὡς δ’ ὀχεύοντος ἐπέβη, τότε μέν, ὡς ἔοικε, συνετέλεσε, μικρῷ δ᾽ ὕστερον δάκνων τὸν καμηλίτην ἀπέκτεινεν.