<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="30"><p rend="merge"> ἂν οὖν ὁ λόγος <lb n="15"/> φαύλως διακείμενος, τὰ δὲ πάθη εὖ, οὐκ ἔσται ἀρετὴ ἐκλείπ τοντος τοῦ λόγου (ἐξ ἀμφοτέρων γὰρ ἡ ἀρετή)· ὥστʼ οὐδὲ κακῶς χρῆσθαι ἐνδέχεται ἀρετῇ. — ἀπλῶς δʼ οὐχ, ὥσπερ οἴονται οἱ ἄλλοι, τῆς ἀρετῆς ἀρχὴ καὶ ἡγεμών ἐστιν ὁ λόγος, ἀλλὰ μᾶλλον τὰ πάθη. δεῖ γὰρ πρὸς τὸ καλὸν <lb n="20"/> ὁρμὴν ἄλογόν τινα πρῶτον ἐγγίνεσθαι (ὃ καὶ γίνεται), εἶθʼ οὕτως τὸν λόγον ὕστερον ἐπωψηφίζοντα εἶναι καὶ διακρίνοντα. ἴδοι δʼ ἄν τις τοῦτο ἐκ τῶν παιδίων καὶ τῶν ἄνευ λόγου <lb n="31"/> ζώντων· ἐν γὰρ τούτοις ἄνευ τοῦ λόγου ἐγγίνονται ὁρμαὶ τῶν παθῶν πρὸς τὸ καλὸν πρότερον, ὁ δὲ λόγος ὕστερος <lb n="25"/> ἐπιγινόμενος καὶ σύμψηφος ὢν ποιεῖ πράττειν τὰ καλά. ἀλλʼ οὐκ ἐὰν ἀπὸ τοῦ λόγου τὴν ἀρχὴν λάβῃ πρὸς τὰ καλά, οὐκ 
<note type="footnote">1206 b, 1. οὖν secl. Scaliger (perperam) || 3. φαύλως διακείμενος Mielachius, φαῦλος· διὸ κἀκεῖνος ΠAld.Va.Bk.Bu. || 5. λόγος φαύλως Spengelius, λόγῳ φαύλῳ ΠAld. Va.Bk.Bu. || 7. πρὸς δὲ? Susem. || 17. ὥσπερ] ὡς Π2Bk.Bu. (fors. recte). || 22. παέδων KbAld. || 23. ζῴων Scaliger || τοῦ om. Π 24. τῶν om. KbBk.Bu. (fors recte) || πρότερον Π1Va., om. || 26. οὐκ Π1Va., om. </note> <pb n="79"/> ἀκολουθεῖ τὰ πάθη ὁμογνωμονοῦντα, ἀλλὰ πολλάκις ἐναντιοῦται· διὸ μᾶλλον ἀρχῇ ἔοικεν πρὸς τὴν ἀρετὴν τὸ πάθος εὖ διακείμενον ἢ ὁ λόγος.</p></div></div><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="1"><p> ἐχόμενον δʼ ἂν εἴη τούτων εἰπεῖν, ἐπειδὴ περὶ <lb n="30"/> εὐδαιμονίας ἐστὶν ὁ λόγος, περὶ εὐτυχίας. οἴονται γὰρ οἱ πολλοὶ τὸν εὐδαίμονα βίον τὸν εὐτυχῆ εἶναι ἢ οὐκ ἄνευ γε εὐτυχίας, καὶ ὀρθῶς ἴσως· ἄνευ γὰρ τῶν ἐκτὸς ἀγαθῶν, ὧν ἡ τύχη ἐστὶ κυρία, οὐκ ἐνδέχεται εὐδαίμονα εἶναι. διὸ ῥητέον ἐστὶν ὑπὲρ εὐτυχίας, καὶ ἀπλῶς ὁ εὐτυχὴς τίς ἐστι καὶ ἐν <lb n="35"/> τίσι καὶ περὶ τί.</p></div><div type="textpart" subtype="section" n="2"><p rend="merge">πρῶτον μὲν οὖν ἐπὶ ταῦτʼ ἄν τις ἐλθὼν καὶ ἐπιβλέψας ἀπορήσειεν. οὔτε γὰρ ἂν εἴποι τις τὴν τύχην ὥς ἐστι φύσις. ἡ γὰρ φύσις [ἀεὶ] οὖ ἐστιν αἰτία, τούτου ὡς ἐπὶ τὸ πολὺ ἢ ∗ ὡσαύτως ποιητικὴ ἐστίν, ἡ δέ γε τύχη οὐδέποτε, ἀλλʼ ἀτάκτως καὶ ὡς ἔτυχεν· διὸ ἡ τύχη ἐν τοῖς 
<note type="marginal">1207a</note> τοιούτοις λέγεται. οὔτε δὴ νοῦν γέ τινα ἢ λόγον ὀρθόν· καὶ γὰρ ἐνταῦθα οὐχ ἧττόν ἐστι τὸ τεταγμένον καὶ τὸ ἀεὶ ὡσαύτως, ἡ δὲ τύχη οὔ. διὸ καὶ οὗ πλεῖστος νοῦς καὶ λόγος, ἐνταῦθα ἐλαχίστη [καὶ] τύχη, οὖ δὲ πλείστη τύχη, ἐνταῦθʼ ἐλάχιστος νοῦς. <lb n="5"/></p></div><div type="textpart" subtype="section" n="3"><p rend="merge">ἀλλʼ ἆρά γε ἡ εὐτυχία ἐστὶν ὡς ἐπιμέλειά τις θεῶν; ἢ τοῦτʼ οὐκ ἂν δόξειεν; τὸν γὰρ θεὸν ἀξιοῦμεν κύριον ὄντα τῶν τοιούτων τοῖς ἀξίοις ἀπονέμειν καὶ τἀγαθὰ καὶ τὰ κακά, ἡ δὲ τύχη καὶ τὰ ἀπὸ τῆς τύχης ὡς ἀληθῶς ὡς ἂν τύχῃ γίνεται. εἰ δέ γε τῷ θεῷ τὸ τοιοῦτον ἀπονέμομεν, φαῦλον αὐτὸν <lb n="10"/> 
<note type="footnote">1206b, 30 —1207b, 19 ═ E. E. 1246b, 37—1248b, 7, cf. Ramsauer p. 18.</note> 
<note type="footnote">35. τί Π2P2 || 37. ἀποβλέψας KbAld. || 38. ἀεὶ post 39. ἢ tri. Susem. (cf. 1207a 3 et inprimis E. E. 1247a, 31 sq.), secl. Rieckher (fors. recte), v. quae adnotabo ad v. 39 || οὗ] οὐκ pr. Kb (crx. rc.) || 39. 〈ἢ〉 ὡς? Susem. || ὡς — ὡσαύτως] 〈ἢ ἀεὶ ἢ〉 ὡς ἐπὶ τὸ πολὺ [ἢ] ὡσαύτως Bonitzius, prb. Rieckher, fors. recte, lacunnae signum ante ὡς posuit etiam Bu., ὡσαύτως ἢ ὡς ἐπὶ τὸ πολὺ vel ἢ ὡς ἐπὶ τὸ πολὺ [ἢ] ὡσαύτως Spengelius ἢ] καὶ corr. Mb, ἠ pr. Kb, eras. corr. Kb 1207a, 4. ἡ] οὗ Scaliger 5. καὶ om. Π1 Bk.Bu. || 6. θεῶν KbAld. Va., θεοῦ Π2P2B? (fors. recte).</note> <pb n="80"/> κριτὴν ποιήσομεν ἢ οὐ δίκαιον· τοῦτο δʼ οὐ προσῆκόνἐστι [τῷ] θεῷ.</p></div></div></div></div></body></text></TEI>