πολλάκις δὲ μένε μὲν ἡ φιλία, κακῶς δʼ ἐχρήσα τῷ φίλῳ, διὸ ἀγανακτοῦσιν· ἔστι δὲ οὐδὲ τοῦτο ἄλογον. οὐ γὰρ διʼ ἀρετὴν ἡ φιλία σοι πρὸς τοῦτον ὑπῆρχεν, διὸ οὐδʼ ἄτοπον μηδὲν ποιεῖν αὐτὸν τῶν παθʼ ἀρετήν. ἀγανακτοῦσιν οὖν οὐκ ὀρθῶς διʼ ἡδονὴν γὰρ ποιησώαενοι τὴν φιλίαν, τὴν διʼ ἀρετὴν οἴονται δεῖν αὐτοῖς ὑπάρχειν· τὸ δʼ οὺ δυνατόν· οὐ γάρ ἐστιν ἡ διʼ ἡδονὴν καὶ τὸ συμφέρον ἀρετῆς ἐχομένη. κοινωσάμενοι οὖν ἡδονῇ ἀρετὴν ςητοῦσιν, οὐκ ὀρθῶς· οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ καὶ τῷ πυμφέρονα ἡ ἀρετή, ἀλλὰ τῇ ἀρετῇ ἀμφότερα ταῦτα ἀπολουθτῖ. ἄτοπον γὰρ εἰ μὴ τις οἰήσεται τοὺς σπουδαίους αὐτοὺς αὑτοῖς ἡδίενους εἶναι· καὶ γὰρ οἱ φαῦλοι, ὥς φησιν Εὁριπίδης, αὐτοὶ ἑαυτοῖς ἡδεῖς εἰσίν· “κακὸς κακῷ” γὰρ “συντέτηκεν.” οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ ἡ ἀρετή, ἀλλὼ τᾖ ἀρετῇ ἡ ἡδονὴ ἀκολουθεῖ. εἶναι, ἢ οὐ δεῖ ἄτοπον γὰρ τὸ μὴ φάναι δεῖν. εἰ γὰρ 1210a ἀφελεῖς αὐτῶν τὸ ἡδεῖ εἷναι ἀλλήλοις, ἄλλους ποριοῦνται φίλους εἰς τὸ συζῆν, τρὺς ἡδεῖς· εἰς γὰρ τὸσυ ζῆν οὐδὲν μεῖζόν ἐστι τοῦ ἡδεῖςςἶναι· ἄτοπον οὖν τὸ μὴ οἴεσθαι δεῖν τοὺς σπουδαίους μάλιστα ἀλλήλοις συζῆν· τοῦτο δʼοὐκ ἔστιν ἄνευ τοῦ ἡδέος· δέοι ἂν ἂρα, ὡς ἔυικεν, μάλιστκ τούτοις ὑπάρχειν τὸ ἡδέσιν εἶναι.