ὁμοίως δὲ καὶ αἱ φιλίαι οὐχ ὡσαύτως, ἥ τε τῶν σπουδαίων ἡ διὰ τὸ ἀγαθὸν καὶ ἡ κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον. οὐδὲ δὴ ὁμωνύμως λέγονται, ἀλλʼ οὐκ εἰσὶν μὲν αἱ αὐταί, περὶ ταὐτὰ δέ πως καὶ ἐκ τῶν αὐτῶν εἰσίν. εἰ δή τις λέγοι “ὁ κατὰ τὸ ἡδὺ φιλῶν οὐκ ἔστιν φίλος τούτῳ· οὐ γὰρ κατὰ τὸ ἀγαθὸν φίλος ἐστίν”, βαδίζει ὁ τοιοῦτος ἐπὶ τὴν τῶν σπουδαίων φιλίαν, τὴν ἐξ 6. αὑτῷ Bk. Bu. || ἐνδέχεται P2 || 7. ἀκολουθεῖν P2 || τὸ] τῶι pr. Kb Pb (crx. rc.) || ἡδεῖ KbP2 et pr. Pb (crx. rc.) || τὸ] τῶι (τῶ) pr. Kb Pb Co (crx. rc,) || συμφέροντι Kb Cv et pr. Pb Cc (crx. rc.) || 12. ἧ in ras. (sed pr. m. scr.) Pb, εἴ Kb, εἰ P2 Ald. Va. || 23. 〈εἴ〉 φαμεν—24. ἐπιστήμην, ταῦτα —27. ἀρχή· ὁμοίως? Susem, || 29. οὐδὲ Susem., οὔτε Π et edtiones. ἇπάντων τούτων οὖσαν, καὶ ἐκ τοῦ ἀγαθοῦ καὶ ἐκ τοῦ ἡδέος καὶ ἐκ τοῦ συμφέροντος, ὥστʼ ἀληθῶς οὐκ ἔστιν [κατʼ] ἐκείνην γε τὴν φιλέαν φίλος, ἀλλὰ τὴν κατὰ τὸ ἡδὺ ἢ κατὰ τὸ συμφέρον. πότερον οὖν ἔσται ὁ σπουδαῖος τῷ σπουδαίῳ φίλος, ἢ οὔ; οὐδὲν γὰρ προσδεῖται, φησίν, ὁ ὅμοιος τοῦ ὁμοίου. ὁ δὴ τοιοῦτος λόγος ζητεῖ τὴν κατὰ τὸ συμφέρον φιλίαν· ᾗ γὰρ προσδεῖται ὁ ἕτερος τοῦ ἑτέρου, ταύτῃ ὄντες φίλοι 1209b ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ εἰσίν. ἀλλὰ ἑτέρα διώρισται ἡ κατὰ τὸ συμφέρον φιλία καὶ ἡ κατʼ ἁρετὴν καὶ ἡδονήν. εἰκὸς δὴ καὶ πολὺ μᾶλλον τούτους· πάντα γὰρ αὐτοῖς ὑπάρχει, τἀγαθὸν καὶ τὸ ἡδὺ καὶ τὸ συμφέρον. ἀλλὰ καὶ ὁ σπουδαῖος τῷ φαύλῳ·