ἀλλὰ μὴν οὐδὲ τοῦ κατὰ τὴν ἐπαγωγὴν κοινοῦ. διὰ τί; ὅτι ὅταν βουλώμεθα δεῖξαί [καί] τι τῶν μέρος ἀγαθῶν, ἢ τῷ ὁρισμῷ δείκνυμεν ὅτι ὁ αὐτὸς λόγος ἐφαρμόττει ἐπί τε τἀγαθὸν καὶ ἐπὶ τοῦτο ὃ ἂν βουλώμεθα δεῖξαι ὅτι ἀγαθόν, ἢ τῇ ἐπαγωγῇ, οἷον 1182 b, 22—27 E. E. 1218 b, 22—24 14. δὴ Va Rieckher, δὲ Γ Π Ald. Bk. Bu. 15. τὸ post καὶ om. Π ‖ 16. ἅποσιν D P2 (fors recte) ‖ ὑπάρχοι, sed οι pallidiore atramento Cc, ὑπάρχει Γ M Pb, ὑπάρχῃ Ald. ‖ 20 τὸ om. Π1 Cc et pr. P (suppl. ead. m) ‖ 21. ἂν Z, ἐὰν cet. (int P tamen verbum cum antecedente et sequente prorsus evanuit) 23. αὐτῆς Bk , αὐτῆς fontes 25. ὅτι] εἰ M et fort. Pb, om. Cc et fort. (id quod potius crediderim) P ‖ 28. αὕτη Z Mb Cc P Ald (fors recte), ἀύτη P ‖ 30. τέλος Bonitzius, τέλους Γ Π Ald Va Bk ‖ 33 καί om Γ Π1 Va Bk Bu. 34. ὅτι] ὧ Π 35 ὃ ἂν Va (?) Bk , ὃ ἐὰν M et corr P (nigriore atramento), ἐὰν Γ Π1 Cc et pr Pb ὅταν θέλωμεν δεῖαι ὅτι ἡ μεγαλνψυχία ἐστὶν ἀγαθόν, φαμὲν ὅτι ἡ δικαιοσύνη ἀγαθὸν καὶ ἡ ἀνδρεία καὶ ἀπλῶς 1188 a αἱ ἀρεταί, ἡ δὲ μεγαλοψυχία ἀρετή, ὥστε καὶ ἡ μεγαλοψυγία ἀγαθόν οὐδὲ δὴ ὑπὲρ τοῦ κατὰ τὴν ἐπαγωγὴν κοινοῦ ἀγαθοῦ λεπτέον τῇ πολιτικῇ, ὅτι τὰ αὐτὰ ἀδύνατα συμβήσεται τούτῳ καὶ τ κατὰ τὸν ὅρον κοινῷ ἀγαθῷ. ὅτι γὰρ ἀγαθόν, καὶ ἐνταῦθʼ ἐρεῖ. — δῆλον τοίνυν ὅτι ὑπὲρ τοῦ ἀρίστου ἀγαθοῦ λεκτέον ἐστὶν καὶ ἀρίστου τοῦ ἡμῖν ἀρίστου τὸ δʼ ὅλον ἴδοι ἄν τις ὅτι οὐκ ἔστιν μιᾶς οὔτʼ ἐπιστήμης οὔτε δυνάμεως τὸ ὑπὲρ παντὸς ἀγαθοῦ σκοπεῖν. διὰ τί; ὅτι τἀγαθὸν ἐν πάσαις ταῖς κατηγορίαις ἐστίν· καὶ γάρ ἐν τῷ τί καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ ποσῷ καὶ πότε καὶ πρός τι [καὶ τινὶ] καὶ ἁπλῶς ἐν ἀπάσαις. ἀλλὰ μὴν τὸ πότε ἀγαθὸν ἐν μὲν. ἰατρικῇ ὁ ἰατρὸς οἶδεν, ἐν δὲ κυβερνητικῇ ὁ κυβερνήτης, ἐν ἑκάστῃ δʼ ἕκαστος. πότε μὲν γὰρ δεῖ τεμεῖν ὁ ἰατρὸς οἶδεν, πότε δὲ δεῖ πλεῖν ὁ κυβερνήτης. ἐν ἑκάστῃ δὲ τὸ πότε ἀγαθὸν ἕκιαστος τὸ καθʼ ἑαυτὸν εἰδήσει· οὔτε γὰρ ὁ ἰατρὸς τὸ ἐν τῇ κυβερνητικῇ ἀγαθὸν πότε εἰδήσει, οὔτε ὁ κυβερνήτης τὸ ἐν ἰατρικῇ. οὐκ ἄρα οὐδʼ οὕτως ὑπὲρ τοῦ κοινοῦ ἀγαθοῦ λεκτέον· τὸ γὰρ πότε ἐν πάσαις κοινόν. ὁμοίως δὲ καὶ τὸ πρός τι ἀγαθὸν καὶ τὸ κατὰ τὰς ἄλλας κατηγορίας κοινὸν μὲν ἀπάσαις, οὐδεμιᾶς δʼ ἐστὶν οὔτε δυνάμεως οὔτʼ ἐπιστήμης εἰπεῖν ὑπὲρ τοῦ ἐν ἑκάστῃ πότε ἀγαθοῦ, οὐδʼ αὗ τῆς πολιτικῆς ὑπὲρ τοῦ κοινοῦ ἀγαθοῦ λέγειν. ὑπὲρ τοῦ ἀγαθοῦ ἄρα, καὶ ὑπὲρ τοῦ ἀρίστου, καὶ ὑπὲρ τοῦ ἡμῖν ἀρίστου.