Ἐπειδὴ προαιρούμεθα λέγειν ὑπὲρ ἠθικῶν, πρῶτον ἄν εἴη 1181a σκεπτέον τίνος ἐστὶ μέρος τὸ ἦθος ὡς μὲν οὖν συντόμως 25 εἰπτεῖν, δόξειεν 〈ἂν〉 οὐκ ἄλλης ἢ τῆς πολιτικῆς εἶναι μέρος. ἔστι γὰρ οὐθὲν ἐν τοῖς πολιτικοῖς δυνατὸν πρᾶξαι ἄνευ τοῦ ποῖόν τινα εἶναι, λέγω δʼ οἷον σπουδαῖον· τὸ δὲ σπουδαῖον εἶναί ἐστι τὸ τὰς ἀρετὰς ἔχειν· δεῖ ἄρα, εἴ τις μέλλει ἐν τοῖς 1181b πολιτικοῖς πρακτικὸς εἶναι, τὸ ἦθος εἶναι σπουδαῖος· μέρος 25 ἐστὶν ἄρα, ὡς ἔοικε, καὶ ἀρχὴ ἡ περὶ τὰ ἤθη πραγματεία τῆς πολιτικῆς, τὸ δʼ ὅλον καὶ τὴν ἐπωνυμίαν δικαίως δοκεῖ ἄν μοι ἔχειν ἡ πραγματεία οὐκ ἠθικὴν ἀλλὰ πολιτικήν. — δεῖ ἄρα, ὡς ἔοικε, πρῶτον ὑπὲρ ἀρετῆς εἰπεῖν, τί τέ 1182a ἐστι καὶ ἐκ τίνων γίνεται. σὐθὲν γὰρ ἴσως ὄφελος εἰδέναι μὲν τὴν ἀρετήν, πῶς δὲ ἔσται καὶ ἐκ τίνων μὴ ἐπαΐειν. οὐ γὰρ μόνον ὅπως εἰδήσομεν τί ἐστι σκοπεῖσθαι δεῖ, ἀλλὰ Lib. l. 1181a, 24—1182a, 7 ═ E. N. 1094 a, 24—b, 10: ad 1182a, 1—7 cf. etiam E. E. 1216b, 3—25. E. N. 1130b, 26—28, praeterea tamen v. Ramsauer p. 60. n. Trendelenburg. p. 435—437. Lib. l. |1181a, 24. ἠθικῶν ΓΖ Kb Cv, ἠθων c. c. Va. || 26. δοκεῖ (pallidius, sed eadem m. Pb) Bk. Bu., videbuntur Γ ἄν add. Spengelius Susem. 27. γὰρ] δʼ ΓΠ Va., om. Cc et pr. Pb (γὰρ suppl. ead. m.) ||1181b, 25. τὸ] καστὰ τὸ et, ut videtur, Γ|| σπουδαῖον mg. Bas. || 26. ἐστὶν om. Π ἄρα ὡς Γ Π Va., ἀρετῆς Cc, ἄρα Mb Pb || 1182a, 3. ἔσται] ἂν Γ Ζ Ald. ἐπαΐειν] σἴειν Mb, ὀίειν Cc et pr. Pb, ἴσ. ἀϊειν mg. rc. Pb. || 4. εἰδήσωμεν ΓCc et pr. Kc et corr. Kb (είδήσομεν, ut videtur, corr. Kb). || σκοπεῖνσθαι Ald, οἴεσθαι Mb, ὄιεσθαι Pb Cc. καὶ ἐκ τίνων ἔσται σκέψασθαι. ἅμα γὰρ εἰδῆσαι βουλόμεθα καὶ αὐτοὶ εἶναι τοιοῦτοι· τοῦτο δʼ οὐ δυνησόμεθα, ἐὰν μή εἰδῶμεν καὶ ἐκ τίνων καὶ πῶς ἔσται. — ἀναγκαῖον μὲν οὖν εἰδῆσαι τί ἐστιν ἀρετή (οὐ γὰρ ῥᾴδιον εἰδέναι τὸ ἐκ τίνων ἔσται καὶ πῶς ἔσται, ἀγνοοῦντα τὸ τί ἐστίν, ὥσπερ οὐδʼ ἐπὶ τῶν ἐπιστημῶν)· οὐ δεῖ δὲ λανθάνειν οὐδʼ εἴ τινες πρότερον ὑπὲρ τούτων εἰρήκασιν.