<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg021.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="9"><p>Ἐπεὶ δʼ ὁμοίως ἔχει ἀπὸ τῶν ἀριστερῶν καὶ ἀπὸ τῶν 9 δεξιῶν, καὶ ἅμα
                            τἀναντία κινεῖται, ὥστε μὴ εἶναι τῷ ἠρεμεῖν τὸ δεξιὸν κινεῖσθαι τὸ
                            ἀριστερὸν μηδʼ αὖ τῷ τοῦτο ἐκεῖνο, <lb n="15"/> ἀεὶ δʼ ἐν τῷ ἀνωτέρω
                            ἀμφοτέρων ἡ ἀρχή, ἀνάγκη ἐν τῷ μέσῳ εἶναι τὴν ἀρχὴν τῆς ψυχῆς τῆς
                            κινούσης· ἀμφοτέρων γὰρ τῶν ἄκρων τὸ μέσον ἔσχατον. ὁμοίως δʼ ἔχει πρὸς
                            τὰς κινήσεις τοῦτο καὶ τὰς ἀπὸ τοῦ ἄνω καὶ κάτω, οἷον τὰς ἀπὸ τῆς
                            κεφαλῆς πρὸς τὰ ἀπὸ τῆς ῥάχεως τοῖς ἔχουσι <lb n="20"/> ῥάχιν. καὶ
                            εὐλόγως δὲ τοῦτο συμβέβηκεν· καὶ γὰρ τὸ αἰσθητικὸν ἐνταῦθα εἶναί φαμεν,
                            ὥστʼ ἀλλοιουμένου διὰ τὴν αἴσθησιν τοῦ τόπου τοῦ περὶ τὴν ἀρχὴν καὶ
                            μεταβάλλοντος τὰ ἐχόμενα συμμεταβάλλει ἐκτεινόμενά τε καὶ συναγόμενα τὰ
                            μόρια, ὥστʼ ἐξ ἀνάγκης διὰ ταῦτα γίνεσθαι τὴν κίνησιν <lb n="25"/> τοῖς
                            ζῴοις. τὸ δὲ μέσον τοῦ σώματος μέρος δυνάμει μὲν ἕν, ἐνεργείᾳ δʼ ἀνάγκη
                            γίνεσθαι πλείω· καὶ γὰρ ἅμα κινεῖται τὰ κῶλα ἀπὸ τῆς ἀρχῆς, καὶ θατέρου
                            ἠρεμοῦντος θάτερον κινεῖται. λέγω δʼ οἷον ἐπὶ τῆς ΑΒΓ τὸ Β κινεῖται,
                            κινεῖ δὲ τὸ Α. ἀλλὰ μὴν δεῖ γέ τι ἠρεμεῖν, εἰ μέλλει τὸ μὲν <lb n="30"/>
                            κινεῖσθαι τὸ δὲ κινεῖν. ἓν ἄρα δυνάμει ὂν τὸ Α ἐνεργείᾳ δύο ἔσται, ὥστʼ
                            ἀνάγκη μὴ στιγμὴν ἀλλὰ μέγεθός τι εἶναι. ἀλλὰ μὴν ἐνδέχεται τὸ Γ ἄμα τῷ
                            Β κινεῖσθαι, ὥστʼ ἀνάγκη <note type="footnote">6 ἄρα; οὖν Mp 7 ἀρχὴν P 8
                                ἐσχάτου: τοῦ ἐσχάτου P 9 ἡ — 10 χειρὶ om pr S lac notata add rec m
                                || οὐδ᾿: ὅτι μηδʼ P 14 αὖ τῷ tr: αὐτῶι libri || τοῦτο; τούτω S 15 ἡ
                                om EY 19 τὰ: τὰς PS interpretatio Michaelis Ephesii nisi in τὰ non
                                quadrat, quamvis praebeat τάς || τοῖς ἔχουσι ῥάχιν om P 20 δὲ om P
                                21 εἶναί φαμεν ἐνταῦθα S 23 συμμεταβάλλειν EY 29 μέλλοι S Y 30
                                κινήσεσθαι ESY || ἄρα δυνάμει ἕν SY || ὄντα τὰ αβ S 22 κινεῖσθαι τῷ
                                β S</note>
                            <pb n="16"/> ἀμφοτέρας τὰς ἀρχὰς τὰς ἐν τῷ Α κινουμένας κινεῖν. δεῖ τι
                            ἄρα εἶναι παρὰ ταύτας ἕτερον τὸ κινοῦν, καὶ μὴ κινούμενον. ἀπερείδοιντο
                            μὲν γὰρ ἂν τὰ ἄκρα καὶ αἱ ἀρχαὶ αἱ <lb n="35"/> ἐν τῷ Α πρὸς ἀλλήλας
                            κινουμένων, ὥσπερ ἂν εἴ τινες τὰ νῶτα ἀντερείδοντες κινοῖεν τὰ σκέλη.
                            ἀλλὰ τὸ κινοῦν ἄμφω <note type="marginal">p. 703</note>
                            <add cause="omitted">ἀκίνητον</add> ἀναγκαῖον εἶναι, τοῦτο δʼ ἐστὶν ἡ
                            ψυχή, ἕτερον μὲν οὖσα | τοῦ μεγέθους τοῦ τοιούτου, ἐν τούτῳ δʼ οὗσα.</p></div></div></body></text></TEI>