<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg021.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="8"><p>Ἀρχὴ μὲν οὖν, ὥσπερ εἴρηται, τῆς κινήσεως τὸ ἐν τῷ 8 πρακτῷ διωκτὸν καὶ
                            φευκτόν· ἐξ ἀνάγκης δʼ ἀκολουθεῖ τῇ <lb n="35"/> νοήσει καὶ τῇ φαντασίᾳ
                            αὐτῶν θερμότης καὶ ψύξις. τὸ μὲν γὰρ λυπηρὸν φευκτόν, τὸ δʼ ἡδὺ διωκτόν
                            (ἀλλὰ λανθάνει περὶ τὰ μικρὰ τοῦτο συμβαῖνον), ἔστι δὲ τὰ λυπηρὰ <note type="marginal">p. 702a</note> καὶ ἡδέα πάντα σχεδὸν μετὰ ψύξεώς
                            τινος καὶ θερμότητος. τοῦτο δὲ δῆλον ἐκ τῶν παθημάτων. θάρρη γὰρ καὶ
                            φόβοι καὶ ἀφροδισιασμοὶ καὶ τἆλλο σωματικὰ λυπηρὰ καὶ ἡδέα τὰ μὲν κατὰ
                            μόριον μετὰ θερμότητος ἢ ψύξεώς ἐστι, <lb n="5"/> τὰ δὲ καθʼ ὅλον τὸ
                            σῶμα· μνῆμαι δὲ καὶ ἐλπίδες, οἷον εἰδώλοις χρώμεναι τοῖς τοιούτοις, ὁτὲ
                            μὲν ἧττον ὁτὲ δὲ μᾶλλον αἰτίαι τῶν αὐτῶν εἰσιν. ὥστʼ εὐλόγως ἤδη
                            δημιουργεῖται τὰ ἐντὸς καὶ τὰ περὶ τὰς ἀρχὰς τῶν ὀργανικῶν μορίων
                            μεταβάλλοντα ἐκ πεπηγότων ὑγρὰ καὶ ἐξ ὑγρῶν <lb n="10"/> πεπηγότα καὶ
                            μαλακὰ καὶ σκληρὰ ἐξ ἀλλήλων. τούτων δὲ συμβαινόντων τὸν τρόπον τοῦτον,
                            καὶ ἔτι τοῦ παθητικοῦ καὶ ποιητικοῦ τοιαύτην ἐχόντων τὴν φύσιν οἵαν
                            πολλαχοῦ εἰρήκαμεν, ὁπόταν συμβῇ ὥστʼ εἶναι τὸ μὲν ποιητικὸν τὸ δὲ
                            παθητικόν, καὶ μηδὲν ἀπολίπῃ αὐτῶν ἑκάτερον τῶν ἐν τῷ <note type="footnote">26 ποιεῖ: ποιεῖ τὰς S 27 ἡ om S 30 ἐν post μέγεθος
                                om Ε habet Mc 31 ποιεῖται P 35 ψύξις: ψυχρότης P 702 a 1 ἢ
                                θερμότητος P καὶ Mp 3 τἆλλα: τἆλλα τὰ P 4 ψυχρότητος P 11 ἔτι: ἐπὶ
                                SMp 13 ὅταν P 14 ἀπολείπη E ἀπολείπει Mc</note>
                            <pb n="14"/> λόγῳ, εὐθὺς τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει. διὰ τοῦτο δʼ ἅμα <lb n="15"/> ὡς εἰπεῖν νοεῖ ὅτι πορευτέον καὶ πορεύεται, ἂν μή τι
                            ἐμποδίζῃ ἕτερον. τὰ μὲν γὰρ ὀργανικὰ μέρη παρασκευάζει ἐπιτηδείως τὰ
                            πάθη, ἡ δʼ ὄρεξις τὰ πάθη, τὴν δʼ ὄρεξιν ἡ φαντασία· αὕτη δὲ γίνεται ἢ
                            διὰ νοήσεως ἢ διʼ αἰσθήσεως. ἅμα δὲ καὶ ταχὺ διὰ τὸ <add cause="omitted">τὸ</add> ποιητικὸν καὶ παθητικὸν τῶν πρὸς <lb n="20"/> ἄλληλα εἶναι
                            τὴν φύσιν. τὸ δὲ κινοῦν πρῶτον τὸ ζῷον ἀνάγκη εἶναι ἔν τινι ἀρχῇ. ἡ δὲ
                            καμπὴ ὅτι μέν ἐστι ἀρχὴ τοῦ δὲ τελευτή, εἴρηται. διὸ καὶ ἔστι μὲν ὡς
                            ἑνί, ἔστι δʼ ὡς δυσὶ χρῆται ἡ φύσις αὐτῇ. ὅταν γὰρ κινῆται ἐντεῦθεν,
                            ἀνάγκη τὸ μὲν ἠρεμεῖν τῶν σημείων τῶν ἐσχάτων, τὸ <lb n="25"/> δὲ
                            κινεῖσθαι· ὅτι γὰρ πρὸς ἠρεμοῦν δεῖ ἀπερείδεσθαι τὸ κινοῦν, εἴρηται
                            πρότερον. κινεῖται μὲν οὖν καὶ οὐ κινεῖ τὸ ἔσχατον τοῦ βραχίονος, τῆς δʼ
                            ἐν τῷ ὠλεκράνῳ κάμψεως τὸ μὲν κινεῖται τὸ ἐν αὐτῷ τῷ ὅλῳ κινουμένῳ,
                            ἀνάγκη δʼ εἶναί τι καὶ ἀκίνητον, ὃ δή φαμεν δυνάμει μὲν ἓν εἶναι
                            σημεῖον, <lb n="30"/> ἐνεργείᾳ δὲ γίνεσθαι δύο· ὥστʼ εἰ τὸ ζῷον ἦν ὁ
                            βραχίων, ἐνταῦθ᾿ ἄν που ἦν ἡ ἀρχὴ τῆς ψυχῆς ἡ κινοῦσα. ἐπεὶ δʼ ἐνδέχεται
                            καὶ πρὸς τὴν χεῖρα ἔχειν τι οὕτως τῶν ἀψύχων, οἷον εἰ κινοίη τὴν
                            βακτηρίαν ἐν τῇ χειρί, φανερὸν ὅτι οὐκ ἂν εἴη ἐν οὐδετέρῳ ἡ ψυχὴ τῶν
                            ἐσχάτων, οὔτʼ ἐν τῷ ἐσχάτῳ τοῦ <lb n="35"/> κινουμένου οὔτʼ ἐν τῇ ἑτέρᾳ
                            ἀρχῇ. καὶ γὰρ τὸ ξύλον ἔχει καὶ ἀρχὴν καὶ τέλος πρὸς τὴν χεῖρα. ὥστε διά
                            γε τοῦτο, εἰ μὴ καὶ <note type="marginal">p. 702 b</note> ἐν τῇ βακτηρίᾳ
                            ἡ κινοῦσα ἀπὸ τῆς ψυχῆς ἀρχὴ ἔνεστιν, οὐδʼ ἐν τῇ χειρί· ὁμοίως γὰρ ἔχει
                            καὶ τὸ ἄκρον τῆς χειρὸς πρὸς τὸν καρπόν, καὶ τοῦτο τὸ μέρος πρὸς τὸ
                            ὠλέκρανον. οὐδὲν γὰρ διαφέρει τὰ προσπεφυκότα τῶν μή· γίνεται γὰρ ὥσπερ
                                <lb n="5"/>
                            <note type="footnote">18 τὰ πάθη ἐπιτηδείως P καὶ ἐπιτηδείως τὰ πάθη S
                                20 τὸ add Bonitz || πρὸς: παῤ Y 21 τὸν ζῷον sed ν in τὸν eras E τῶν
                                ζῴων Y τὸ ζ. etiam M1 22 τοῦ μὲν μέν ἐστι τοῦ μὲν PS 23 τελευταῖον P
                                || μὲν:  πᾶν Y ||  ἓν P 27 οὖν om S 29 κινεῖται καὶ κινεῖ τὸ P ||
                                κινουμένω ἀλλʼ ἀνάγκη S || τι: τινα EY 30 δὴ om S 31 ἦν ὁ PSMp: ὁ om
                                EY 32 ἡ post ψυχῆς om EY 33 ἔχει Y 702 b 1 καὶ post μὴ om EY 2 ἐστιν
                                P 3 χειρὶ: ἀρχῇ PM1</note>
                            <pb n="15"/> ἀφαιρετὸν μέρος ἡ βακτηρία. ἀνάγκη ἄρα ἐν μηδεμιᾷ εἶναι
                            ἀρχῇ, ἥ ἐστιν ἄλλου τελευτή, μηδὲ εἴ τι ἐστὶν ἕτερον ἐκείνου ἐξωτέρω,
                            οἷον τοῦ μὲν τῆς βακτηρίας ἐσχάτου ἐν τῇ χειρὶ ἡ ἀρχή, τούτου δʼ ἐν τῷ
                            καρπῷ. εἰ δὲ μηδʼ ἐν τῇ <lb n="10"/> χειρί, ὅτι ἀνωτέρω ἔτι, ἡ ἀρχὴ οὐδʼ
                            ἐνταῦθα· ἔτι γὰρ τοῦ ὠλεκράνου μένοντος κινεῖται ἅπαν τὸ κάτω
                            συνεχές.</p></div></div></body></text></TEI>