<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg021.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="7"><p>Πῶς δὲ νοῶν ὁτὲ μὲν πράττει ὁτὲ δʼ οὐ πράττει, καὶ 7 κινεῖται, ὁτὲ δʼ οὐ
                            κινεῖται; ἔοικε παραπλησίως συμβαίνειν καὶ περὶ τῶν ἀκινήτων
                            διανοουμένοις καὶ συλλογιζομένοις. <lb n="10"/> ἀλλʼ ἐκεῖ μὲν θεώρημα τὸ
                            τέλος (ὅταν γὰρ τὰς δύο προτάσεις νοήσῃ, τὸ συμπέρασμα ἐνόησε καὶ
                            συνέθηκεν), ἐνταῦθα δʼ ἐκ τῶν δύο προτάσεων τὸ συμπέρασμα γίνεται ἡ
                            πρᾶξις, οἷον ὅταν νοήσῃ ὅτι παντὶ βαδιστέον ἀνθρώπῳ, αὐτὸς δʼ ἄνθρωπος,
                            βαδίζει εὐθέως, ἂν δʼ ὅτι οὐδενὶ βαδιστέον νῦν <lb n="15"/> ἀνθρώπῳ,
                            αὐτὸς δʼ ἄνθρωπος, εὐθὺς ἠρεμεῖ· καὶ ταῦτα ἄμφω πράττει, ἂν μή τι κωλύῃ
                            ἢ ἀναγκάζῃ. ποιητέον μοι ἀγαθόν, οἰκία δʼ ἀγαθόν· ποιεῖ οἰκίαν εὐθύς.
                            σκεπάσματος δέομαι, ἱμάτιον δὲ σκέπασμα· ἱματίου δέομαι. οὗ δέομαι,
                            ποιητέον· ἱματίου δέομαι· ἱμάτιον ποιητέον. καὶ τὸ <lb n="20"/>
                            συμπέρασμα, τὸ ἱμάτιον ποιητέον, πρᾶξίς ἐστιν. πράττει δʼ ἀπʼ ἀρχῆς. εἰ
                            ἱμάτιον ἔσται, ἀνάγκη εἶναι τόδε πρῶτον, εἰ δὲ τόδε, τόδε· καὶ τοῦτο
                            πράττει εὐθύς. ὅτι μὲν οὖν ἡ πρᾶξις τὸ συμπέρασμα, φανερόν· αἱ δὲ
                            προτάσεις αἱ ποιητικαὶ διὰ δύο εἰδῶν γίνονται, διά τε τοῦ ἀγαθοῦ καὶ διὰ
                            τοῦ <lb n="25"/> δυνατοῦ. ὥσπερ δὲ τῶν ἐρωτώντων ἔνιοι, οὕτω τὴν ἑτέραν
                            πρότασιν τὴν δήλην οὐδʼ ἡ διάνοια ἐφιστᾶσα σκοπεῖ οὐδέν· οἷον εἰ τὸ
                            βαδίζειν ἀγαθὸν ἀνθρώπῳ, ὅτι αὐτὸς ἄνθρωπος, οὐκ ἐνδιατρίβει. διὸ καὶ
                            ὅσα μὴ λογισάμενοι πράττομεν, ταχὺ πράττομεν. ὅταν ἐνεργήσῃ γὰρ ἢ τῇ
                            αἰσθήσει πρὸς τὸ οὗ <lb n="30"/> ἕνεκα ἢ τῇ φαντασίᾳ ἢ τῷ νῷ, οὗ
                            ὀρέγεται, εὐθὺς ποιεῖ ἀντʼ ἐρωτήσεως γὰρ ἢ νοήσεως ἡ τῆς ὀρέξεως γίνεται
                            ἐνέργεια. <note type="footnote">4 γὰρ: δὲ P 5 τὴν post ἢ om P 7 νοῶν:
                                νῦν EY καὶ περὶ: τοῖς περὶ P 11 προσέθηκεν P 17 δὲ ποιεῖ ἀγαθὸν S 18
                                οὗ — 19 καὶ; ἱμάτιον ποιητέον οὗ δέομαι ποιητέον P || ἱμάτιον ποιεῖ
                                ESY 21 εἶναι om ESY 22 τόδε καὶ τόδε E Y, om καὶ τοῦτο || εὐθύ Mp 24
                                τε et διὰ om 26 ἐφεστῶσα Y 29 γὰρ ἐνεργήσῃ P ὅταν δὲ Mp</note>
                            <pb n="12"/> ποτέον μοι, ἡ ἐπιθυμία λέγει· τοδὶ δὲ ποτόν, ἡ αἴσθησις
                            εἶπεν ἢ ἡ φαντασία ἢ ὁ νοῦς· εὐθὺς πίνει. οὕτως μὲν οὖν ἐπὶ τὸ κινεῖσθαι
                            καὶ πράττειν τὰ ζῷα ὁρμῶσι, τῆς μὲν ἐσχάτης αἰτίας τοῦ κινεῖσθαι ὀρέξεως
                            οὔσης, ταύτης δὲ γινομένης <lb n="35"/> ἢ διʼ αἰσθήσεως ἢ διὰ φαντασίας
                            καὶ νοήσεως. τῶν δʼ ὀρεγομένων πράττειν τὰ μὲν διʼ ἐπιθυμίαν ἢ θυμὸν τὰ
                            δὲ διʼ ὄρεξιν ἢ βούλησιν τὰ μὲν ποιοῦσι, τὰ δὲ πράττουσιν. ὥσπερ <note type="marginal">p. 701 b</note> δὲ τὰ αὐτόματα κινεῖται μικρᾶς
                            κινήσεως γινομένης, λυομένων τῶν στρεβλῶν καὶ κρουόντων ἀλλήλας τὰς
                            στρέβλας, καὶ τὸ ἁμάξιον, ὅπερ ὀχούμενον αὐτὸ κινεῖ εἰς εὐθύ, καὶ πάλιν
                            κύκλῳ κινεῖται τῷ ἀνίσους ἔχειν τοὺς τροχούς (ὁ γὰρ <lb n="5"/> ἐλάττων
                            ὥσπερ κέντρον γίνεται, καθάπερ ἐν τοῖς κυλίνδροις), οὕτω καὶ τὰ ζῷα
                            κινεῖται. ἔχει γὰρ ὄργανα τοιαῦτα τήν τε τῶν νεύρων φύσιν καὶ τὴν τῶν
                            ὀστῶν, τὰ μὲν ὡς ἐκεῖ τὰ ξύλα καὶ ὁ σίδηρος, τὰ δὲ νεῦρα ὡς αἱ στρέβλαι·
                            ὧν λυομένων καὶ ἀνιεμένων κινοῦνται. ἐν μὲν οὖν τοῖς αὐτομάτοις <lb n="10"/> καὶ τοῖς ἁμαξίοις οὐκ ἔστιν ἀλλοίωσις, ἐπεὶ εἰ ἐγίνοντο
                            ἐλάττους οἱ ἐντὸς τροχοὶ καὶ πάλιν μείζους, κἂν κύκλῳ τὸ αὐτὸ ἐκινεῖτο·
                            ἐν δὲ τῷ ζῴῳ δύναται τὸ αὐτὸ καὶ μεῖζον καὶ ἔλαττον γίνεσθαι καὶ τὰ
                            σχήματα μεταβάλλειν, αὐξανομένων τῶν μορίων διὰ θερμότητα καὶ πάλιν
                            συστελλομένων <lb n="15"/> διὰ ψύξιν καὶ ἀλλοιουμένων. ἀλλοιοῦσι δʼ αἱ
                            φαντασίαι καὶ αἱ αἰσθήσεις καὶ αἱ ἔννοιαι. αἱ μὲν γὰρ αἰσθήσεις εὐθὺς
                            ὑπάρχουσιν ἀλλοιώσεις τινὲς οὖσαι, ἡ δὲ φαντασία καὶ ἡ νόησις τὴν τῶν
                            πραγμάτων ἔχουσι δύναμιν· τρόπον γάρ τινα τὸ εἶδος τὸ νοούμενον τὸ τοῦ
                            θερμοῦ ἢ ψυχροῦ ἢ ἡδέος ἢ φοβεροῦ <lb n="20"/> τοιοῦτον τυγχάνει ὂν οἷόν
                            περ καὶ τῶν πραγμάτων ἕκαστον, διὸ καὶ φρίττουσι καὶ φοβοῦνται νοήσαντες
                            μόνον. ταῦτα <note type="footnote">32 ποτέον: ποτόν PS ποντόν E 33 ἡ et
                                ὁ om P 701 b 2 γινομένης PM1: γενομένης SEY 4 ὅπερ EYMc: ὥσπερ PS ||
                                ὀχούμενος S 6 γίνεται; γίνεται καὶ 7 τῶν τε νεύρων τὴν P 8 τὴν ante
                                τῶν om P 10 κινεῖται S 13 ταὐτὸ P τὸ αὐτὸ e τῷ αὐτῷ corr. Y ||
                                ἔλαττον καὶ μεῖζον S 15 πάλιν συστελλομένων διὸ PSMp: πνεῦμα καὶ FY
                                21 ὂν om PS 22 καὶ post διὸ om P || μόνον om EY</note>
                            <pb n="13"/> δὲ πάντα πάθη καὶ ἀλλοιώσεις εἰσίν. ἀλλοιουμένων δʼ ἐν τῷ
                            σώματι τὰ μὲν μείζω τὰ δʼ ἐλάττω γίνεται. ὅτι δὲ <lb n="25"/> μικρὰ
                            μεταβολὴ γινομένη ἐν ἀρχῇ μεγάλας καὶ πολλὰς ποιεῖ διαφορὰς ἄποθεν, οὐκ
                            ἄδηλον· οἷον τοῦ οἴακος ἀκαριαῖόν τι μεθισταμένου πολλὴ ἡ τῆς πρώρας
                            γίνεται μετάστασις. ἔτι δὲ κατὰ θερμότητα ἢ ψύξιν ἢ κατʼ ἄλλο τι
                            τοιοῦτον πάθος ὅταν γένηται ἀλλοίωσις περὶ τὴν καρδίαν, <lb n="30"/> καὶ
                            ἐν ταύτῃ κατὰ μέγεθος ἐν ἀναισθήτῳ μορίῳ, πολλὴν ποιεῖ τοῦ σώματος
                            διαφορὰν ἐρυθήμασι καὶ ὠχρότησι καὶ φρίκαις καὶ τρόμοις καὶ τοῖς τούτων
                            ἐναντίοις.</p></div></div></body></text></TEI>