<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg021.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><p>Περὶ μὲν οὖν ψυχῆς, εἴτε κινεῖται εἴτε μή, καὶ εἰ κινεῖται,6 <lb n="5"/>
                            πῶς κινεῖται, πρότερον εἴρηται ἐν τοῖς διωρισμένοις περὶ αὐτῆς. ἐπεὶ δὲ
                            τὰ ἄψυχα πάντα κινεῖται ὑφʼ ἑτέρου, περὶ δὲ τοῦ πρώτου κινουμένου καὶ
                            ἀεὶ κινουμένου, τίνα τρόπον κινεῖται, καὶ πῶς κινεῖ τὸ πρῶτον κινοῦν,
                            διώρισται πρότερον ἐν τοῖς περὶ τῆς πρώτης φιλοσοφίας, λοιπόν ἐστι
                            θεωρῆσαι <lb n="10"/> πῶς ἡ ψυχὴ κινεῖ τὸ σῶμα, καὶ τίς ἡ ἀρχὴ τῆς τοῦ
                            ζῴου κινήσεως. τῶν γὰρ ἄλλων παρὰ τὴν τοῦ ὅλου κίνησιν τὰ ἔμψυχα αἴτια
                            τῆς κινήσεως, ὅσα μὴ κινεῖται ὑπ᾿ ἀλλήλων διὰ τὸ προσκόπτειν ἀλλήλοις.
                            διὸ καὶ πέρας ἔχουσιν <note type="footnote">24 καὶ οἱ βήσσοντες P 25 καὶ
                                οἱ ἐκπνέοντες S 26 αὐτὸ αὑτὸ EPM1: αὐτὸ om SY αὐτῷ αὑτὸ corr Jaeg ||
                                μόνῳ om P μόνον Y || δὲ ἐπιμένειν E 27 καὶ om E Y habet M1 || αὐτὸ
                                EPY 28 ἐν αὐξ. S || καὶ φθορᾶς τῆς ἐξ ἀρχῆς P 29 πρώτην κίνησιν PMc:
                                πρώτη κίνησις ESY 30 δὲ om P 31 ζώω ἡ P 33 γίνηται P 35 ἄλλων Y 700
                                b 1 οἴονται P 3 ἐστιν om P 4 οὖν om P || ἢ μὴ PY 5 εἴρηται πρότερον
                                P 6 αὐτῆς: ψυχῆς P δὲ: μὲν Y μὲν γὰρ tr λοιπὸν δʼ EY 10 τίς ἀρχὴ ES
                                11 ὅλου: λόγου EY</note>
                            <pb n="10"/> αὐτῶν πᾶσαι αἱ κινήσεις· καὶ γὰρ καὶ αἱ τῶν ἐμψύχων. πάντα
                            γὰρ τὰ ζῷα καὶ κινεῖ καὶ κινεῖται ἕνεκά τινος, ὥστε <lb n="15"/> τοῦτʼ
                            ἔστιν αὐτοῖς πάσης τῆς κινήσεως πέρας, τὸ οὗ ἕνεκα. ὁρῶμεν δὲ τὰ
                            κινοῦντα τὸ ζῷον διάνοιαν καὶ φαντασίαν καὶ προαίρεσιν καὶ βούλησιν καὶ
                            ἐπιθυμίαν. ταῦτα δὲ πάντα ἀνάγεται εἰς νοῦν καὶ ὄρεξιν. καὶ γὰρ ἡ
                            φαντασία καὶ ἡ αἴσθησις τὴν αὐτὴν τῷ νῷ χώραν ἔχουσιν· κριτικὰ γὰρ <lb n="20"/> πάντα, διαφέρουσι δὲ κατὰ τὰς εἰρημένας ἐν ἄλλοις διαφοράς.
                            βούλησις δὲ καὶ θυμὸς καὶ ἐπιθυμία πάντα ὄρεξις, ἡ δὲ προαίρεσις κοινὸν
                            διανοίας καὶ ὀρέξεως· ὥστε κινεῖ πρῶτον τὸ ὀρεκτὸν καὶ τὸ διανοητόν. οὐ
                            πᾶν δὲ τὸ διανοητόν, ἀλλὰ τὸ τῶν πρακτῶν τέλος. διὸ τὸ τοιοῦτόν ἐστι τῶν
                            ἀγαθῶν <lb n="25"/> τὸ κινοῦν, ἀλλʼ οὐ πᾶν τὸ καλόν· γὰρ ἕνεκα τούτου
                            ἄλλο, καὶ τέλος ἐστὶ τῶν ἄλλου τινὸς ἕνεκα ὄντων, ταύτῃ κινεῖ. δεῖ δὲ
                            τιθέναι καὶ τὸ φαινόμενον ἀγαθὸν ἀγαθοῦ χώραν ἔχειν, καὶ τὸ ἡδύ·
                            φαινόμενον γάρ ἐστιν ἀγαθόν. ὥστε δῆλον ὅτι ἔστι μὲν ὁμοίως κινεῖται τὸ
                            ἀεὶ κινούμενον ὑπὸ τοῦ <lb n="30"/> ἀεὶ κινοῦντος καὶ τῶν ζῴων ἕκαστον,
                            ἔστι δʼ ἄλλως, διὸ καὶ τὰ μὲν ἀεὶ κινεῖται, ἡ δὲ τῶν ζῴων κίνησις ἔχει
                            πέρας. τὸ δὲ ἀΐδιον καλόν, καὶ τὸ ἀληθῶς καὶ τὸ πρώτως ἀγαθὸν καὶ μὴ
                            ποτὲ μὲν ποτὲ δὲ μή, θειότερον καὶ τιμιώτερον ἢ ὥστʼ εἶναι πρότερόν
                            〈τι〉. τὸ μὲν οὖν πρῶτον οὐ κινούμενον κινεῖ, ἡ δʼ <lb n="35"/> ὄρεξις
                            καὶ τὸ ὀρεκτικὸν κινούμενον κινεῖ. τὸ δὲ τελευταῖον τῶν <note type="marginal">p. 701 a</note> κινουμένων οὐκ ἀνάγκη κινεῖν οὐδέν.
                            φανερὸν δʼ ἐκ τούτων καὶ ὅτι εὐλόγως ἡ φορὰ τελευταία τῶν γινομένων ἐν
                            τοῖς κινουμένοις· <note type="footnote">14 καὶ γὰρ αἱ PS Y 15 ἕνεκα:
                                ἐνέσται S 16 αὐτοῖς πᾶσι πάσης αὐτοῖς καὶ τῆς S 19 ἀνάγηται P 20
                                ἔχει P 21 διαφέρει P 22 ὀρέξεις PS 23 ὥστε — 24 οὐ: ὥστε καὶ τὸ
                                διανοητὸν ESY (προαιρετὸν tr) || τὸ post δὲ om P 25 τὸ post διὸ om
                                PS Y 28 ἀγαθοῦ — 29 ἀγαθὸν om EY 30 ὅτι: ὡς M1 || καὶ ὑπὸ P 23
                                ἀληθῶς καὶ τὸ πρώτως McP (ἀληθὲς P): τὸ om ESY 34 ἢ ὥστʼ εἶναι; πῶς
                                P 35 πρότερον; πρὸς ἕτερον P τι add Jaeg 701 a 2 καὶ ὅτε; διότι P 3
                                γινομένων in κινουμένων corr P ut vid. ex suo ingenio || γινομένοις
                                libri: κινουμένοις em Jaeg collato de an. inc. 709 a 10</note>
                            <pb n="11"/> κινεῖται γὰρ καὶ πορεύεται τὸ ζῷον ὀρέξει ἢ προαιρέσει, <lb n="5"/> ἀλλοιωθέντος τινὸς κατὰ τὴν αἴσθησιν ἢ τὴν φαντασίαν.</p></div></div></body></text></TEI>