<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg021.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="3"><p>Ἀποήσειε δʼ ἄν τις, ἆρʼ εἴ τι κινεῖ τὸν ὅλον οὐρανόν, 3 εἶναι θέλει
                            ἀκίνητον, καὶ τοῦτο μηθὲν εἶναι τοῦ οὐρανοῦ μόριον μηδʼ ἐν τῷ οὐρανῷ.
                            εἴτε γὰρ αὐτὸ κινούμενον κινεῖ αὐτόν, ἀνάγκη <lb n="15"/> τινὸς ἀκινήτου
                            θιγγάνον κινεῖν, καὶ τοῦτο μηδὲν εἶναι <note type="footnote">τοῖς om SY
                                || γῆ incertum E || τῇ: τῷ S || πορευομένοις post γῆ S, utrobique
                                Y</note>
                            <note type="footnote">17 οὔτε post ἔσται om P 18 πλεῦσις EY 19 ἕτερον
                                εἶναι τοῦτο P 20 μηδὲν εἶναι μόριον Mc 23 προσβάλλον S || ἐν: ἐ SY
                                24 οὐδʼ tr: οὔτʼ libri 25 οὐδ S || πνέωσιν Y || τύχοι τις Y tr τύχη
                                P 26 πλέων S || περ om P 27 τὸ πνεῦμα ἠρέμα ῥίπτῃ P 699 a 2 ᾖ: εἴη P
                                3 μορίων αὐτοῦ P 5 τῶν; τὸ S κινεῖται tr, sed ὃ est accusativus ||
                                καὶ om E 10 ἕλκων ἢ ὠθῶν S 13 θέλει P S M1: τε δεῖ EY 14 αὐτόν; αὐτὸ
                                EY 15 θιγγάνον κινεῖν:  θιγγάνειν EY</note>
                            <pb n="6"/> μόριον τοῦ κινοῦντος· εἴτʼ εὐθὺς ἀκίνητόν ἐστι τὸ κινοῦν,
                            ὁμοίως οὐδὲν ἔσται τοῦ κινουμένου μόριον. καὶ τοῦ τό γʼ ὀρθῶς λέγουσιν
                            οἱ λέγοντες, ὅτι κύκλῳ φερομένης τῆς σφαίρας οὐδʼ ὁτιοῦν μένει μόριον· ἢ
                            γὰρ ἂν ὅλην ἀναγκαῖον ἦν μένειν, ἢ διασπᾶσθαι τὸ συνεχὲς αὐτῆς. ἀλλʼ ὅτι
                            τοὺς πόλους οἴονταί τινα <lb n="20"/> δύναμιν ἔχειν, οὐθὲν ἔχοντας
                            μέγεθος ἀλλʼ ὄντας ἔσχατα καὶ στιγμάς, οὐ καλῶς. πρὸς γὰρ τῷ μηδεμίαν
                            οὐσίαν εἶναι τῶν τοιούτων μηδενός, καὶ κινεῖσθαι τὴν μίαν κίνησιν ὑπὸ
                            δυοῖν ἀδύνατον· τοὺς δὲ πόλους δύο ποιοῦσιν. ὅτι μὲν οὖν ἔχει τι καὶ
                            πρὸς τὴν ὅλην φύσιν οὕτως ὥσπερ ἡ γῆ πρὸς τὰ ζῷα <lb n="25"/> καὶ τὰ
                            κινούμενα διʼ αὐτῶν, ἐκ τῶν τοιούτων ἄν τις διαπορήσειεν. οἱ δὲ μυθικῶς
                            τὸν Ἄτλαντα ποιοῦντες ἐπὶ τῆς γῆς ἔχοντα τοὺς πόδας δόξαιεν ἂν ἀπὸ
                            διανοίας εἰρηκέναι τὸν μῦθον, ὡς τοῦτον ὥσπερ διάμετρον ὄντα καὶ
                            στρέφοντα τὸν οὐρανὸν περὶ τοὺς πόλους· τοῦτο δʼ ἂν συμβαίνῃ καὶ κατὰ
                            λόγον <lb n="30"/> διὰ τὸ τὴν γῆν μένειν, ἀλλὰ τοῖς ταῦτα λέγουσιν
                            ἀναγκαῖον φάναι μηδὲν εἶναι μόριον αὐτὴν τοῦ παντός, πρὸς δὲ τούτοις δεῖ
                            τὴν ἰσχὺν ἰσάζειν τοῦ κινοῦντος καὶ τὴν τοῦ μένοντος. ἔστι γάρ τι πλῆθος
                            ἰσχύος καὶ δυνάμεως καθʼ ἣν μένει τὸ μένον, ὥσπερ καὶ καθʼ ἣν κινεῖ τὸ
                            κινοῦν· καὶ ἔστι τις ἀναλογία <lb n="35"/> ἐξ ἀνάγκης, ὥσπερ τῶν
                            ἐναντίων κινήσεων, οὕτω καὶ τῶν ἠρεμιῶν. καὶ αἱ μὲν ἴσαι ἀπαθεῖς ὑπʼ
                            ἀλλήλων, κρατοῦνται δὲ κατὰ τὴν ὑπεροχήν. διόπερ εἴτʼ Ἄτλας εἴτε τι
                                <note type="marginal">p. 699 b</note> τοιοῦτόν ἐστιν ἕτερον τὸ
                            κινοῦν τῶν ἐντός, οὐδὲν μᾶλλον ἀντερείδειν δεῖ τῆς μονῆς ἣν ἡ γῆ
                            τυγχάνει μένουσα· ἢ κινηθήσεται ἡ γῆ ἀπὸ τοῦ μέσου καὶ ἐκ τοῦ αὐτῆς
                            τόπου. ὡς γὰρ τὸ ὠθοῦν ὠθεῖ, οὕτω τὸ ὠθούμενον ὠθεῖται, καὶ ὁμοίως κατʼ
                            ἰσχύν. <lb n="5"/> κινεῖ δὲ τὸ ἠρεμοῦν πρῶτον, ὥστε μᾶλλον καὶ πλείων ἡ
                            ἰσχὺς ἢ ὁμοία καὶ ἴση τῆς ἠρεμίας. ὡσαύτως δὲ καὶ ἡ τοῦ κινουμένου <note type="footnote">17 ἔσται tr: ἔσεσθαι libr 19 μιόριον: μέρος S || ἂν
                                om P 21 ὄντα P 23 καὶ: οὐ S 24 δυεῖν S 26 καὶ om PS|| ἀπορήσειεν P
                                27 τῆς om P 28 δόξειεν P 30 τοῦτον S|| ζσυμβαίνοι EΥ || καὶ om ESY
                                35 καὶ ante καθʼ om EY || τις ἐξ ἀνάγκης ἀναλογία P 699 b 2 ἕτερόν
                                ἐστι PS 3 δεῖ om PS|| τυγχάνη S 4 ἐκ om P 6 ἡ om S 7 ἢ: ἡ E|| ἡ: τῆς
                                PS αἰ E(l)</note>
                            <pb n="7"/> μέν, μὴ κινοῦντος δέ. τοσαύτην οὖν δεήσει τὴν δύναμιν εἶναι
                            τῆς γῆς ἐν τῷ ἠρεμεῖν ὅσην ὅ τε πᾶς οὐρανὸς ἔχει καὶ <lb n="10"/> τὸ
                            κινοῦν αὐτόν. εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατον καὶ τὸ κινεῖσθαι τὸν
                            οὐρανὸν ὑπό τινος τοιούτου τῶν ἐντός.</p></div></div></body></text></TEI>