<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg021.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="10"><p>10 Κατὰ μὲν οὖν τὸν λόγον τὸν λέγοντα τὴν αἰτίαν τῆς κινήσεως ἐστὶν ἡ
                            ὄρεξις τὸ μέσον, ὃ κινεῖ κινούμενον· ἐν δὲ <lb n="5"/> τοῖς ἐμψύχοις
                            σώμασι δεῖ τι εἶναι σῶμα τοιοῦτον. τὸ μὲν οὖν κινούμενον μὲν μὴ πεφυκὸς
                            δὲ κινεῖν δύναται πάσχειν κατʼ ἀλλοτρίαν δύναμιν· τὸ δὲ κινοῦν ἀναγκαῖον
                            ἔχειν τινὰ δύναμιν καὶ ἰσχύν. πάντα δὲ φαίνεται τὰ ζῷα καὶ ἔχοντα πνεῦμα
                            σύμφυτον καὶ ἰσχύοντα τούτῳ. τίς μὲν οὖν ἡ σωτηρία <lb n="10"/> τοῦ
                            συμφύτου πνεύματος, εἴρηται ἐν ἄλλοις· τοῦτο δὲ πρὸς τὴν ἀρχὴν τὴν
                            ψυχικὴν ἔοικεν ὁμοίως ἔχειν ὥσπερ τὸ ἐν ταῖς καμπαῖς σημεῖον, τὸ κινοῦν
                            καὶ κινούμενον, πρὸς τὸ ἀκίνητον. ἐπεὶ δʼ ἡ ἀρχὴ τοῖς μὲν ἐν τῇ καρδίᾳ
                            τοῖς δʼ ἐν τῷ ἀνάλογον, διὰ τοῦτο καὶ τὸ πνεῦμα τὸ σύμφυτον ἐνταῦθα <lb n="15"/> φαίνεται ὄν. πότερον μὲν οὖν ταὐτόν ἐστι τὸ πνεῦμα ἀεὶ ἢ
                            γίνεται ἀεὶ ἕτερον, ἔστω ἄλλος λόγος (ὁ αὐτὸς γάρ ἐστι καὶ περὶ τῶν
                            ἄλλων μορίων)· φαίνεται δʼ εὐφυῶς ἔχον πρὸς τὸ κινητικὸν εἶναι καὶ
                            παρέχειν ἰσχύν. τὰ δʼ ἔργα τῆς κινήσεως ὦσις καὶ ἕλξις, ὥστε δεῖ τὸ
                            ὄργανον αὐξάνεσθαί <lb n="20"/> τε δύνασθαι καὶ συστέλλεσθαι. τοιαύτη δʼ
                            ἐστὶν ἡ τοῦ πνεύματος φύσις· καὶ γὰρ ἀβίαστος συστελλομένη, καὶ βιαστικὴ
                            καὶ ὠστικὴ διὰ τὴν αὐτὴν αἰτίαν, καὶ ἔχει καὶ βάρος πρὸς τὰ πυρώδη καὶ
                            κουφότητα πρὸς τὰ ἐναντία. δεῖ δὲ τὸ μέλλον κινεῖν μὴ ἀλλοιώσει τοιοῦτον
                            εἶναι· κρατεῖ γὰρ κατὰ <lb n="25"/> τὴν ὑπεροχὴν τὰ φυσικὰ σώματα
                            ἀλλήλων, τὸ μὲν κοῦφον <note type="footnote">33 τῷ: τῇ P 35 γὰρ om S ||
                                ἂν om P|| αἱ post ἀρχαὶ om P 703a 2 ἀκίνητον inseruit Jaeg 5 ἡ om S
                                hab M1 7 μὲν om SM1 del P 8 κατὰ τὰς ἀλλοτρίας δυνάμεις P 10
                                πνεύμονα S 17 λόγος ἄλλος S 21 τε om P 25 κρατεῖται S || κατὰ τὴν
                                ὑπεροχήν post ἀλλήλων P</note>
                            <pb n="17"/> κάτω ὑπὸ τοῦ βαρυτέρου ἀπονικώμενον, τὸ δὲ βαρὺ ἄνω ὑπὸ τοῦ
                            κουφοτέρου. ᾧ μὲν οὖν κινεῖ κινουμένῳ μορίῳ ἡ ψυχή, εἴρηται, καὶ διʼ ἣν
                            αἰτίαν· ὑποληπτέον δὲ συνεστάναι <lb n="30"/> τὸ ζῷον ὥσπερ πόλιν
                            εὐνομουμένην. ἔν τε γὰρ τῇ πόλει ὅταν ἅπαξ συστῇ ἡ τάξις, οὐδὲν δεῖ
                            κεχωρισμένου μονάρχου, ὃν δεῖ παρεῖναι παῤ ἕκαστον τῶν γινομένων, ἀλλʼ
                            αὐτὸς ἕκαστος ποιεῖ τὰ αὐτοῦ ὡς τέτακται, καὶ γίνεται τόδε μετὰ τόδε διὰ
                            τὸ ἔθος· ἔν τε τοῖς ζῴοις τὸ αὐτὸ τοῦτο <lb n="35"/> διὰ τὴν φύσιν
                            γίνεται καὶ τῷ πεφυκέναι ἕκαστον οὕτω συστάντων ποιεῖν τὸ αὐτοῦ ἔργον,
                            ὥστε μηδὲν δεῖν ἐν ἑκάστῳ εἶναι ψυχήν, ἀλλʼ ἔν τινι ἀρχῇ τοῦ σώματος
                            οὔσης τἆλλα <note type="marginal">p. 703b</note> ζῆν μὲν τῷ
                            προσπεφυκέναι, ποιεῖν δὲ τὸ ἔργον τὸ αὑτῶν διὰ τὴν φύσιν.</p></div></div></body></text></TEI>