8 τοῖς δʼ ὄφεσιν αἴτιον τῆς ἀποδίας τό τε τὴν φύσιν μηθὲν ποιεῖν μάτην, ἀλλὰ πάντα πρὸς τὸ ἄριστον ἀποβλέπουσαν ν ἑκάστῳ ἐκ τῶν ἐνδεχομένων, διασώζουσαν ἑκάστου τὴν ἰδίαν | οὐσίαν καὶ τὸ τί ἦν αὐτῷ εἶναι· ἔτι δὲ καὶ τὸ πρότερον ἡμῖν εἰρημένον, τὸ τῶν ἐναίμων μηθὲν οἷόν τʼ εἶναι πλείοσι κινεῖσθαι σημείοις ἢ τέτταρσιν. ἐκ τούτων γὰρ φανερὸν ὅτι τῶν ἐναίμων ὅσα κατὰ τὸ μῆκος ἀσύμμετρά ἐστι πρὸς τὴν ἄλλην τοῦ σώματος φύσιν, καθάπερ οἱ ὄφεις, οὐθὲν αὐτῶν οἷόν θʼ ὑπόπουν εἶναι. πλείους μὲν γὰρ τεττάρων οὐχ οἷόν τε αὐτὰ πόδας ἔχειν (ἄναιμα γὰρ ἂν ἦν), ἔχοντα δὲ δύο πόδας ἢ τέτταρας σχεδὸν ἦν ἂν ἀκίνητα πάμπαν· οὕτω βραδεῖαν ἀναγκαῖον εἶναι καὶ ἀνωφελῆ τὴν κίνησιν. Ἅπαν δὲ τὸ ὑπόπουν ἐξ ἀνάγκης ἀρτίους ἔχει τοὺς πόδας· 26 πρόσθιον post A YZ 27 ἀριστερὸν ἐφʼ οὗ Γ, δεξιὸν ἐφʼ οὗ ∠ YZMp: δεξιὸν et ἀριστερὸν commutant PS U 29 καὶ τῶν — 31 μύραιναι om U || χρῆται PSU Mp: χρῶνται YZ 708 a 2 οἱ: καὶ οἱ Y Z καὶ P || καὶ om PSU 4 ἐγχέλυες restitui cum SUMp: ἐγχέλεις 6 ἢ ἐν τῇ γῇ om Z 7 πτέρυγας PSUZ 8 τέτταρα; λοιπὰ Z 11 ἐκ add Jaeg || καὶ διασώζουσαν PY || ἑκάστω PZ 18 δὲ: γὰρ Y 19 ἂν ante ἦν S U om Y 20 εἶναι; φαναι Z ὅσα μὲν γὰρ ἅλσει χρώμενα μόνον ποιεῖται τὴν κατὰ τόπον μεταβολήν, οὐθὲν ποδῶν πρός γε τὴν τοιαύτην δεῖται κίνησιν· ὅσα δὲ χρῆται μὲν ἄλσει, μή ἐστι δʼ αὐτοῖς αὐτάρκης αὕτη ἡ κίνησις ἀλλὰ καὶ πορείας προσδέονται, δῆλον ὡς τοῖς μὲν βέλτιον τοῖς δʼ ὅλως ἀδύνατον πορεύεσθαι. διότι πᾶν ζῷον ἀναγκαῖον ἀρτίους ἔχειν τοὺς πόδας. οὔσης γὰρ τῆς τοιαύτης μεταβολῆς κατὰ μέρος, ἀλλʼ οὐκ ἀθρόῳ παντὶ τῷ σώματι καθάπερ τῆς ἅλσεως, ἀναγκαῖόν ἐστι τοῖς μὲν μένειν μεταβαλλόντων τῶν ποδῶν τοῖς δὲ κινεῖσθαι, καὶ τοῖς ἀντικειμένοις τούτων ποιεῖν ἑκάτερον, μεταβάλλον ἀπὸ τῶν κινουμένων ἐπὶ τὰ μένοντα τὸ βάρος. διόπερ οὔτε τρισὶ p. 708b μὲν οὐθὲν οὔθʼ ἑνὶ χρώμενον βαδίζειν οἷόν τε· τὸ μὲν γὰρ οὐθὲν ὅλως ὑπόστημα ἔχει ἐφʼ τὸ τοῦ σώματος ἕξει βάρος, τὸ δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν μόνην, ὥστʼ ἀναγκαῖον αὐτὸ οὕτως ἐπιχειροῦν κινεῖσθαι πίπτειν. ὅσα δὲ πολύποδά ἐστιν, οἷον αἱ σκολόπενδραι, τούτοις δυνατὸν μὲν καὶ ἀπὸ περιττῶν ποδῶν πορείαν γίνεσθαι, καθάπερ φαίνεται ποιούμενα καὶ νῦν, ἄν τις αὐτῶν ἕνα πηρώσῃ τῶν ποδῶν, διὰ τὸ τὴν τῶν ἀντιστοίχων ποδῶν κολόβωσιν ἰᾶσθαι τῷ λοιπῷ πλήθει τῶν ἐφʼ ἑκάτερα ποδῶν· γίνεται γὰρ τούτοις οἷον ἔφελξις τοῦ πεπηρωμένου μορίου τοῖς ἄλλοις ἀλλʼ οὐ βάδισις . οὐ μὴν ἀλλὰ φανερόν γε ὅτι βέλτιον ἂν καὶ ταῦτα ποιοῖτο τὴν μεταβολὴν ἀρτίους ἔχοντα τοὺς πόδας, καὶ μηθενὸς ἐλλείποντος, ἀλλʼ ἀντιστοίχους ἔχοντα τοὺς πόδας· οὕτω γὰρ ἂν αὑτῶν ἀνισάζειν τε δύναιντο τὸ βάρος καὶ μὴ ταλαντεύειν 22 μόνον om PYZ 25 αὕτη ἡ: ἡ τοιαύτη SU (ἡ om S) || δέονται UZ προσδεῖται S 26 ὡς: ὅτι Z ὡς ἔστι SU Y ὡς εἰ P 27 διότι — πόδας om PSU et ut videtur Mp: tanquam glossema del Jaeg 30 τὸ μεταβάλλον Y || μετ. τῶν ποδῶν om PSU 32 διόπερ οὐδὲ (οὐδὲ om PYZ Bekker) τρισὶ μὲν οὐθὲν οὐθενὶ ll: δ. οὔτε τρισὶ μὲν οὐθὲν οὔθʼ ἑνὶ em Jaeg ex Mp 708 b 2 ἐφʼ ὃ PUY ἀφ᾿ οὗ Ζ om S: ἐφʼ Bekker 3 μόνην; πόνον PSUMp (scil. ἕξει) 6 ποδῶν καὶ πορείαν SUZ 9 τούτων Z || ἔφελξις οἷον PZ 10 ἀλλ᾿ οὐ βάδισις del Jaeg 11 φανερόν γε: καὶ φανερὸν U φανερὸν SZ 12 καὶ — 13 πόδας om YZ || ἂν add Jaeg || αὐτῶν μᾶλλον YZ 14 δύναται Z ἐπὶ θάτερα μᾶλλον, εἰ ἀντίστοιχα ἐρείσματʼ ἔχοι καὶ μὴ κενὴν τὴν ἑτέραν χώραν τῶν ἀντικειμένων. προβαίνει δʼ ἀφʼ ἑκατέρου τῶν μερῶν ἐναλλὰξ πορευόμενον· οὕτω γὰρ εἰς ταὐτὸ τῷ ἐξ ἀρχῆς σχήματι γίνεται ἡ κατάστασις. Ὅτι μὲν οὖν ἀρτίους ἔχει τοὺς πόδας πάντα, καὶ διὰ 9 τίνʼ αἰτίαν εἴρηται· ὅτι δʼ εἰ μηθὲν ἦν ἠρεμοῦν, οὐκ ἂν ἦν κάμψις οὐδʼ εὔθυνσις, ἐκ τῶνδε δῆλον. ἔστι γὰρ κάμψις μὲν ἡ ἐξ εὐθέος ἢ εἰς περιφερὲς ἢ εἰς γωνίαν μεταβολή, εὔθυνσις δʼ ἡ ἐκ θατέρου τούτων εἰς εὐθύ. ἐν ἁπάσαις δὲ ταῖς εἰρημέναις μεταβολαῖς ἀνάγκη πρὸς ἓν σημεῖον τὴν κάμψιν ἢ τὴν εὔθυνσιν γίνεσθαι. ἀλλὰ μὴν κάμψεώς γε μὴ οὔσης οὔτʼ ἂν πορεία οὔτε νεῦσις οὔτε πτῆσις ἦν. τὰ μὲν γὰρ ὑπόποδα ἐπειδὴ ἐν ἑκατέρῳ τῶν ἀντικειμένων σκελῶν ἐν μέρει ἵσταται καὶ τὸ βάρος ἴσχει, ἀναγκαῖον θατέρου προβαίνοντος θατέρου ποιεῖσθαι κάμψιν. ἴσα τε γὰρ πέφυκεν ἔχειν τῷ μήκει τὰ ἀντίστοιχα κῶλα, καὶ ὀρθὸν δεῖ εἶναι τὸ ὑφεστὸς τῷ βάρει, οἷον κάθετον πρὸς τὴν γῆν. ὅταν δὲ προβαίνῃ, γίνεται ἡ ὑποτείνουσα καὶ δυναμένη τὸ μένον μέγεθος καὶ p. 709 a τὴν μεταξύ. ἐπεὶ δʼ ἴσα τὰ κῶλα, ἀνάγκη κάμψαι τὸ μένον, ἢ ἐν τῷ γόνατι ἢ ἐν τῇ κάμψει, οἷον εἴ τι ἀγόνατον εἴη τῶν βαδιζόντων. σημεῖον δʼ ὅτι οὕτως ἔχει· εἰ γάρ τις ἐν γῇ βαδίζοι παρὰ τοῖχον, ἡ γραφομένη ἔσται οὐκ 16 τὴν ante τῶν Z 17 πορευόμενον Mc: πορευόμενα SU τὸ πορευόμενον PYZ 20 πόδας ἔχει SU τοὺς πόδας om Z 22 κάμψις οὐδὲ νεῦσις οὐδʼ Y 24 ἑκατέρου PSU 27 οὔτε πτῆσις ante οὔτε νεῦσις S om UZ 29 ἔχει S U|| μεταβαίνοντος Z 30 γάρ τε PY 31 τὰ: καὶ PSU 709 a 5 ἐν γῇ PSU Y plura Z1, quibus erasis ἐν γῇ scripsit Z2: locus gravitercorruptus et lacuna mutilatus, e Michaele haec fere eruantur necesse est ad lac suppl ἔχων ἐν τῇ κεφαλῇ κάλαμον μετὰ μέλανος (καὶ ἁπτόμενον τοῦ τοίχου) βαδίζοι παρὰ τοῖχον, om ἐν γῇ Mp εὐθεῖα ἀλλὰ σκολιά, διὰ τὸ ἐλάττω μὲν κάμπτοντος γίνεσθαι τὴν γραφομένην, μείζω δʼ ἱσταμένου καὶ ἐξαίροντος. ἐνδέχεται μέντοι κινεῖσθαι καὶ μὴ ἔχοντος καμπὴν τοῦ σκέλους, ὥσπερ τὰ παιδία ἕρπουσι. καὶ περὶ τῶν ἐλεφάντων ὁ παλαιὸς ἦν λόγος τοιοῦτος, οὐκ ἀληθὴς ὤν. κινεῖται δὲ καὶ τὰ τοιαῦτα κάμψεως γινομένης ἐν ταῖς ὠμοπλάταις ἢ τοῖς ἰσχίοις. ἀλλʼ ὀρθὸν οὐδὲν δύναιτʼ ἂν πορευθῆναι συνεχῶς καὶ ἀσφαλῶς, κινηθείη δʼ ἂν οἷον ἐν ταῖς παλαίστραις οἱ διὰ τῆς κόνεως προϊόντες ἐπὶ τῶν γονάτων· πολὺ γὰρ τὸ ἄνω μέρος, ὥστε δεῖ μακρὸν εἶναι τὸ κῶλον· εἰ δὲ τοῦτο, κάμψιν ἀναγκαῖον εἶναι. ἐπεὶ γὰρ ἕστηκε πρὸς ὀρθήν, 16b εἰ ἄκαμπτον ἔσται τὸ κινούμενον εἰς τὸ πρόσθεν, ἢ καταπεσεῖται ἐλάττονος τῆς ὀρθῆς γινομένης, ἢ οὐ προβήσεται. εἰ γὰρ ὀρθοῦ ὄντος θατέρου σκέλους θάτερον ἔσταιπροβεβηκός, μεῖζον ἔσται, ἴσον ὄν· δυνήσεται γὰρ τοῦτο τό τʼ ἠρεμοῦν καὶ τὴν ὑποτείνουσαν. ἀνάγκη ἄρα κάμπτεσθαι τό τε προϊόν, καὶ κάμψαν ἅμα ἐκτείνειν θάτερον, ἐκκλίνειν τε καὶ διαβεβηκέναι καὶ ἐπὶ τῆς καθέτου μένειν· ἰσοσκελὲς γὰρ γίνεται τρίγωνον τὰ κῶλα, καὶ ἡ κεφαλὴ γίνεται κατώτερον, ὅταν κάθετος ἐφʼ ἧς βέβηκε. τὰ δʼ ἄποδα τὰ μὲν κυμαίνοντα προέρχεται (τοῦτο δὲ διττῶς συμβαίνει· τὰ μὲν γὰρ ἐπὶ τῆς γῆς, καθάπερ οἱ ὄφεις, τὰς καμπὰς ποιεῖται, τὰ δʼ εἰς τὸ ἄνω, ὥσπερ αἱ κάμπαι), ἡ δὲ κύμανσις καμπή ἐστι· 8 μὴ: οὐκ UZ 10 γίνεται Z 12 δύναται PZ 14 γάρ ἐστι Z 17 ἢ om SU || καταπεσεῖται — γινομένης: ἄκαμκτον ἔσται τὸ κινούμενον Z, εἰ ἄκαμπτον ἔσται τὸ κινούμενον εἰς τὸ πρόσθεν om PSU Bekker εἰ et εἰς τὸ πρόσθεν om Z: verba post θάτερον 18 interpretandi causa ponit Mp, corruptio antiquissima patet, non tamen verba spernenda sunt || ἐλάττονος — γινομένης: ἐκτὸς τῆς καθέτου γινόμενον Y, interpretamentum sane verbi θάτερον 18 irrepsit in sanorum sedem 19 ὂν οὐ δυνήσεται Ζ 20 τότε ci Mp qui legit τό τε ut S: τε om PUYZ 21 κάμψαντα PY κάμψαντα δʼ Z || ἐκκλίνειν — 22 μένειν: τὸν πόδα ἐπὶ τῆς καθέτου μενούσης P om S U Mp verba additamentum recentius ipsius Aristotelis orationi non sine vi inculcatum puto 27 δʼ αὖ SU τὰ δʼ ἰλυσπάσει χρώμενα, καθάπερ τὰ καλούμενα γῆς ἔντερα καὶ βδέλλαι. ταῦτα γὰρ τῷ μὲν ἡγουμένῳ προέρχεται, τὸ δὲ λοιπὸν σῶμα πᾶν πρὸς τοῦτο συνάγουσι, καὶ τοῦτον τὸν τρόπον εἰς τόπον ἐκ τόπου μεταβάλλουσι. φανερὸν δʼ ὅτι εἰ μὴ αἱ δύο τῆς μιᾶς μείζους ἦσαν, οὐκ ἂν ἐδύναντο κινεῖσθαι τὰ κυμαίνοντα τῶν ζῴων. ἐκταθείσης γὰρ τῆς καμπῆς, p 709 b εἰ ἴσην κατεῖχεν, οὐθὲν ἂν προῄεσαν· νῦν δʼ ὑπερβάλλει ἐκταθεῖσα, καὶ ἠρεμήσαντος τούτου ἐπάγει τὸ λοιπόν. ἐν ἀπάσαις δὲ ταῖς λεχθείσαις μεταβολαῖς τὸ κινούμενον ὁτὲ μὲν ἐκτεινόμενον εἰς εὐθὺ προέρχεται, ὁτὲ δὲ συγκαμπτόμενον, τοῖς μὲν ἡγουμένοις μέρεσιν εὐθὺ γινόμενον, τοῖς δʼ ἑπομένοις συγκαμπτόν. ποιεῖται δὲ καὶ τὰ ἁλλόμενα πάντα τὴν κάμψιν ἐν τῷ ὑποκειμένῳ μέρει τοῦ σώματος, καὶ τοῦτον τὸν τρόπον ἔχοντα ἅλλεται. καὶ τὰ πετόμενα δὲ καὶ τὰ νέοντα, τὰ μὲν τὰς πτέρυγας εὐθύνοντα καὶ κάμπτοντα πέταται, τὰ δὲ τοῖς πτερυγίοις, καὶ τούτων τὰ μὲν τέτταρσι τὰ δὲ δυσίν, ὅσα προμηκέστερα τὴν μορφήν, ὥσπερ τὸ τῶν ἐγχελύων γένος· τὴν δὲ λοιπὴν κίνησιν ἀντὶ τῶν δύο πτερυγίων τῷ λοιπῷ τοῦ σώματος καμπτόμενα νεῖ, καθάπερ εἴρηται πρότερον. οἱ δὲ πλατεῖς τῶν ἰχθύων τῇ μὲν τῷ πλάτει χρῶνται τοῦ σώματος ἀντὶ πτερυγίων, τῇ δὲ πτερυγίοις δυσί. τὰ δὲ πάμπαν πλατέα, καθάπερ ὁ βάτος, αὐτοῖς τοῖς πτερυγίοις καὶ ταῖς ἐσχάταις τοῦ σώματος περιφερείαις εὐθύνοντα καὶ κάμπτοντα ποιεῖται τὴν νεῦσιν. 10 Ἀπορήσειε δʼ ἄν τις ἴσως πῶς κινοῦνται τέτταρσι σημείοις οἱ ὄρνιθες, ἢ πετόμενοι ἢ πορευόμενοι, ὡς εἰρημένου ὅτι πάντα τὰ ἔναιμα κινεῖται τέτταρσιν. οὐκ εἴρηται δέ, ἀλλʼ ὅτι οὐ πλείοσιν. οὐ μὴν ἀλλʼ οὔτʼ ἂν πέτεσθαι δύναιντο ἀφαιρεθέντων τῶν κώλων οὔτε πορεύεσθαι τῶν πτερύγων 28 ἰλυσπάσει PSUMp: εἰλύσει δινήσει καθάπερ τὰ καλούμενα om Z 29 προέρχονται PZ 709 b 7 τὴν om ll: inserui ex Michaelis citatione 10 τὰς om P Y 17 πάντα Z 19 τὴν νεῦσιν ποιεῖται S U 21 πορευόμενοι ἢ πετόμενοι P Y 22 κινεῖται τὰ ἔναιμα Z 23 οὐ μὴν om PY || δύναιτο PSUZ ἀφαιρεθεισῶν, ἐπεὶ οὐδʼ ἄνθρωπος βαδίζειν μὴ κινῶν τι τοὺς ὤμους. ἀλλὰ πάντα γε, καθάπερ εἴρηται, κάμψει καὶ ἐκτάσει ποιεῖται τὴν μεταβολήν· ἅπαντα γὰρ εἰς τὸ ὑποκείμενον μέχρι τινὸς οἷον εἰς ὑπεῖκον προέρχεται, ὥστʼ ἀναγκαῖον, εἰ μὴ καὶ κατʼ ἄλλο μόριον γίνεται ἡ κάμψις, ἀλλʼ ὅθεν γε ἡ ἀρχὴ τοῖς μὲν ὁλοπτέροις τοῦ πτεροῦ, τοῖς δʼ ὄρνισι τῆς πτέρυγος, τοῖς δʼ ἄλλοις τοῦ ἀνάλογον μορίου, καθάπερ τοῖς ἰχθύσι. τοῖς δʼ, ὥσπερ οἱ ὄφεις, ἐν ταῖς καμπαῖς p. 710 a τοῦ σώματός ἐστιν ἡ ἀρχὴ τῆς κάμψεως. τὸ δʼ ὀρροπύγιόν ἐστι τοῖς πτηνοῖς πρὸς τὸ κατευθύνειν τὴν πτῆσιν, καθάπερ τὰ πηδάλια τοῖς πλοίοις. ἀναγκαῖον δὲ καὶ ταῦτα ἐν τῇ προσφύσει κάμπτειν. διόπερ τά τε ὁλόπτερα καὶ τῶν σχιζοπτέρων οἷς τὸ ὀρροπύγιον ἀφυῶς ἔχει πρὸς τὴν εἰρημένην χρῆσιν, οἷον τοῖς τε ταῷς καὶ τοῖς ἀλεκτρυόσι καὶ ὅλως τοῖς μὴ πτητικοῖς, οὐκ εὐθυποροῦσι· τῶν μὲν γὰρ ὁλοπτέρων ἁπλῶς οὐθὲν ἔχει ὀρροπύγιον, ὥστε καθάπερ ἀπήδαλον πλοῖον φέρεται, καὶ ὅπου ἂν τύχῃ ἕκαστον αὐτῶν προσπίπτει, ὁμοίως δὲ τά τε κολεόπτερα, οἷον κάνθαροι καὶ μηλολόνθαι, καὶ τὰ ἀνέλυτρα, οἷον μέλιτται καὶ σφῆκες. καὶ τοῖς μὴ πτητικοῖς ἀχρεῖον τὸ ὀρροπύγιόν ἐστιν, οἷον τοῖς τε πορφυρίωσι καὶ ἐρωδιοῖς καὶ πᾶσι τοῖς πλωτοῖς· ἀλλʼ ἀντὶ τοῦ ὀρροπυγίου πέτανται τοὺς πόδας ἀποτείνοντα, καὶ χρῶνται ἀντʼ ὀρροπυγίου τοῖς σκέλεσι πρὸς τὸ κατευθύνειν τὴν πτῆσιν. βραδεῖα δʼ ἡ πτῆσις τῶν ὁλοπτέρων ἐστὶ καὶ ἀσθενὴς διὰ τὸ μὴ κατὰ λόγον ἔχειν τὴν τῶν πτερῶν φύσιν πρὸς τὸ τοῦ σώματος βάρος, ἀλλὰ τὸ μὲν πολύ, τὰ δὲ μικρὰ καὶ ἀσθενῆ. ὥσπερ ἂν οὖν εἰ ὁλκαδικὸν πλοῖον ἐπιχειροίη κώπαις ποιεῖσθαι τὸν πλοῦν, οὕτω ταῦτα τῇ πτήσει χρῆται. καὶ ἡ 25 βαδίζει PSU || τι om PY || τοῦ σώματος UZ 26 εἴρηται — 27 τὸ om Z 28 καὶ οἱονεὶ συνυπεῖκον προέρχονται 30 γε om PYZ πιλου Z 32 περ τοῖς — ὄφεις om Z 710a 1 ὀρροπύγιον — 2 πτηνοῖς om Z 3 ἐπὶ τοῖς Z 4 τὰ σχιζόπτερα τοῖς σχιζοπτέροις SUZ 5 οἷς: τισὶ P om SU Y || ἀφυὲς Y 7 κολεοπτέρων SUZ 8 ἀπηδάλιον πλοῖον SU Y πλοῖον ἀπήδαλον P 10 δὲ add Jaeg || οἷον οἱ PYZ καὶ αἱ PY 13 ἀλλʼ om P 14 ἀποτείναντα Y ἀσθένεια δὲ αὐτῶν τε τῶν πτερῶν καὶ ἡ τῆς ἐκφύσεως συμβάλλεταί τι πρὸς τὸ λεχθέν. τῶν δʼ ὀρνίθων τῷ μὲν ταῷ τὸ ὀρροπύγιον ὁτὲ μὲν διὰ τὸ μέγεθος ἄχρηστον, ὁτὲ δὲ διὰ τὸ ἀποβάλλειν οὐθὲν ὠφελεῖ. ὑπεναντίως δʼ ἔχουσιν οἱ ὄρνιθες τοῖς ὁλοπτέροις τὴν τῶν πτερῶν φύσιν, μάλιστα δʼ οἱ τάχιστα αὐτῶν πετόμενοι. τοιοῦτοι δʼ οἱ γαμψώνυχες· τούτοις γὰρ ἡ ταχυτὴς τῆς πτήσεως χρήσιμος πρὸς τὸν βίον. ἀκόλουθα δʼ αὐτῶν ἔοικεν εἶναι καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος πρὸς τὴν ὠκεῖαν κίνησιν, κεφαλὴ μὲν ἁπάντων μικρὰ καὶ αὐχὴν οὐ παχύς, στῆθος δʼ ἰσχυρὸν καὶ ὀξύ, ὀξὺ μὲν πρὸς τὸ εὔτονον εἶναι, καθάπερ ἂν εἰ πλοίου πρώρα λεμβώδους, ἰσχυρὸν δὲ τῇ φύσει τῆς σαρκός, ἵνʼ ἀπωθεῖν τε δύνηται τὸν προσπίπτοντα ἀέρα· καὶ τοῦτο δρᾷ ῥᾳδίως καὶ μὴ p. 710 b μετὰ πόνου· τὰ δʼ ὄπισθεν κοῦφα καὶ συνήκοντα πάλιν εἰς στενόν, ἵνʼ ἐπακολουθῇ τοῖς ἔμπροσθεν, μὴ σύροντα τὸν ἀέρα διὰ τὸ πλάτος. 11 Καὶ περὶ μὲν τούτων διωρίσθω τὸν τρόπον τοῦτον, τὸ δὲ μέλλον ζῷον ὀρθὸν βαδιεῖσθαι διότι δίπουν τε ἀναγκαῖόν ἐστιν εἶναι, καὶ τὰ μὲν ἄνω μέρη τοῦ σώματος κουφότερα ἔχειν τὰ δʼ ὑφεστῶτα τούτοις βαρύτερα, δῆλον· μόνως γὰρ ἂν οὕτως ἔχον οἷόν τʼ εἴη φέρειν ἑαυτὸ ῥᾳδίως. διόπερ ἄνθρωπος μόνον ὀρθὸν τῶν ζῴων ὢν τὰ σκέλη κατὰ λόγον ἔχει πρὸς τὰ ἄνω τοῦ σώματος μέγιστα τῶν ὑποπόδων καὶ ἰσχυρότατα. δῆλον δε ποιεῖ τοῦτο καὶ τὸ συμβαῖνον τοῖς παιδίοις· οὐ γὰρ δύναται βαδίζειν ὀρθὰ διὰ τὸ πάντα νανώδη εἶναι καὶ | μείζω καὶ ἰσχυρότερα ἔχειν ἢ κατὰ λόγον τὰ ἄνω μέρη τοῦ σώματος τῶν 21 δὲ om S || ἡ om Z 23 ταῷ τὸ om Z || ὁτὲ μὲν om S 25 κολεοπτέροις S UZ 29 ταχεῖαν YZ οἰκείαν PS U Bekker ὠκεῖαν corr Jaeg, quod in οἰκείαν facile abire potuit || μὲν οὖν P 30 ἰσχυρὸν καὶ ὀξὺ om SUZ 31 εὔτολμον Z 32 φύσει PSUYMpZ περιφύσει Z || τε om PSU 710 b 1 καὶ τὸν Z || δρᾷ ante ῥᾳδίως om S U 2 ὄπισθε Z ὀπίσθια P Y 6 ὀρθῶς 7 τοῦ σώματος μέρη P 8 ἂν post οὕτως Y Ζ om P 10 ζῶον Z om τῶν ὂν PYZ || ἔχει κατὰ λόγον YZ 13 δύνανται P Y 14 ἢ κατὰ λόγον om PY κάτωθεν. προϊούσης δὲ τῆς ἡλικίας αὔξησιν λαμβάνει τὰ κάτω μᾶλλον, μέχρι οὗπερ ἂν λάβωσι τὸ προσῆκον μέγεθος, καὶ ποιοῦνται τότε τοῖς σώμασι τὴν βάδισιν τὴν ὀρθήν. οἱ δʼ ὄρνιθες κοῦφοι ὄντες δίποδές εἰσι διὰ τὸ ὄπισθεν αὐτοῖς τὸ βάρος εἶναι, καθάπερ ἐργάζονται τοὺς ἵππους τοὺς χαλκοῦς τοὺς τὰ πρόσθια ᾐρκότας τῶν σκελῶν. αἴτιον δὲ μάλιστα τοῦ δίποδας ὄντας δύνασθαι ἑστάναι τὸ ἔχειν τὸ ἰσχίον ὅμοιον μηρῷ καὶ τηλικοῦτον ὥστε δοκεῖν δύο μηροὺς ἔχειν, τόν τʼ ἐν τῷ σκέλει πρὸ τῆς καμπῆς καὶ τὸν πρὸς τοῦτο τὸ μέρος ἀπὸ τῆς ἕδρας· ἔστι δʼ οὐ μηρὸς ἀλλʼ ἰσχίον. εἰ γὰρ μὴ τηλικοῦτον ἦν, οὐκ ἂν ἦν ὄρνις δίπους. ὥσπερ γὰρ τοῖς ἀνθρώποις καὶ τοῖς τετράποσι ζῴοις, εὐθὺς ἂν ἦν ἀπὸ βραχέος ὄντος τοῦ ἰσχίου ὁ μηρὸς καὶ τὸ ἄλλο σκέλος· λίαν οὖν ἂν ἦν τὸ σῶμα πᾶν προπετὲς αὐτῶν. νῦν δὲ μακρὸν ὂν μέχρι ὑπὸ μέσην παρατείνει τὴν γαστέρα, ὥστʼ ἐντεῦθεν τὰ σκέλη ὑπερηρεισμένα φέρει τὸ σῶμα πᾶν. φανερὸν δʼ ἐκ τούτων καὶ ὅτι ὀρθὸν οὐκ ἐνδέχεται τὸν ὄρνιθα εἶναι ὥσπερ τὸν ἄνθρωπον. ἡ γὰρ τῶν πτερῶν φύσις ὡς ἔχουσι τὸ σῶμα νῦν p. 711a οὕτως αὐτοῖς χρήσιμός ἐστιν, ὀρθοῖς δʼ οὖσιν ἄχρηστος ἂν ἦν, ὥσπερ γράφουσι τοὺς ἔρωτας ἔχοντας πτέρυγας. ἅμα γὰρ τοῖς εἰρημένοις δῆλον ὅτι οὐδʼ ἄνθρωπον, οὐδʼ εἰ ἄλλο τι τοιοῦτόν ἐστι τὴν μορφήν, δυνατὸν εἶναι πτερωτόν, οὐ μόνον ὅτι πλείοσι σημείοις κινήσεται ἢ τέτταρσιν ἔναιμον ὄν, ἀλλʼ ὅτι ἄχρηστος αὐτοῖς ἡ τῶν πτερύγων ἕξις κατὰ φύσιν κινουμένοις· ἡ δὲ φύσις οὐδὲν ποιεῖ παρὰ φύσιν.