<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg015.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="13"><p>13 Ὄντων δὲ τεττάρων τρόπων τῆς κάμψεως κατὰ τοὺς <note type="marginal">p. 712a</note> συνδέσμους (ἀνάγκη γὰρ κάμπτειν ἢ ἐπὶ τὸ κοῖλον καὶ
                            τὰ πρόσθια καὶ τὰ ὀπίσθια, καθάπερ ἐφʼ οἷς Α, ἢ ἐπὶ τοὐναντίον ἐπὶ τὸ
                            κυρτόν, καθάπερ ἐφʼ οἷς Β, ἢ ἀντεστραμμένως μὴ ἐπὶ τὰ αὐτά, ἀλλὰ τὰ μὲν
                            πρόσθια ἐπὶ τὸ κυρτόν, <lb n="5"/> τὰ δʼ ὀπίσθια ἐπὶ τὸ κοῖλον, καθάπερ
                            ἐφʼ οἷς τὸ Γ ἢ τοὐναντίον τούτοις τὰ μὲν κυρτὰ πρὸς ἄλληλα, τὰ δὲ κοῖλα
                            ἐκτός, καθάπερ ἔχει ἐφʼ οἷς τὸ ∠), ὡς μὲν ἔχει ἐφʼ οἷς τὸ Α ἢ τὸ
                            Β, οὐθὲν κάμπτεται οὔτε τῶν διπόδων οὔτε τῶν τετραπόδων, ὡς δὲ τὸ τὰ
                            τετράποδα, ὡς δὲ τὸ ∠, τῶν <lb n="10"/> μὲν τετραπόδων οὐθὲν πλὴν
                            ἐλέφας, ὁ δʼ ἄνθρωπος τοὺς βραχίονας <note type="footnote">712 a 2
                                συνδυασμοὺς Z 3 οἷον S pro καθάπερ om U ||  A — 4 ἐφʼ οἷς om Y ||
                                οἷον P 5 καὶ μὴ U YZ: καὶ om PSMc μὴ om S 8 ἐκτὸς om PSU Mc ||
                                καθάπερ — ∠ om Y || μὲν οὖν Y 9 ἢ τὸ B om Y Z || οὔτε τῶν
                                τετραπόδων om Ζ</note>
                            <pb n="41"/> καὶ τὰ σκέλη· τοὺς μὲν γὰρ ἐπὶ τὸ κοῖλον κάμπτει, τὰ δὲ
                            σκέλη ἐπὶ τὸ κυρτόν. ἀεὶ δʼ ἐναλλὰξ ἐναντίως ἔχει τὰ κῶλα τὰς κάμψεις
                            τοῖς ἀνθρώποις, οἷον τὸ ὠλέκρανον <lb n="15"/> ἐπὶ τὸ κοῖλον, ὁ δὲ
                            καρπὸς ἐπὶ τὸ κυρτόν, καὶ πάλιν ὁ ὦμος ἐπὶ τὸ κυρτόν· ὡσαύτως δὲ καὶ ἐπὶ
                            τῶν σκελῶν ὁ μηρὸς ἐπὶ τὸ κοῖλον, τὸ δὲ γόνυ ἐπὶ τὸ κυρτόν, ὁ δὲ ποὺς
                            τοὐναντίον ἐπὶ τὸ κοῖλον. καὶ τὰ κάτω δὴ πρὸς τὰ ἄνω φανερὸν ὅτι
                            ἐναντίως· ἡ γὰρ ἀρχὴ ὑπεναντίως, ὁ μὲν <lb n="20"/> ὦμος ἐπὶ τὸ κυρτόν,
                            ὁ δὲ μηρὸς ἐπὶ τὸ κοῖλον· διὸ καὶ ὁ μὲν ποὺς ἐπὶ τὸ κοῖλον, ὁ δὲ καρπὸς
                            τῆς χειρὸς ἐπὶ τὸ κυρτόν.</p></div></div></body></text></TEI>