<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg015.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="11"><p>11 Καὶ περὶ μὲν τούτων διωρίσθω τὸν τρόπον τοῦτον, τὸ δὲ <lb n="5"/>
                            μέλλον ζῷον ὀρθὸν βαδιεῖσθαι διότι δίπουν τε ἀναγκαῖόν ἐστιν εἶναι, καὶ
                            τὰ μὲν ἄνω μέρη τοῦ σώματος κουφότερα ἔχειν τὰ δʼ ὑφεστῶτα τούτοις
                            βαρύτερα, δῆλον· μόνως γὰρ ἂν οὕτως ἔχον οἷόν τʼ εἴη φέρειν ἑαυτὸ
                            ῥᾳδίως. διόπερ ἄνθρωπος μόνον ὀρθὸν τῶν ζῴων ὢν τὰ σκέλη κατὰ λόγον ἔχει
                            πρὸς <lb n="10"/> τὰ ἄνω τοῦ σώματος μέγιστα τῶν ὑποπόδων καὶ
                            ἰσχυρότατα. δῆλον δε ποιεῖ τοῦτο καὶ τὸ συμβαῖνον τοῖς παιδίοις· οὐ γὰρ
                            δύναται βαδίζειν ὀρθὰ διὰ τὸ πάντα νανώδη εἶναι καὶ | μείζω καὶ
                            ἰσχυρότερα ἔχειν ἢ κατὰ λόγον τὰ ἄνω μέρη τοῦ σώματος τῶν <note type="footnote">21 δὲ om S || ἡ om Z 23 ταῷ τὸ om Z || ὁτὲ μὲν om S
                                25 κολεοπτέροις S UZ 29 ταχεῖαν YZ οἰκείαν PS U Bekker ὠκεῖαν corr
                                Jaeg, quod in οἰκείαν facile abire potuit || μὲν οὖν P 30 ἰσχυρὸν
                                καὶ ὀξὺ om SUZ 31 εὔτολμον Z 32 φύσει PSUYMpZ περιφύσει Z || τε om
                                PSU 710 b 1 καὶ τὸν Z || δρᾷ ante ῥᾳδίως om S U 2 ὄπισθε Z ὀπίσθια P
                                Y 6 ὀρθῶς 7 τοῦ σώματος μέρη P 8 ἂν post οὕτως Y Ζ om P 10 ζῶον Z om
                                τῶν ὂν PYZ || ἔχει κατὰ λόγον YZ 13 δύνανται P Y 14 ἢ κατὰ λόγον om
                                PY</note>
                            <pb n="37"/>
                            <lb n="15"/> κάτωθεν. προϊούσης δὲ τῆς ἡλικίας αὔξησιν λαμβάνει τὰ κάτω
                            μᾶλλον, μέχρι οὗπερ ἂν λάβωσι τὸ προσῆκον μέγεθος, καὶ ποιοῦνται τότε
                            τοῖς σώμασι τὴν βάδισιν τὴν ὀρθήν. οἱ δʼ ὄρνιθες κοῦφοι ὄντες δίποδές
                            εἰσι διὰ τὸ ὄπισθεν αὐτοῖς τὸ βάρος εἶναι, καθάπερ ἐργάζονται τοὺς
                            ἵππους τοὺς χαλκοῦς <lb n="20"/> τοὺς τὰ πρόσθια ᾐρκότας τῶν σκελῶν.
                            αἴτιον δὲ μάλιστα τοῦ δίποδας ὄντας δύνασθαι ἑστάναι τὸ ἔχειν τὸ ἰσχίον
                            ὅμοιον μηρῷ καὶ τηλικοῦτον ὥστε δοκεῖν δύο μηροὺς ἔχειν, τόν τʼ ἐν τῷ
                            σκέλει πρὸ τῆς καμπῆς καὶ τὸν πρὸς τοῦτο τὸ μέρος ἀπὸ τῆς ἕδρας· ἔστι δʼ
                            οὐ μηρὸς ἀλλʼ ἰσχίον. εἰ γὰρ μὴ τηλικοῦτον <lb n="25"/> ἦν, οὐκ ἂν ἦν
                            ὄρνις δίπους. ὥσπερ γὰρ τοῖς ἀνθρώποις καὶ τοῖς τετράποσι ζῴοις, εὐθὺς
                            ἂν ἦν ἀπὸ βραχέος ὄντος τοῦ ἰσχίου ὁ μηρὸς καὶ τὸ ἄλλο σκέλος· λίαν οὖν
                            ἂν ἦν τὸ σῶμα πᾶν προπετὲς αὐτῶν. νῦν δὲ μακρὸν ὂν μέχρι ὑπὸ μέσην
                            παρατείνει τὴν γαστέρα, ὥστʼ ἐντεῦθεν τὰ σκέλη <lb n="30"/>
                            ὑπερηρεισμένα φέρει τὸ σῶμα πᾶν. φανερὸν δʼ ἐκ τούτων καὶ ὅτι ὀρθὸν οὐκ
                            ἐνδέχεται τὸν ὄρνιθα εἶναι ὥσπερ τὸν ἄνθρωπον. ἡ γὰρ τῶν πτερῶν φύσις ὡς
                            ἔχουσι τὸ σῶμα νῦν <note type="marginal">p. 711a</note> οὕτως αὐτοῖς
                            χρήσιμός ἐστιν, ὀρθοῖς δʼ οὖσιν ἄχρηστος ἂν ἦν, ὥσπερ γράφουσι τοὺς
                            ἔρωτας ἔχοντας πτέρυγας. ἅμα γὰρ τοῖς εἰρημένοις δῆλον ὅτι οὐδʼ
                            ἄνθρωπον, οὐδʼ εἰ ἄλλο τι τοιοῦτόν ἐστι τὴν μορφήν, δυνατὸν εἶναι
                            πτερωτόν, οὐ μόνον ὅτι πλείοσι <lb n="5"/> σημείοις κινήσεται ἢ
                            τέτταρσιν ἔναιμον ὄν, ἀλλʼ ὅτι ἄχρηστος αὐτοῖς ἡ τῶν πτερύγων ἕξις κατὰ
                            φύσιν κινουμένοις· ἡ δὲ φύσις οὐδὲν ποιεῖ παρὰ φύσιν.</p></div><div type="textpart" subtype="chapter" n="12"><p>Ὅτι μὲν οὖν εἰ μὴ κάμψις ἦν ἐν τοῖς σκέλεσιν ἢ ἐν ταῖς 12 ὠμοπλάταις καὶ
                            ἰσχίοις, οὐθὲν οἷόν τʼ ἦν ἂν τῶν ἐναίμων <note type="footnote">15 κάτω Z
                                16 οὗ om Z post ἂν PY post περ S ἂν om S 17 τοῖς σώμασι τότε UZ ||
                                τὴν ante ὀρθὴν om PY 22 τό τʼ et 23 καὶ τὸ YZ 27 ἂν ἦν SUMp: ἦν ἂν
                                PYZ 28 μακρὸς ὢν ll: μακρὸν ὂν Bekker 31 εἶναι τὸν ὄρνιθα S U 32 νῦν
                                — 711 a 1 αὐτοῖς om Z || οὕτως εὐθὺς αὐτοῖς P 3 οὐδὲ τὸν Y || εἰ: ἂν
                                S U om Z Bekker 4 post μορφὴν interpunxi, τὴν μορφὴν δυνατόν ἐστι Y
                                ut videtur ex coniectura</note>
                            <pb n="38"/> καὶ ὑποπόδων προβαίνειν, εἴρηται πρότερον, καὶ ὅτι κάμψις
                                <lb n="10"/> οὐκ ἂν ἦν μηδενὸς ἠρεμοῦντος, ὅτι τε ἐναντίως οἵ τε
                            ἄνθρωποι δίποδες ὄντες καὶ οἱ ὄρνιθες τὴν τῶν σκελῶν ποιοῦνται κάμψιν,
                            ἔτι δὲ τὰ τετράποδα ὑπεναντίως καὶ αὑτοῖς καὶ τοῖς ἀνθρώποις. οἱ μὲν γὰρ
                            ἄνθρωποι τοὺς μὲν βραχίονας κάμπτουσιν ἐπὶ τὰ κοῖλα, τὰ δὲ σκέλη ἐπὶ τὸ
                            κυρτόν, <lb n="15"/> τὰ δὲ τετράποδα τὰ μὲν πρόσθια σκέλη ἐπὶ τὸ κυρτόν,
                            τὰ δʼ ὀπίσθια ἐπὶ τὸ κοῖλον· ὁμοίως δὲ καὶ οἱ ὄρνιθες. αἴτιον δʼ ὅτι ἡ
                            φύσις οὐδὲν δημιουργεῖ μάτην, ὥσπερ εἴρηται πρότερον, ἀλλὰ πάντα πρὸς τὸ
                            βέλτιστον ἐκ τῶν ἐνδεχομένων. ὥστʼ ἐπεὶ πᾶσιν ὅσοις ὑπάρχει κατὰ φύσιν ἡ
                            κατὰ τόπον <lb n="20"/> μεταβολὴ τοῖν σκελοῖν, ἑστῶτος μὲν ἑκάστου τὸ
                            βάρος ἐν τούτῳ ἐστί, κινουμένοις δʼ εἰς τὸ πρόσθεν δεῖ τὸν πόδα τὸν
                            ἡγούμενον τῇ θέσει κοῦφον εἶναι, συνεχοῦς δὲ τῆς πορείας γινομένης αὖθις
                            ἐν τούτῳ τὸ βάρος ἀπολαμβάνειν, δῆλον ὡς ἀναγκαῖον ἐκ τοῦ κεκάμφθαι τὸ
                            σκέλος αὖθις εὐθὺ γίνεσθαι <lb n="25"/> μένοντος τοῦ τε κατὰ τὸν
                            προωσθέντα πόδα σημείου καὶ τῆς κνήμης. τοῦτο δὲ συμβαίνειν ἅμα καὶ
                            προϊέναι τὸ ζῷον εἰς τὸ ἔμπροσθεν μὲν ἔχοντος τὴν καμπὴν τοῦ ἡγουμένου
                            σκέλους δυνατόν, εἰς τοὔπισθεν δʼ ἀδύνατον. οὕτω μὲν γὰρ προενεχθέντος
                            τοῦ σώματος ἡ ἔκτασις τοῦ σκέλους ἔσται, ἐκείνως δʼ ἀνενεχθέντος. <lb n="30"/> ἔτι δʼ εἰς τὸ ὄπισθεν μὲν τῆς καμπῆς οὔσης διὰ δύο κινήσεων
                            ἐγίγνετʼ ἂν ἡ τοῦ ποδὸς θέσις ὑπεναντίων τε αὑταῖς, καὶ τῆς μὲν εἰς τὸ
                            ὄπισθεν τῆς δὲ εἰς τὸ ἔμπροσθεν· <note type="marginal">p. 711 b</note>
                            ἀναγκαῖον γὰρ ἐν τῇ συγκάμψει τοῦ σκέλους τοῦ μὲν μηροῦ τὸ ἔσχατον εἰς
                            τοὔπισθεν προάγειν, τὴν δὲ κνήμην ἀπὸ τῆς καμπῆς εἰς τὸ ἔμπροσθεν τὸν
                            πόδα κινεῖν· εἰς τὸ ἔμπροσθεν <note type="footnote">10 αἱ κάμψεις et
                                ἦσαν 11 οὐκ ἂν: οὐθὲν Z ὅτι τε: ὅτι δʼ PZ δῆλον ὅτι Y || τε post οἱ
                                om SUM 13 ἔτι τε SU 16 τετράποδα — τὰ δʼ om Z 17 ὀπίσθια σκέλη Z 18
                                δʼ ὅτι om et γὰρ post οὐδὲν Z 25 τε εὐθὺ PSU 26 προσθέντα SU pr
                                προτεθέντα Y sed cf. Mich. Eph. 165, 26 Hayd. 27 συμβαίνειν ἅμα om Z
                                31 δʼ om UZ || μὲν om S U Z 32 ὑπεναντίων τε αὐταῖς em Jaeg;
                                ὑπεναντίως τε αὐταῖς lI (δὲ UZ)</note>
                            <pb n="39"/>
                            <lb n="5"/> δὲ τῆς καμπῆς οὔσης, οὔθʼ ὑπεναντίαις κινήσεσι μιᾷ τε τῇ εἰς
                            τὸ ἔμπροσθεν ἡ λεχθεῖσα πορεία συμβήσεται. ὁ μὲν οὖν ἄνθρωπος δίπους ὢν
                            καὶ τὴν κατὰ τόπον μεταβολὴν κατὰ φύσιν τοῖς σκέλεσι ποιούμενος διὰ τὴν
                            εἰρημένην αἰτίαν κάμπτει εἰς τὸ ἔμπροσθεν τὰ σκέλη, τοὺς δὲ βραχίονας
                            ἐπὶ τὸ <lb n="10"/> κοῖλον εὐλόγως· ἄχρηστοι γὰρ ἂν ἦσαν καμπτόμενοι εἰς
                            τοὐναντίον πρός τε τὴν τῶν χειρῶν χρῆσιν καὶ πρὸς τὴν τῆς τροφῆς λῆψιν.
                            τὰ δὲ τετράποδα καὶ τὰ ζῳοτόκα τὰ μὲν ἔμπροσθεν σκέλη, ἐπειδὴ ἡγεῖταί τε
                            τῆς πορείας αὐτῶν καὶ ἔστι ταῦτʼ ἐν τῷ μέρει τῷ ἔμπροσθεν τοῦ σώματος,
                            ἀνάγκη κάμπτειν <lb n="15"/> ἐπὶ τὴν περιφέρειαν διὰ τὴν αὐτὴν αἰτίαν
                            ἥνπερ καὶ οἱ ἄνθρωποι· κατὰ γὰρ τοῦτο ὁμοίως ἔχουσι. διόπερ καὶ τὰ
                            τετράποδα κάμπτουσιν εἰς τὸ πρόσθεν τὸν εἰρημένον τρόπον. καὶ γὰρ οὕτως
                            μὲν αὐτῶν τῆς κάμψεως γινομένης ἐπὶ πολὺ δυνήσονται τοὺς πόδας
                            μετεωρίζειν· ἐναντίως δὲ κάμπτοντες <lb n="20"/> μικρὸν ἀπὸ τῆς γῆς ἂν
                            αὐτοὺς ἐμετεώριζον διὰ τὸ τόν τε μηρὸν ὅλον καὶ τὴν καμπήν, ἀφʼ ἧς ἡ
                            κνήμη πέφυκεν, ὑπὸ τῇ γαστρὶ γίγνεσθαι προϊόντος αὐτοῦ. τῶν δ᾿ ὄπισθεν
                            σκελῶν εἰ μὲν ἦν εἰς τὸ ἔμπροσθεν ἡ κάμψις, τῶν ποδῶν ὁ μετεωρισμὸς
                            ὁμοίως ἂν αὐτοῖς εἶχε τοῖς προσθίοις (ἐπὶ βραχὺ γὰρ <lb n="25"/> ἂν
                            ἐγίγνετο καὶ τούτοις κατὰ τὴν ἄρσιν τῶν σκελῶν, τοῦ τε μηροῦ καὶ τῆς
                            καμπῆς ἀμφοτέρων ὑπὸ τὸν τῆς γαστρὸς τόπον ὑποπιπτόντων), εἰ δʼ εἰς τὸ
                            ὄπισθεν, καθάπερ καὶ νῦν κάμπτουσιν, οὐθὲν ἐμπόδιον αὐτοῖς γίγνεται πρὸς
                            τὴν πορείαν ἐν τῇ τοιαύτῃ κινήσει τῶν ποδῶν. ἔτι τοῖς γε θηλαζομένοις
                                <lb n="30"/> αὐτῶν καὶ πρὸς τὴν τοιαύτην λειτουργίαν ἀναγκαῖον ἢ
                            βέλτιόν γʼ οὕτω κεκάμφθαι τὰ σκέλη· οὐ γὰρ ῥᾴδιον τὴν κάμψιν ποιουμένων
                            ἐντὸς ὑφʼ αὑτὰ ἔχειν τὰ τέκνα καὶ σκεπάζειν.</p><note type="footnote">711 b 5 ὑπεναντίως ταῖς κινήσεσι P Y Z 7 κατὰ φύσιν om
                            8 έκαμπται PUZ 10 εἰς UMc: om PSYZ 12 τὰ post καὶ SUMp: om PYZ 17
                            κάμπτει || εἰς τὸ om Z 18 τῆς κάμψεως αὐτῶν PY ἐπὶ τὸ π. P 19 δυνήσεται
                            Ζ 21 γίγνεσθαι ὑπὸ τῇ γαστρὶ 22 εἰ — 23 ποδῶν om Z ὁ: οὐ S ἂν U 29 ἔτι
                            δὲ Y || θηλάζουσιν ἀπὸ τῶν τετραπόδων M 31 γʼ om SUZ 32 ὑφʼ αὐτοῖς
                            Y</note></div><pb n="40"/><div type="textpart" subtype="chapter" n="13"><p>13 Ὄντων δὲ τεττάρων τρόπων τῆς κάμψεως κατὰ τοὺς <note type="marginal">p. 712a</note> συνδέσμους (ἀνάγκη γὰρ κάμπτειν ἢ ἐπὶ τὸ κοῖλον καὶ
                            τὰ πρόσθια καὶ τὰ ὀπίσθια, καθάπερ ἐφʼ οἷς Α, ἢ ἐπὶ τοὐναντίον ἐπὶ τὸ
                            κυρτόν, καθάπερ ἐφʼ οἷς Β, ἢ ἀντεστραμμένως μὴ ἐπὶ τὰ αὐτά, ἀλλὰ τὰ μὲν
                            πρόσθια ἐπὶ τὸ κυρτόν, <lb n="5"/> τὰ δʼ ὀπίσθια ἐπὶ τὸ κοῖλον, καθάπερ
                            ἐφʼ οἷς τὸ Γ ἢ τοὐναντίον τούτοις τὰ μὲν κυρτὰ πρὸς ἄλληλα, τὰ δὲ κοῖλα
                            ἐκτός, καθάπερ ἔχει ἐφʼ οἷς τὸ ∠), ὡς μὲν ἔχει ἐφʼ οἷς τὸ Α ἢ τὸ
                            Β, οὐθὲν κάμπτεται οὔτε τῶν διπόδων οὔτε τῶν τετραπόδων, ὡς δὲ τὸ τὰ
                            τετράποδα, ὡς δὲ τὸ ∠, τῶν <lb n="10"/> μὲν τετραπόδων οὐθὲν πλὴν
                            ἐλέφας, ὁ δʼ ἄνθρωπος τοὺς βραχίονας <note type="footnote">712 a 2
                                συνδυασμοὺς Z 3 οἷον S pro καθάπερ om U ||  A — 4 ἐφʼ οἷς om Y ||
                                οἷον P 5 καὶ μὴ U YZ: καὶ om PSMc μὴ om S 8 ἐκτὸς om PSU Mc ||
                                καθάπερ — ∠ om Y || μὲν οὖν Y 9 ἢ τὸ B om Y Z || οὔτε τῶν
                                τετραπόδων om Ζ</note>
                            <pb n="41"/> καὶ τὰ σκέλη· τοὺς μὲν γὰρ ἐπὶ τὸ κοῖλον κάμπτει, τὰ δὲ
                            σκέλη ἐπὶ τὸ κυρτόν. ἀεὶ δʼ ἐναλλὰξ ἐναντίως ἔχει τὰ κῶλα τὰς κάμψεις
                            τοῖς ἀνθρώποις, οἷον τὸ ὠλέκρανον <lb n="15"/> ἐπὶ τὸ κοῖλον, ὁ δὲ
                            καρπὸς ἐπὶ τὸ κυρτόν, καὶ πάλιν ὁ ὦμος ἐπὶ τὸ κυρτόν· ὡσαύτως δὲ καὶ ἐπὶ
                            τῶν σκελῶν ὁ μηρὸς ἐπὶ τὸ κοῖλον, τὸ δὲ γόνυ ἐπὶ τὸ κυρτόν, ὁ δὲ ποὺς
                            τοὐναντίον ἐπὶ τὸ κοῖλον. καὶ τὰ κάτω δὴ πρὸς τὰ ἄνω φανερὸν ὅτι
                            ἐναντίως· ἡ γὰρ ἀρχὴ ὑπεναντίως, ὁ μὲν <lb n="20"/> ὦμος ἐπὶ τὸ κυρτόν,
                            ὁ δὲ μηρὸς ἐπὶ τὸ κοῖλον· διὸ καὶ ὁ μὲν ποὺς ἐπὶ τὸ κοῖλον, ὁ δὲ καρπὸς
                            τῆς χειρὸς ἐπὶ τὸ κυρτόν.</p></div><div type="textpart" subtype="chapter" n="14"><p>Αἱ μὲν οὖν κάμψεις τῶν σκελῶν τοῦτόν τε τὸν τρόπον ἔχουσι καὶ διὰ τὰς
                            αἰτίας τὰς εἰρημένας, κινεῖται δὲ τὰ 14 <lb n="25"/> ὀπίσθια πρὸς τὰ
                            ἔμπροσθεν κατὰ διάμετρον· μετὰ γὰρ τὸ δεξιὸν τῶν ἔμπροσθεν τὸ ἀριστερὸν
                            τῶν ὄπισθεν κινοῦσιν, εἶτα τὸ ἀριστερὸν τῶν ἔμπροσθεν, μετὰ δὲ τοῦτο τὸ
                            δεξιὸν τῶν ὄπισθεν. αἴτιον δʼ ὅτι εἰ μὲν τὰ ἔμπροσθεν ἅμα καὶ πρῶτον,
                            διέσπαστο ἂν ἢ καὶ προπετὴς ἂν ἐγίνετο ἡ βάδισις <lb n="30"/> καὶ οἷον
                            ἐφελκομένοις τοῖς ὄπισθεν. ἔτι δʼ οὐ πορεία ἀλλὰ ἅλσις τὸ τοιοῦτον·
                            χαλεπὸν δὲ συνεχῆ ποιεῖσθαι τὴν μεταβολὴω ἁλλόμενα. σημεῖον δέ· ταχὺ γὰρ
                            ἀπαγορεύουσι καὶ νῦν τῶν ἵππων ὅσοι τὸν τρόπον τοῦτον ποιοῦνται τὴν
                            κίνησιν, οἷον οἱ πομπεύοντες. χωρὶς μὲν οὖν τοῖς ἔμπροσθεν καὶ ὄπισθεν
                                <note type="marginal">p. 712 b</note> διὰ ταῦτα οὐ ποιοῦνται τὴν
                            κίνησιν. εἰ δὲ τοῖς δεξιοῖς ἀμφοτέροις πρώτοις, ἔξω ἂν ἐγίγνοντο τῶν
                            ἐρεισμάτων καὶ ἔπιπτον ἄν. εἰ δὴ ἀνάγκη μὲν ἢ τούτων τῶν τρόπων
                            ὁποτερονοῦν ποιεῖσθαι τὴν κίνησιν ἢ κατὰ διάμετρον, μὴ ἐνδέχεται <lb n="5"/> δʼ ἐκείνων μηδέτερον, ἀνάγκη κινεῖσθαι κατὰ διάμετρον· οὕτω
                                <note type="footnote">12 τοὺς μὲν — 13 σκέλη om P || ἔχουσι PY 15
                                κυρτὸν et κοῖλον commutavit Z || ὁ — κυρτὸν om PSU expunxit Z 16 ἐπὶ
                                post καὶ om SU 19 ὅτι ἐναντίον Z 20 διὸ — 21 κοῖλον om PSU 29
                                διέσπαστο S UZMp: διεσπᾶτο PY || ἢ om YZ 30 καὶ ante οἷον om PS U
                                712 b 1 οὐ PMp: om SY UZ 2 πρῶτον YZ 3 τοῦτον τὸν τρόπον S (contra
                                Mp) 5 ἐκείνως S U Z || τὰ κατὰ Z</note>
                            <pb n="42"/> γὰρ κινούμενα ὥσπερ εἴρηται οὐδέτερα τούτων οἷόν τε
                            πάσχειν. καὶ διὰ τοῦτο οἱ ἵπποι καὶ ὅσα τοιαῦτα, ἵσταται προβεβηκότα
                            κατὰ διάμετρον, καὶ οὐ τοῖς δεξιοῖς ἢ τοῖς ἀριστεροῖς ἀμφοτέροις ἅμα.
                            τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσα πλείους πόδας ἔχει τεττάρων ποιεῖται τὴν
                            κίνησιν· ἀεὶ γὰρ <lb n="10"/> ἐν τοῖς τέτταρσι τοῖς ἐφεξῆς τὰ ὀπίσθια
                            πρὸς τὰ ἔμπροσθεν κινεῖται κατὰ διάμετρον· δῆλον δʼ ἐπὶ τοῖς βραδέως
                            κινουμένοις. καὶ οἱ καρκίνοι δὲ τὸν αὐτὸν τρόπον κινοῦνται· τῶν
                            πολυπόδων γάρ εἰσιν. ἀεὶ γὰρ καὶ οὗτοι κατὰ διάμετρον κινοῦνται, ἐφʼ
                            ὅπερ ἂν ποιῶνται τὴν πορείαν. ἰδίως γὰρ τοῦτο <lb n="15"/> τὸ ζῷον
                            ποιεῖται τὴν κίνησιν· μόνον γὰρ οὐ κινεῖται ἐπὶ τὸ πρόσθεν τῶν ζῴων,
                            ἀλλʼ ἐπὶ τὸ πλάγιον. ἀλλʼ ἐπεὶ τοῖς ὄμμασι διώρισται τὸ πρόσθιον, ἡ
                            φύσις πεποίηκεν ἀκολουθεῖν δυναμένους τοὺς ὀφθαλμοὺς τοῖς κώλοις·
                            κινοῦνται γὰρ εἰς τὸ πλάγιον αὐτοῖς, ὥστε τρόπον τινὰ καὶ τοὺς καρκίνους
                            κινεῖσθαι <lb n="20"/> διὰ τοῦτʼ ἐπὶ τὸ ἔμπροσθεν.</p></div><div type="textpart" subtype="chapter" n="15"><p>15 Οἱ δʼ ὄρνιθες τὰ σκέλη καθάπερ τὰ τετράποδα κάμπτουσι. τρόπον γάρ τινα
                            παραπλησίως ἡ φύσις αὐτῶν ἔχει· τοῖς γὰρ ὄρνισιν αἱ πτέρυγες ἀντὶ τῶν
                            προσθίων σκελῶν εἰνοις. διὸ καὶ κεκαμμέναι τὸν αὐτόν εἰσι τρόπον ὥσπερ
                            ἐκείνοις <lb n="25"/> τὰ πρόσθια σκέλη, ἐπεὶ τῆς ἐν τῇ πορείᾳ κινήσεως
                            τούτοις ἀπὸ τῶν πτερύγων ἡ κατὰ φύσιν ἀρχὴ τῆς μεταβολῆς ἐστι· πτῆσις
                            γάρ ἐστιν ἡ τούτων οἰκεία κίνησις. διόπερ ἀφαιρεθεισῶν τούτων οὔθʼ
                            ἑστάναι οὔτε προϊέναι δύναιτʼ ἂν οὐθεὶς | ὄρνις. ἔτι δίποδος ὄντος καὶ
                            οὐκ ὀρθοῦ, καὶ τὰ ἔμπροσθεν <lb n="30"/> μέρη τοῦ σώματος κουφότερα
                            ἔχοντος, ἢ ἀναγκαῖον ἢ βέλτιον πρὸς τὸ ἑστάναι δύνασθαι τὸν μηρὸν οὕτως
                            ὑποκείμενον <note type="footnote">10 πόδας om Z, post ἔχει PY || ἀεὶ:
                                δεῖ YZ || 11 πρὸς: καὶ P 12 κινεῖσθαι Y Z 13 δὲ cum PMp scripsi et
                                levius interpunxi post 12 διάμετρον; γὰρ SU YZ 14 καὶ om YZ 15
                                ὁπότερʼ ἂν Z 16 κινοῦνται Y 18 ἡ: καὶ ἡ P 19 αὐτοὶ εἰς τὸ πλάγιον PY
                                22 τὰ ante τετράποδα om Z 24 τοῖς γὰρ ὄρνισιν αἱ PSU M τοῖς
                                τετράποσιν αἱ γὰρ YZ (γὰρ om Y) || τῶν σκελῶν τῶν προσθίων Y 25 καὶ
                                om S U 26 ἐπὶ PZ ἔτι Y || τῇ om Y 27 πτερυγίων SUZ</note>
                            <pb n="43"/> ἔχειν ὡς νῦν ἔχει, λέγω δʼ ὅτι εἰς τὸ ὄπισθεν πεφυκότα.
                            ἀλλὰ μὴν εἰ δεῖ τοῦτον ἔχειν τὸν τρόπον, ἀνάγκη τὴν κάμψιν <note type="marginal">p. 713 a</note> ἐπὶ τὸ κοῖλον γίνεσθαι τοῦ σκέλους,
                            καθάπερ τοῖς τετράποσιν ἐπὶ τῶν ὀπισθίων, διὰ τὴν αὐτὴν αἰτίαν ἥνπερ
                            εἴπομεν ἐπὶ τῶν τετραπόδων καὶ ζῳοτόκων. ὅλως δὲ οἵ τε ὄρνιθες καὶ τὰ
                            ὁλόπτερα τῶν πετομένων καὶ τὰ ἐν τῷ ὑγρῷ νευστικά, <lb n="5"/> ὅσα αὐτῶν
                            διʼ ὀργάνων τὴν ἐπὶ τοῦ ὑγροῦ ποιεῖται πορείαν, οὐ χαλεπὸν ἰδεῖν ὅτι
                            βέλτιον ἐκ πλαγίου τὴν τῶν εἰρημένων μερῶν πρόσφυσιν ἔχειν, καθάπερ καὶ
                            φαίνεται νῦν ὑπάρχειν αὐτοῖς ἐπί τε τῶν ὀρνίθων καὶ τῶν ὁλοπτέρων. ταὐτὸ
                            δὲ τοῦτο καὶ ἐπὶ τῶν ἰχθύων· τοῖς μὲν γὰρ ὄρνισιν αἱ <lb n="10"/>
                            πτέρυγες, τοῖς δʼ ἐνύδροις τὰ πτερύγια. <del>τὰ δὲ πτίλα τοῖς ὁλοπτέροις
                                ἐκ τοῦ πλαγίου προσπέφυκεν.</del> οὕτω γὰρ ἂν τάχιστα καὶ ἰσχυρότατα
                                <add cause="omitted">συστέλλοντα καὶ</add> διαστέλλοντα τὰ μὲν τὸν
                            ἀέρα τὰ δὲ τὸ | ὑγρὸν ποιοῖτο τὴν κίνησιν· εἰς γὰρ τὸ ἔμπροσ θεν καὶ τὰ
                            | ὄπισθεν μόρια τοῦ σώματος ἐπακολουθοίη <add cause="omitted">ἂν</add>
                            ὑπείκοντι <lb n="15"/> φερόμενα τὰ μὲν ἐν τῷ ὑγρῷ τὰ δʼ ἐν τῷ ἀέρι. τὰ
                            δὲ τρωγλόδυτα τῶν τετραπόδων καὶ ᾠοτόκων, οἷον οἵ τε κροκόδειλοι καὶ
                            σαῦροι καὶ ἀσκαλαβῶται καὶ ἑμύδες τε καὶ χελῶναι, πάντα ἐκ τοῦ πλαγίου
                            προσπεφυκότα τὰ σκέλη ἔχει καὶ ἐπὶ τῇ γῇ κατατεταμένα, καὶ κάμπτει εἰς
                            τὸ <lb n="20"/> πλάγιον, διὰ τὸ οὕτω χρήσιμα εἶναι πρὸς τὴν τῆς
                            ὑποδύσεως <note type="footnote">33 ὡς νῦν ἔχει om SU Mp 34 δεῖ YZ et Mp
                                ut vid. (βέλτιον): ἔδει 713a 4 κολεόπτερα YZ || νευστικὰ: ἰθυντικὰ
                                καὶ S 7 καὶ νῦν δύναται 8 κολεοπτέρων 10 κολεα τοῖς κολεοπτέροις τὰ
                                δὲ πτίλα — 11 προσπέφυκεν verba male inculcata del Jaeg 12
                                〈συστέλλοντα καὶ〉 addidi ex Michaelis interpretatione 13 εἰς γὰρ τὸ
                                ἔμπροσθεν καὶ τὸ ὄπισθεν τὰ μόρια certe memoria traditum, a Bekkero
                                receptum, a Mich vana opera illustratum: γὰρ om SY coniecturam
                                codicis ne sequare εἰ τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν μόρια tentantis;
                                τὰ ante μόρια om Z recte, fortasse τὰ v. l. ad τὸ ante ὄπισθεν fuit,
                                utique sic emendetur necesse est εἰς γὰρ τὸ ἔμπρ. καὶ τὰ ὄπισθεν
                                μόρια ἐπακολουθείη 14 ἂν om ll et Mp: add Bekker 16 τρωγλόδυτα S U
                                Mp: τρωγλοδυτικὰ 17 αἱ σαῦραι PY 19 τεταμέμα Mc 20 τὸ — πρὸς om S U
                                οὕτω om Y</note>
                            <pb n="44"/> ῥᾳστώνην καὶ πρὸς τὴν ἐπὶ τοῖς ᾠοῖς ἐφεδρείαν καὶ φυλακήν.
                            ἔξω δʼ ὄντων αὐτῶν, ἀναγκαῖον τοὺς μηροὺς προσστέλλοντα καὶ ὑποτιθέμενα
                            ὑφʼ αὑτὰ τὸν μετεωρισμὸν τοῦ ὅλου σώματος ποιεῖσθαι. τούτου δὲ γινομένου
                            κάμπτειν αὐτὰ οὐχ οἷόν τε ἄλλως ἢ ἔξω.</p><lb n="25"/></div></div></body></text></TEI>