ε′. Θεοφράστῳ. Ἡ πρόχειρος ἀδικία τῆς πολυχρονίου λυσιτελεστέρα πέφυκεν ὑπάρχειν· ἣ μὲν γὰρ ὀλιγοχρόνιον ἔχει καὶ τὴν μνήμην καὶ τὴν βλάβην, ἣ δὲ γηράσκουσα καὶ περιπεποιημένη τὴν δυσμένειαν ἔχθραν ἀίδιον παρασκευάζει, καὶ τῇ μὲν πολλάκις λόγον δωρησάμενοι γαληνισμὸν ηὕρομεν, τῇ δὲ καὶ μερίσαντες τὰς τρικυμίας σάλον καὶ ἀνίας εἴδομεν πορθμόν. διό φημι δεῖν τὴν ἑταιρίαν μάλιστα μὲν μὴ ἀδικεῖν, οὐδὲ γὰρ εὔλογον ἔχει τὴν πρόφασιν· εἰ δὲ μή γε, ἀκουσίως τοῦτο πράξασαν θᾶττον διαλύεσθαι τὴν ἔχθραν· τὸ μὲν γὰρ μὴ ἀδικεῖν ἴσως ὑπὲρ ἄνθρωπόν ἐστι, τὸ δὲ πλανηθέντα διασώσασθαι ἐπιφέρει τι καλόν, καὶ σφόδρα τοῦτο εὐσταθοῦς διανοίας ἴδιόν ἐστιν.