δ′. Τῷ αὐτῷ. Οἱ διάραντες τῶν βασιλέων ἐπὶ φρονήσει καὶ ταῖς ὑπεροχαῖς τῶν ἄστρων ψαύσαντες εὐεργετοῦσιν οὐδὲ πρὸς τοὺς αὐτοὺς πολιτευόμενοι καιρούς, ἀλλὰ καὶ θεωροῦντὲς τὸ τῆς τύχης ἄστατον θησαυρίζουσι τὴν χάριν πρὸς ἑκάτερα, ἐν μὲν ταῖς εὐπραγίαις τιμῆς βουλόμενοι μεταλαμβάνειν (τιμὴ γὰρ οἰκεῖον ἀρετῆς ἐστίν ἐν δὲ τοῖς συμπτώμασι βοηθείας· αἱ γὰρ συμφοραὶ τἀναγκαῖα κρίνουσι τῶν καλῶν πρότερα. σαφέστατος γὰρ εὐνοίας ἔλεγχος ὁ τῆς τύχης καιρός· ἀπαιτεῖ γὰρ οὐ λόγους ἀλλὰ πράξεις δεόντως, ἡ γὰρ τῶν εὐνοουντων ὄψις ὥσπερ ἐν πελάγει χειμαζομένῳ παρεφάνη γῆ. πᾶσα γὰρ ὡς ἔοικεν ἐν ἐρήμῳ πεσοῦσα τύχη σκοπὸς ἀληθῶς ἔκκειται τοῖς πολεμεῖν ἢ ἀδικεῖν ἣ συκοφαντεῖν αἱρουμένοις, μόνη δ’ ἡ τῶν σπουδαίων διαγωγὴ τὸ τῆς τύχης εὐκίνητον οὐκ ἀπαρνεῖται, φέρουσα δ’ εὐλόγως πᾶν τὸ προσπῖπτον ἐκ τῶν κατὰ Πλάτωνα κρειττόνων εὖ διατίθεται, διὸ καὶ τὴν ταχυτῆτα τῶν πραγμάτων εὐλαβοῦ καὶ τὸν κύκλον τῆς μεταπτώσεως τήρει καὶ τὰς ἐν τῷ ζῆν ψήφους λογίζου· πολλὰ γὰρ ἡ ταὐτομάτου φορὰ κομίζει τῷ βίῳ καὶ ῥοπὰς αὐτονόμους ποιεῖ. τοῖς μὲν ἀγνοοῦσι μετάνοιαν δίδου, τοῖς δ’ εὐνοοῦσι τὰς χάριτας προχείρους νέμε· ταῦτα γὰρ πράττων οὐχ ἅπαξ ἀλλὰ δι’ ὅλου συντηρῶν ἀσφαλέστατα καὶ ἀκίνδυνα τὰ τῆς ἡγεμονίας ἕξεις μέλαθρα. ὡς μὲν ὑπὲρ μεγάλων ὀλίγα, ὡς δὲ πρὸς σέ, πάντα σχεδὸν εἴρηται.