γ′. Φιλίππῳ. Οἱ πολλοὶ τῶν φιλοσόφων τὴν εὐεργεσίαν θεῷ ἰσόμοιρον παρεσκεύασαν· ὡς γὰρ ἁπλῶς εἰπεῖν χάριτος δόσις καὶ ἀμοιβὴ συνέχει τοὺς τῶν ἀνθρώπων βίους, τῶν μὲν διδόντων, τῶν δὲ λαμβανόντων, τῶν δ’ αὖ πάλιν ἀνταποδιδόντων. διὸ καλὸν καὶ δίκαιόν ἐστι πάντας μὲν τοὺς ἀναξίως ἀτυχοῦντας ἐλεεῖν· οἶκτος μὲν γὰρ ἡμέρου ψυχῆς ἐστὶ σημεῖον, χαλεπότης δὲ ἀπαιδεύτου· αἰσχρὸν γὰρ καὶ σχέτλιον ἀρετὴν ἀτυχοῦσαν περιορᾶν. ὅθεν ἐπαινῶ καὶ τὸν ἡμέτερον γνώριμον Θεόφραστον λέγοντα τὴν χάριν ἀμεταμέλητον εἶναι καὶ καλὸν καρπὸν φέρειν τὸν παρὰ τῶν εὖ παθόντων ἔπαινον. διόπερ δεῖ τοὺς νοῦν ἔχοντας τῶν ἀνθρώπων εἰς πολλοὺς αὐτὴν κατατίθεσθαι, νομίζοντας χωρὶς τῆς εὐφημίας ἔρανόν τινα τοῦτον αὐτοῖς ὑπάρξειν ἐν ταῖς μεταβολαῖς τῶν πραγμάτων, καὶ εἴγε μὴ πάντας, ἀλλ’ ἕνα τινὰ τῶν εὐεργετηθέντων ἀποδώσειν τὴν χάριν. ὅθεν πειρῶ πρόθυμος μὲν εἶναι ταῖς εὐεργεσίαις, ἔποχος δὲ τοῖς θυμοῖς· τὸ μὲν γὰρ βασιλικόν τε καὶ ἥμερον, τὸ δὲ βάρβαρόν τε καὶ στυγητόν. τὰ δ’ ἄλλα καθὼς ἂν δοκιμάζῃς πρᾶττε μὴ παρορῶν τὰς λυσιτελεῖς ψήφους.