β′. Ἀλεξάνδρῳ. Ἀπορῶ τίνων ἢ ποίων ἀρχή με λάβῃ πρός σε ἐφ’ ἃ γὰρ ἂν ἐπισκοπῶν ἐπιβάλω τὴν διάνοιαν, πάντα μοι φαίνεται μεγάλα καὶ θαυμαστά, καὶ λήθης οὐδὲν ἄξιον ὁρῶ, μνήμης δὲ οἰκεῖα καὶ προτρέψεως. ὧν οὐδὲν οὐδεὶς ἀμαυρώσει χρόνος· αἱ γὰρ καλαὶ τῶν διδασκάλων παραινέσεις καὶ προτρέψεις θεατὴν ἔχουσι τὸν αἰῶνα. διὸ πειρῶ τὴν ἀρχὴν μὴ εἰς ὕβριν ἀλλ’ εἰς εὐεργεσίαν κατατίθεσθαι, ἧς οὐδὲν μεῖζον τῶν ἐν βίῳ ὑπάρχειν πέφυκε. διὸ καὶ τὸ θνητὸν τῆς φύσεως πολλάκις ὑπὸ τοῦ χρεὼν διαλυόμενον ἄφθαρτον διὰ τὸ μέγεθος τῶν ἔργων κέκτηται τὴν μνήμην. τούτων οὖν τὴν ἔννοιαν ἔχε· οὐ γὰρ ἀλόγως ἠνέχθης ὡς ἔνιοι, οἳ ἀτόπως καὶ τὰς γνώμας διετέθησαν. σοὶ καὶ γένος ἔντιμον καὶ βασιλεία πατρῷος καὶ παιδεία βέβαιος καὶ δόξα περίβλεπτος, καὶ ὅσον ταῖς ἀφορμαῖς τῆς τύχης διαφέρεις, τοσοῦτον καὶ ταῖς ἀρεταῖς τῶν καλῶν πρωτεύειν σε δεῖ, τὰ δ’ ἄλλα πρᾶττε μὲν τὰ συμφέροντα, ἐπιτέλει δὲ τὰ δόξαντα.