<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2" n="9"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:9" n="8"><p rend="align(indent)">ἀπορεῖται δὲ καὶ πότερον δεῖ φιλεῖν ἑαυτὸν μάλιστα ἢ ἄλλον τινά. ἐπιτιμῶσι γὰρ τοῖς ἑαυτοὺς μάλιστʼ ἀγαπῶσι, <milestone unit="line" resp="Bekker" n="30"/>καὶ ὡς ἐν αἰσχρῷ φιλαύτους ἀποκαλοῦσι, δοκεῖ τε ὁ μὲν φαῦλος ἑαυτοῦ χάριν πάντα πράττειν, καὶ ὅσῳ ἂν μοχθηρότερος ᾖ, τοσούτῳ μᾶλλον—ἐγκαλοῦσι δὴ αὐτῷ οἷον ὅτι οὐδὲν ἀφʼ ἑαυτοῦ πράττει—ὁ δʼ ἐπιεικὴς διὰ τὸ καλόν, καὶ ὅσῳ ἂν βελτίων ᾖ, μᾶλλον διὰ τὸ καλόν, καὶ φίλου ἕνεκα, <milestone unit="line" resp="Bekker" n="35"/>τὸ δʼ αὑτοῦ παρίησιν. τοῖς λόγοις δὲ τούτοις τὰ ἔργα διαφωνεῖ, οὐκ ἀλόγως. <milestone unit="page" resp="Bekker" n="1168b"/><milestone unit="line" resp="Bekker" n="1"/>φασὶ γὰρ δεῖν φιλεῖν μάλιστα τὸν μάλιστα φίλον, φίλος δὲ μάλιστα ὁ βουλόμενος ᾧ βούλεται τἀγαθὰ ἐκείνου ἕνεκα, καὶ εἰ μηδεὶς εἴσεται· ταῦτα δʼ ὑπάρχει μάλιστʼ αὐτῷ πρὸς αὑτόν, καὶ τὰ λοιπὰ δὴ πάνθʼ <milestone unit="line" resp="Bekker" n="5"/>οἷς ὁ φίλος ὁρίζεται· εἴρηται γὰρ ὅτι ἀπʼ αὐτοῦ πάντα τὰ φιλικὰ καὶ πρὸς τοὺς ἄλλους διήκει. καὶ αἱ παροιμίαι δὲ πᾶσαι ὁμογνωμονοῦσιν, οἷον τὸ <quote>μία ψυχή</quote> καὶ <quote>κοινὰ τὰ φίλων</quote> καὶ <quote>ἰσότης φιλότης</quote> καὶ <quote>γόνυ κνήμης ἔγγιον·</quote> πάντα γὰρ ταῦτα πρὸς αὑτὸν μάλιστʼ ἂν ὑπάρχοι· μάλιστα <milestone unit="line" resp="Bekker" n="10"/>γὰρ φίλος αὑτῷ· καὶ φιλητέον δὴ μάλισθʼ ἑαυτόν. ἀπορεῖται δὴ εἰκότως ποτέροις χρεὼν ἕπεσθαι, ἀμφοῖν ἐχόντοιν τὸ πιστόν. ἴσως οὖν τοὺς τοιούτους δεῖ τῶν λόγων διαιρεῖν καὶ διορίζειν ἐφʼ ὅσον ἑκάτεροι καὶ πῇ ἀληθεύουσιν. εἰ δὴ λάβοιμεν τὸ φίλαυτον πῶς ἑκάτεροι λέγουσιν, τάχʼ ἂν γένοιτο <milestone unit="line" resp="Bekker" n="15"/>δῆλον. οἱ μὲν οὖν εἰς ὄνειδος ἄγοντες αὐτὸ φιλαύτους καλοῦσι τοὺς ἑαυτοῖς ἀπονέμοντας τὸ πλεῖον ἐν χρήμασι καὶ τιμαῖς καὶ ἡδοναῖς ταῖς σωματικαῖς· τούτων γὰρ οἱ πολλοὶ ὀρέγονται, καὶ ἐσπουδάκασι περὶ αὐτὰ ὡς ἄριστα ὄντα, διὸ καὶ περιμάχητά ἐστιν. οἱ δὴ περὶ ταῦτα πλεονέκται χαρίζονται <milestone unit="line" resp="Bekker" n="20"/>ταῖς ἐπιθυμίαις καὶ ὅλως τοῖς πάθεσι καὶ τῷ ἀλόγῳ τῆς ψυχῆς· τοιοῦτοι δʼ εἰσὶν οἱ πολλοί· διὸ καὶ ἡ προσηγορία γεγένηται ἀπὸ τοῦ πολλοῦ φαύλου ὄντος· δικαίως δὴ τοῖς οὕτω φιλαύτοις ὀνειδίζεται. ὅτι δὲ τοὺς τὰ τοιαῦθʼ αὑτοῖς ἀπονέμοντας εἰώθασι λέγειν οἱ πολλοὶ φιλαύτους, οὐκ ἄδηλον· <milestone unit="line" resp="Bekker" n="25"/>εἰ γάρ τις ἀεὶ σπουδάζοι τὰ δίκαια πράττειν αὐτὸς μάλιστα πάντων ἢ τὰ σώφρονα ἢ ὁποιαοῦν ἄλλα τῶν κατὰ τὰς ἀρετάς, καὶ ὅλως ἀεὶ τὸ καλὸν ἑαυτῷ περιποιοῖτο, οὐδεὶς ἐρεῖ τοῦτον φίλαυτον οὐδὲ ψέξει. δόξειε δʼ ἂν ὁ τοιοῦτος μᾶλλον εἶναι φίλαυτος· ἀπονέμει γοῦν ἑαυτῷ τὰ κάλλιστα <milestone unit="line" resp="Bekker" n="30"/>καὶ μάλιστʼ ἀγαθά, καὶ χαρίζεται ἑαυτοῦ τῷ κυριωτάτῳ, καὶ πάντα τούτῳ πείθεται· ὥσπερ δὲ καὶ πόλις τὸ κυριώτατον μάλιστʼ εἶναι δοκεῖ καὶ πᾶν ἄλλο σύστημα, οὕτω καὶ ἄνθρωπος· καὶ φίλαυτος δὴ μάλιστα ὁ τοῦτο ἀγαπῶν καὶ τούτῳ χαριζόμενος. καὶ ἐγκρατὴς δὲ καὶ ἀκρατὴς λέγεται <milestone unit="line" resp="Bekker" n="35"/>τῷ κρατεῖν τὸν νοῦν ἢ μή, ὡς τούτου ἑκάστου ὄντος· <milestone unit="page" resp="Bekker" n="1169a"/><milestone unit="line" resp="Bekker" n="1"/>καὶ πεπραγέναι δοκοῦσιν αὐτοὶ καὶ ἑκουσίως τὰ μετὰ λόγου μάλιστα. ὅτι μὲν οὖν τοῦθʼ ἕκαστός ἐστιν ἢ μάλιστα, οὐκ ἄδηλον, καὶ ὅτι ὁ ἐπιεικὴς μάλιστα τοῦτʼ ἀγαπᾷ. διὸ φίλαυτος μάλιστʼ ἂν εἴη, καθʼ ἕτερον εἶδος τοῦ ὀνειδιζομένου, καὶ διαφέρων <milestone unit="line" resp="Bekker" n="5"/>τοσοῦτον ὅσον τὸ κατὰ λόγον ζῆν τοῦ κατὰ πάθος, καὶ ὀρέγεσθαι ἢ τοῦ καλοῦ ἢ τοῦ δοκοῦντος συμφέρειν. τοὺς μὲν οὖν περὶ τὰς καλὰς πράξεις διαφερόντως σπουδάζοντας πάντες ἀποδέχονται καὶ ἐπαινοῦσιν· πάντων δὲ ἁμιλλωμένων πρὸς τὸ καλὸν καὶ διατεινομένων τὰ κάλλιστα πράττειν κοινῇ τʼ <milestone unit="line" resp="Bekker" n="10"/>ἂν πάντʼ εἴη τὰ δέοντα καὶ ἰδίᾳ ἑκάστῳ τὰ μέγιστα τῶν ἀγαθῶν, εἴπερ ἡ ἀρετὴ τοιοῦτόν ἐστιν. ὥστε τὸν μὲν ἀγαθὸν δεῖ φίλαυτον εἶναι (καὶ γὰρ αὐτὸς ὀνήσεται τὰ καλὰ πράττων καὶ τοὺς ἄλλους ὠφελήσει), τὸν δὲ μοχθηρὸν οὐ δεῖ· βλάψει γὰρ καὶ ἑαυτὸν καὶ τοὺς πέλας, φαύλοις πάθεσιν <milestone unit="line" resp="Bekker" n="15"/>ἑπόμενος. τῷ μοχθηρῷ μὲν οὖν διαφωνεῖ ἃ δεῖ πράττειν καὶ ἃ πράττει· ὁ δʼ ἐπιεικής, ἃ δεῖ, ταῦτα καὶ πράττει· πᾶς γὰρ νοῦς αἱρεῖται τὸ βέλτιστον ἑαυτῷ, ὁ δʼ ἐπιεικὴς πειθαρχεῖ τῷ νῷ. ἀληθὲς δὲ περὶ τοῦ σπουδαίου καὶ τὸ τῶν φίλων ἕνεκα πολλὰ πράττειν καὶ τῆς πατρίδος, κἂν δέῃ <milestone unit="line" resp="Bekker" n="20"/>ὑπεραποθνήσκειν· προήσεται γὰρ καὶ χρήματα καὶ τιμὰς καὶ ὅλως τὰ περιμάχητα ἀγαθά, περιποιούμενος ἑαυτῷ τὸ καλόν· ὀλίγον γὰρ χρόνον ἡσθῆναι σφόδρα μᾶλλον ἕλοιτʼ ἂν ἢ πολὺν ἠρέμα, καὶ βιῶσαι καλῶς ἐνιαυτὸν ἢ πόλλʼ ἔτη τυχόντως, καὶ μίαν πρᾶξιν καλὴν καὶ μεγάλην ἢ πολλὰς <milestone unit="line" resp="Bekker" n="25"/>καὶ μικράς. τοῖς δʼ ὑπεραποθνήσκουσι τοῦτʼ ἴσως συμβαίνει· αἱροῦνται δὴ μέγα καλὸν ἑαυτοῖς. καὶ χρήματα προοῖντʼ ἂν ἐφʼ ᾧ πλείονα λήψονται οἱ φίλοι· γίνεται γὰρ τῷ μὲν φίλῳ χρήματα, αὐτῷ δὲ τὸ καλόν· τὸ δὴ μεῖζον ἀγαθὸν ἑαυτῷ ἀπονέμει. καὶ περὶ τιμὰς δὲ καὶ ἀρχὰς ὁ <milestone unit="line" resp="Bekker" n="30"/>αὐτὸς τρόπος· πάντα γὰρ τῷ φίλῳ ταῦτα προήσεται· καλὸν γὰρ αὐτῷ τοῦτο καὶ ἐπαινετόν. εἰκότως δὴ δοκεῖ σπουδαῖος εἶναι, ἀντὶ πάντων αἱρούμενος τὸ καλόν. ἐνδέχεται δὲ καὶ πράξεις τῷ φίλῳ προΐεσθαι, καὶ εἶναι κάλλιον τοῦ αὐτὸν πρᾶξαι τὸ αἴτιον τῷ φίλῳ γενέσθαι. ἐν πᾶσι δὴ τοῖς <milestone unit="line" resp="Bekker" n="35"/>ἐπαινετοῖς ὁ σπουδαῖος φαίνεται ἑαυτῷ τοῦ καλοῦ πλέον νέμων. <milestone unit="page" resp="Bekker" n="1169b"/><milestone unit="line" resp="Bekker" n="1"/>οὕτω μὲν οὖν φίλαυτον εἶναι δεῖ, καθάπερ εἴρηται· ὡς δʼ οἱ πολλοί, οὐ χρή. </p></div></div></div></body></text></TEI>