<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2" n="8"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:8" n="5"><p>ὥσπερ δʼ ἐπὶ τῶν ἀρετῶν οἳ μὲν καθʼ ἕξιν οἳ δὲ κατʼ ἐνέργειαν ἀγαθοὶ λέγονται, οὕτω καὶ ἐπὶ τῆς φιλίας· οἱ μὲν γὰρ συζῶντες χαίρουσιν ἀλλήλοις καὶ πορίζουσι τἀγαθά, οἱ δὲ καθεύδοντες ἢ κεχωρισμένοι τοῖς τόποις οὐκ ἐνεργοῦσι μέν, οὕτω δʼ ἔχουσιν ὥστʼ <milestone unit="line" resp="Bekker" n="10"/>ἐνεργεῖν φιλικῶς· οἱ γὰρ τόποι οὐ διαλύουσι τὴν φιλίαν ἁπλῶς, ἀλλὰ τὴν ἐνέργειαν. ἐὰν δὲ χρόνιος ἡ ἀπουσία γίνηται, καὶ τῆς φιλίας δοκεῖ λήθην ποιεῖν· ὅθεν εἴρηται <quote><lg type="hexameter"><l>πολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν.</l></lg></quote> οὐ φαίνονται δʼ οὔθʼ οἱ πρεσβῦται οὔθʼ οἱ στρυφνοὶ φιλικοὶ εἶναι· βραχὺ <milestone unit="line" resp="Bekker" n="15"/>γὰρ ἐν αὐτοῖς τὸ τῆς ἡδονῆς, οὐδεὶς δὲ δύναται συνημερεύειν τῷ λυπηρῷ οὐδὲ τῷ μὴ ἡδεῖ· μάλιστα γὰρ ἡ φύσις φαίνεται τὸ λυπηρὸν φεύγειν, ἐφίεσθαι δὲ τοῦ ἡδέος. οἱ δʼ ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὔνοις ἐοίκασι μᾶλλον ἢ φίλοις. οὐδὲνγὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν <milestone unit="line" resp="Bekker" n="20"/>ʽὡ̓φελείας μὲν γὰρ οἱ ἐνδεεῖς ὀρέγονται, συνημερεύειν δὲ καὶ οἱ μακάριοι· μονώταις γὰρ εἶναι τούτοις ἥκιστα προσήκεἰ· συνδιάγειν δὲ μετʼ ἀλλήλων οὐκ ἔστι μὴ ἡδεῖς ὄντας μηδὲ χαίροντας τοῖς αὐτοῖς, ὅπερ ἡ ἑταιρικὴ δοκεῖ ἔχειν.</p><p rend="align(indent)"><milestone unit="line" resp="Bekker" n="25"/>μάλιστα μὲν οὖν ἐστὶ φιλία ἡ τῶν ἀγαθῶν, καθάπερ πολλάκις εἴρηται· δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱρετὸν τὸ ἁπλῶς ἀγαθὸν ἢ ἡδύ, ἑκάστῳ δὲ τὸ αὑτῷ τοιοῦτον· ὁ δʼ ἀγαθὸς τῷ ἀγαθῷ διʼ ἄμφω ταῦτα. ἔοικε δʼ ἡ μὲν φίλησις πάθει, ἡ δὲ φιλία ἕξει· ἡ γὰρ φίλησις οὐχ ἧττον <milestone unit="line" resp="Bekker" n="30"/>πρὸς τὰ ἄψυχά ἐστιν, ἀντιφιλοῦσι δὲ μετὰ προαιρέσεως, ἡ δὲ προαίρεσις ἀφʼ ἕξεως· καὶ τἀγαθὰ βούλονται τοῖς φιλουμένοις ἐκείνων ἕνεκα, οὐ κατὰ πάθος ἀλλὰ καθʼ ἕξιν. καὶ φιλοῦντες τὸν φίλον τὸ αὑτοῖς ἀγαθὸν φιλοῦσιν· ὁ γὰρ ἀγαθὸς φίλος γινόμενος ἀγαθὸν γίνεται ᾧ φίλος. ἑκάτερος <milestone unit="line" resp="Bekker" n="35"/>οὖν φιλεῖ τε τὸ αὑτῷ ἀγαθόν, καὶ τὸ ἴσον ἀνταποδίδωσι τῇ βουλήσει καὶ τῷ ἡδεῖ· λέγεται γὰρ φιλότης ἰσότης, <milestone unit="page" resp="Bekker" n="1158a"/><milestone unit="line" resp="Bekker" n="1"/>μάλιστα δὲ τῇ τῶν ἀγαθῶν ταῦθʼ ὑπάρχει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:8" n="6"><p>ἐν δὲ τοῖς στρυφνοῖς καὶ πρεσβυτικοῖς ἧττον γίνεται ἡ φιλία, ὅσῳ δυσκολώτεροί εἰσι καὶ ἧττον ταῖς ὁμιλίαις χαίρουσιν· ταῦτα γὰρ δοκεῖ μάλιστʼ εἶναι φιλικὰ καὶ ποιητικὰ φιλίας. διὸ <milestone unit="line" resp="Bekker" n="5"/>νέοι μὲν γίνονται φίλοι ταχύ, πρεσβῦται δʼ οὔ· οὐ γὰρ γίνονται φίλοι οἷς ἂν μὴ χαίρωσιν· ὁμοίως δʼ οὐδʼ οἱ στρυφνοί. ἀλλʼ οἱ τοιοῦτοι εὖνοι μέν εἰσιν ἀλλήλοις· βούλονται γὰρ τἀγαθὰ καὶ ἀπαντῶσιν εἰς τὰς χρείας· φίλοι δʼ οὐ πάνυ εἰσὶ διὰ τὸ μὴ συνημερεύειν μηδὲ χαίρειν ἀλλήλοις, <milestone unit="line" resp="Bekker" n="10"/>ἃ δὴ μάλιστʼ εἶναι δοκεῖ φιλικά. πολλοῖς δʼ εἶναι φίλον κατὰ τὴν τελείαν φιλίαν οὐκ ἐνδέχεται, ὥσπερ οὐδʼ ἐρᾶν πολλῶν ἅμα (ἔοικε γὰρ ὑπερβολῇ, τὸ τοιοῦτο δὲ πρὸς ἕνα πέφυκε γίνεσθαι)· πολλοὺς δʼ ἅμα τῷ αὐτῷ ἀρέσκειν σφόδρα οὐ ῥᾴδιον, ἴσως δʼ οὐδʼ ἀγαθοὺς εἶναι. δεῖ δὲ καὶ ἐμπειρίαν <milestone unit="line" resp="Bekker" n="15"/>λαβεῖν καὶ ἐν συνηθείᾳ γενέσθαι, ὃ παγχάλεπον. διὰ τὸ χρήσιμον δὲ καὶ τὸ ἡδὺ πολλοῖς ἀρέσκειν ἐνδέχεται· πολλοὶ γὰρ οἱ τοιοῦτοι, καὶ ἐν ὀλίγῳ χρόνῳ αἱ ὑπηρεσίαι. τούτων δὲ μᾶλλον ἔοικε φιλίᾳ ἡ διὰ τὸ ἡδύ, ὅταν ταὐτὰ ἀπʼ ἀμφοῖν γίνηται καὶ χαίρωσιν ἀλλήλοις ἢ τοῖς <milestone unit="line" resp="Bekker" n="20"/>αὐτοῖς, οἷαι τῶν νέων εἰσὶν αἱ φιλίαι· μᾶλλον γὰρ ἐν ταύταις τὸ ἐλευθέριον. ἡ δὲ διὰ τὸ χρήσιμον ἀγοραίων. καὶ οἱ μακάριοι δὲ χρησίμων μὲν οὐδὲν δέονται, ἡδέων δέ· συζῆν μὲν γὰρ βούλονταί τισι, τὸ δὲ λυπηρὸν ὀλίγον μὲν χρόνον φέρουσιν, συνεχῶς δʼ οὐδεὶς ἂν ὑπομείναι, οὐδʼ αὐτὸ <milestone unit="line" resp="Bekker" n="25"/>τὸ ἀγαθόν, εἰ λυπηρὸν αὐτῷ εἴη· διὸ τοὺς φίλους ἡδεῖς ζητοῦσιν. δεῖ δʼ ἴσως καὶ ἀγαθοὺς τοιούτους ὄντας, καὶ ἔτι αὑτοῖς· οὕτω γὰρ ὑπάρξει αὐτοῖς ὅσα δεῖ τοῖς φίλοις. οἱ δʼ ἐν ταῖς ἐξουσίαις διῃρημένοις φαίνονται χρῆσθαι τοῖς φίλοις· ἄλλοι γὰρ αὐτοῖς εἰσὶ χρήσιμοι καὶ ἕτεροι ἡδεῖς, ἄμφω δʼ οἱ αὐτοὶ <milestone unit="line" resp="Bekker" n="30"/>οὐ πάνυ· οὔτε γὰρ ἡδεῖς μετʼ ἀρετῆς ζητοῦσιν οὔτε χρησίμους εἰς τὰ καλά, ἀλλὰ τοὺς μὲν εὐτραπέλους τοῦ ἡδέος ἐφιέμενοι, τοὺς δὲ δεινοὺς πρᾶξαι τὸ ἐπιταχθέν, ταῦτα δʼ οὐ πάνυ γίνεται ἐν τῷ αὐτῷ. ἡδὺς δὲ καὶ χρήσιμος ἅμα εἴρηται ὅτι ὁ σπουδαῖος· ἀλλʼ ὑπερέχοντι οὐ γίνεται ὁ τοιοῦτος φίλος, ἐὰν μὴ <milestone unit="line" resp="Bekker" n="35"/>καὶ τῇ ἀρετῇ ὑπερέχηται· εἰ δὲ μή, οὐκ ἰσάζει ἀνάλογον ὑπερεχόμενος. οὐ πάνυ δʼ εἰώθασι τοιοῦτοι γίνεσθαι.</p><p rend="align(indent)"><milestone unit="page" resp="Bekker" n="1158b"/><milestone unit="line" resp="Bekker" n="1"/>εἰσὶ δʼ οὖν αἱ εἰρημέναι φιλίαι ἐν ἰσότητι· τὰ γὰρ αὐτὰ γίνεται ἀπʼ ἀμφοῖν καὶ βούλονται ἀλλήλοις, ἢ ἕτερον ἀνθʼ ἑτέρου καταλλάττονται, οἷον ἡδονὴν ἀντʼ ὠφελείας· ὅτι δὲ καὶ ἧττόν εἰσιν αὗται φιλίαι καὶ μένουσιν, εἴρηται. <milestone unit="line" resp="Bekker" n="5"/>δοκοῦσι δὲ <del>καὶ</del> διʼ ὁμοιότητα καὶ ἀνομοιότητα ταὐτοῦ εἶναί τε καὶ οὐκ εἶναι φιλίαι· καθʼ ὁμοιότητα γὰρ τῆς κατʼ ἀρετὴν φαίνονται φιλίαι (ἣ μὲν γὰρ τὸ ἡδὺ ἔχει ἣ δὲ τὸ χρήσιμον, ταῦτα δʼ ὑπάρχει κἀκείνῃ), τῷ δὲ τὴν μὲν ἀδιάβλητον καὶ μόνιμον εἶναι, ταύτας δὲ ταχέως <milestone unit="line" resp="Bekker" n="10"/>μεταπίπτειν ἄλλοις τε διαφέρειν πολλοῖς, οὐ φαίνονται φιλίαι, διʼ ἀνομοιότητα ἐκείνης.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:8" n="7"><p>ἕτερον δʼ ἐστὶ φιλίας εἶδος τὸ καθʼ ὑπεροχήν, οἷον πατρὶ πρὸς υἱὸν καὶ ὅλως πρεσβυτέρῳ πρὸς νεώτερον, ἀνδρί τε πρὸς γυναῖκα καὶ παντὶ ἄρχοντι πρὸς ἀρχόμενον. διαφέρουσι δʼ αὗται καὶ ἀλλήλων· <milestone unit="line" resp="Bekker" n="15"/>οὐ γὰρ ἡ αὐτὴ γονεῦσι πρὸς τέκνα καὶ ἄρχουσι πρὸς ἀρχομένους, ἀλλʼ οὐδὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα, οὐδʼ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα. ἑτέρα γὰρ ἑκάστου τούτων ἀρετὴ καὶ τὸ ἔργον, ἕτερα δὲ καὶ διʼ ἃ φιλοῦσιν· ἕτεραι οὖν καὶ αἱ φιλήσεις καὶ αἱ φιλίαι. <milestone unit="line" resp="Bekker" n="20"/>ταὐτὰ μὲν δὴ οὔτε γίνεται ἑκατέρῳ παρὰ θατέρου οὔτε δεῖ ζητεῖν· ὅταν δὲ γονεῦσι μὲν τέκνα ἀπονέμῃ ἃ δεῖ τοῖς γεννήσασι, γονεῖς δὲ <del>υἱέσιν</del> ἃ δεῖ τοῖς τέκνοις, μόνιμος ἡ τῶν τοιούτων καὶ ἐπιεικὴς ἔσται φιλία. ἀνάλογον δʼ ἐν πάσαις ταῖς καθʼ ὑπεροχὴν οὔσαις φιλίαις καὶ τὴν φίλησιν <milestone unit="line" resp="Bekker" n="25"/>δεῖ γίνεσθαι, οἷον τὸν ἀμείνω μᾶλλον φιλεῖσθαι ἢ φιλεῖν, καὶ τὸν ὠφελιμώτερον, καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως· ὅταν γὰρ κατʼ ἀξίαν ἡ φίλησις γίνηται, τότε γίνεταί πως ἰσότης, ὃ δὴ τῆς φιλίας εἶναι δοκεῖ. </p><p rend="align(indent)">οὐχ ὁμοίως δὲ τὸ ἴσον ἔν τε τοῖς δικαίοις καὶ ἐν τῇ <milestone unit="line" resp="Bekker" n="30"/>φιλίᾳ φαίνεται ἔχειν· ἔστι γὰρ ἐν μὲν τοῖς δικαίοις ἴσον πρώτως τὸ κατʼ ἀξίαν, τὸ δὲ κατὰ ποσὸν δευτέρως, ἐν δὲ τῇ φιλίᾳ τὸ μὲν κατὰ ποσὸν πρώτως, τὸ δὲ κατʼ ἀξίαν δευτέρως. δῆλον δʼ, ἂν πολὺ διάστημα γένηται ἀρετῆς ἢ κακίας ἢ εὐπορίας ἤ τινος ἄλλου· οὐ γὰρ ἔτι φίλοι εἰσὶν <milestone unit="line" resp="Bekker" n="35"/>ἀλλʼ οὐδʼ ἀξιοῦσιν. ἐμφανέστατον δὲ τοῦτʼ ἐπὶ τῶν θεῶν· πλεῖστον γὰρ οὗτοι πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχουσιν. <milestone unit="page" resp="Bekker" n="1159a"/> <milestone unit="line" resp="Bekker" n="1"/>δῆλον δὲ καὶ ἐπὶ τῶν βασιλέων· οὐδὲ γὰρ τούτοις ἀξιοῦσιν εἶναι φίλοι οἱ πολὺ καταδεέστεροι, οὐδὲ τοῖς ἀρίστοις ἢ σοφωτάτοις οἱ μηδενὸς ἄξιοι. ἀκριβὴς μὲν οὖν ἐν τοῖς τοιούτοις οὐκ ἔστιν ὁρισμός, ἕως τίνος οἱ φίλοι· πολλῶν γὰρ ἀφαιρουμένων ἔτι <milestone unit="line" resp="Bekker" n="5"/>μένει, πολὺ δὲ χωρισθέντος, οἷον τοῦ θεοῦ, οὐκέτι. ὅθεν καὶ ἀπορεῖται, μή ποτʼ οὐ βούλονται οἱ φίλοι τοῖς φίλοις τὰ μέγιστα τῶν ἀγαθῶν, οἷον θεοὺς εἶναι· οὐ γὰρ ἔτι φίλοι ἔσονται αὐτοῖς, οὐδὲ δὴ ἀγαθά· οἱ γὰρ φίλοι ἀγαθά. εἰ δὴ καλῶς εἴρηται ὅτι ὁ φίλος τῷ φίλῳ βούλεται τἀγαθὰ <milestone unit="line" resp="Bekker" n="10"/>ἐκείνου ἕνεκα, μένειν ἂν δέοι οἷός ποτʼ ἐστὶν ἐκεῖνος· ἀνθρώπῳ δὴ ὄντι βουλήσεται τὰ μέγιστα ἀγαθά. ἴσως δʼ οὐ πάντα· αὑτῷ γὰρ μάλισθʼ ἕκαστος βούλεται τἀγαθά.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:8" n="8"><p>οἱ πολλοὶ δὲ δοκοῦσι διὰ φιλοτιμίαν βούλεσθαι φιλεῖσθαι μᾶλλον ἢ φιλεῖν· διὸ φιλοκόλακες οἱ πολλοί· ὑπερεχόμενος γὰρ <milestone unit="line" resp="Bekker" n="15"/>φίλος ὁ κόλαξ, ἢ προσποιεῖται τοιοῦτος καὶ μᾶλλον φιλεῖν ἢ φιλεῖσθαι· τὸ δὲ φιλεῖσθαι ἐγγὺς εἶναι δοκεῖ τοῦ τιμᾶσθαι, οὗ δὴ οἱ πολλοὶ ἐφίενται. οὐ διʼ αὑτὸ δʼ ἐοίκασιν αἱρεῖσθαι τὴν τιμήν, ἀλλὰ κατὰ συμβεβηκός· χαίρουσι γὰρ οἱ μὲν πολλοὶ ὑπὸ τῶν ἐν ταῖς ἐξουσίαις τιμώμενοι <milestone unit="line" resp="Bekker" n="20"/>διὰ τὴν ἐλπίδα (οἴονται γὰρ τεύξεσθαι παρʼ αὐτῶν, ἄν του δέωνται· ὡς δὴ σημείῳ τῆς εὐπαθείας χαίρουσι τῇ τιμῇ)· οἱ δʼ ὑπὸ τῶν ἐπιεικῶν καὶ εἰδότων ὀρεγόμενοι τιμῆς βεβαιῶσαι τὴν οἰκείαν δόξαν ἐφίενται περὶ αὑτῶν· χαίρουσι δή, ὅτι εἰσὶν ἀγαθοὶ πιστεύοντες τῇ τῶν λεγόντων κρίσει. <milestone unit="line" resp="Bekker" n="25"/>τῷ φιλεῖσθαι δὲ καθʼ αὑτὸ χαίρουσιν· διὸ δόξειεν ἂν κρεῖττον εἶναι τοῦ τιμᾶσθαι, καὶ ἡ φιλία καθʼ αὑτὴν αἱρετὴ εἶναι. δοκεῖ δʼ ἐν τῷ φιλεῖν μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι εἶναι. σημεῖον δʼ αἱ μητέρες τῷ φιλεῖν χαίρουσαι· ἔνιαι γὰρ διδόασι τὰ ἑαυτῶν τρέφεσθαι, καὶ φιλοῦσι μὲν εἰδυῖαι, <milestone unit="line" resp="Bekker" n="30"/>ἀντιφιλεῖσθαι δʼ οὐ ζητοῦσιν, ἐὰν ἀμφότερα μὴ ἐνδέχηται, ἀλλʼ ἱκανὸν αὐταῖς ἔοικεν εἶναι ἐὰν ὁρῶσιν εὖ πράττοντας, καὶ αὐταὶ φιλοῦσιν αὐτοὺς κἂν ἐκεῖνοι μηδὲν ὧν μητρὶ προσήκει ἀπονέμωσι διὰ τὴν ἄγνοιαν. μᾶλλον δὲ τῆς φιλίας οὔσης ἐν τῷ φιλεῖν, καὶ τῶν φιλοφίλων ἐπαινουμένων, φίλων <milestone unit="line" resp="Bekker" n="35"/>ἀρετὴ τὸ φιλεῖν ἔοικεν, ὥστʼ ἐν οἷς τοῦτο γίνεται κατʼ ἀξίαν, <milestone unit="page" resp="Bekker" n="1159b"/><milestone unit="line" resp="Bekker" n="1"/>οὗτοι μόνιμοι φίλοι καὶ ἡ τούτων φιλία. οὕτω δʼ ἂν καὶ οἱ ἄνισοι μάλιστʼ εἶεν φίλοι· ἰσάζοιντο γὰρ ἄν. ἡ δʼ ἰσότης καὶ ὁμοιότης φιλότης, καὶ μάλιστα μὲν ἡ τῶν κατʼ ἀρετὴν ὁμοιότης· μόνιμοι γὰρ ὄντες καθʼ αὑτοὺς καὶ πρὸς ἀλλήλους <milestone unit="line" resp="Bekker" n="5"/>μένουσι, καὶ οὔτε δέονται φαύλων οὔθʼ ὑπηρετοῦσι τοιαῦτα, ἀλλʼ ὡς εἰπεῖν καὶ διακωλύουσιν· τῶν ἀγαθῶν γὰρ μήτʼ αὐτοὺς ἁμαρτάνειν μήτε τοῖς φίλοις ἐπιτρέπειν. οἱ δὲ μοχθηροὶ τὸ μὲν βέβαιον οὐκ ἔχουσιν· οὐδὲ γὰρ αὑτοῖς διαμένουσιν ὅμοιοι ὄντες· ἐπʼ ὀλίγον δὲ χρόνον γίνονται φίλοι, <milestone unit="line" resp="Bekker" n="10"/>χαίροντες τῇ ἀλλήλων μοχθηρίᾳ. οἱ χρήσιμοι δὲ καὶ ἡδεῖς ἐπὶ πλεῖον διαμένουσιν· ἕως γὰρ ἂν πορίζωσιν ἡδονὰς ἢ ὠφελείας ἀλλήλοις. ἐξ ἐναντίων δὲ μάλιστα μὲν δοκεῖ ἡ διὰ τὸ χρήσιμον γίνεσθαι φιλία, οἷον πένης πλουσίῳ, ἀμαθὴς εἰδότι· οὗ γὰρ τυγχάνει τις ἐνδεὴς ὤν, τούτου ἐφιέμενος ἀντιδωρεῖται <milestone unit="line" resp="Bekker" n="15"/>ἄλλο. ἐνταῦθα δʼ ἄν τις ἕλκοι καὶ ἐραστὴν καὶ ἐρώμενον, καὶ καλὸν καὶ αἰσχρόν. διὸ φαίνονται καὶ οἱ ἐρασταὶ γελοῖοι ἐνίοτε, ἀξιοῦντες φιλεῖσθαι ὡς φιλοῦσιν· ὁμοίως δὴ φιλητοὺς ὄντας ἴσως ἀξιωτέον, μηδὲν δὲ τοιοῦτον ἔχοντας γελοῖον. ἴσως δὲ οὐδʼ ἐφίεται τὸ ἐναντίον τοῦ ἐναντίου <milestone unit="line" resp="Bekker" n="20"/>καθʼ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός, ἡ δʼ ὄρεξις τοῦ μέσου ἐστίν· τοῦτο γὰρ ἀγαθόν, οἷον τῷ ξηρῷ οὐχ ὑγρῷ γενέσθαι ἀλλʼ ἐπὶ τὸ μέσον ἐλθεῖν, καὶ τῷ θερμῷ καὶ τοῖς ἄλλοις ὁμοίως. ταῦτα μὲν οὖν ἀφείσθω· καὶ γάρ ἐστιν ἀλλοτριώτερα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:8" n="9"><p rend="align(indent)"><milestone unit="line" resp="Bekker" n="25"/>ἔοικε δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, περὶ ταὐτὰ καὶ ἐν τοῖς αὐτοῖς εἶναι ἥ τε φιλία καὶ τὸ δίκαιον. ἐν ἁπάσῃ γὰρ κοινωνίᾳ δοκεῖ τι δίκαιον εἶναι, καὶ φιλία δέ· προσαγορεύουσι γοῦν ὡς φίλους τοὺς σύμπλους καὶ τοὺς συστρατιώτας, ὁμοίως δὲ καὶ τοὺς ἐν ταῖς ἄλλαις κοινωνίαις. καθʼ <milestone unit="line" resp="Bekker" n="30"/>ὅσον δὲ κοινωνοῦσιν, ἐπὶ τοσοῦτόν ἐστι φιλία· καὶ γὰρ τὸ δίκαιον. καὶ ἡ παροιμία <quote>κοινὰ τὰ φίλων,</quote> ὀρθῶς· ἐν κοινωνίᾳ γὰρ ἡ φιλία. ἔστι δʼ ἀδελφοῖς μὲν καὶ ἑταίροις πάντα κοινά, τοῖς δʼ ἄλλοις ἀφωρισμένα, καὶ τοῖς μὲν πλείω τοῖς δʼ ἐλάττω· καὶ γὰρ τῶν φιλιῶν αἳ μὲν μᾶλλον <milestone unit="line" resp="Bekker" n="35"/>αἳ δʼ ἧττον. διαφέρει δὲ καὶ τὰ δίκαια· <milestone unit="page" resp="Bekker" n="1160a"/><milestone unit="line" resp="Bekker" n="1"/>οὐ γὰρ ταὐτὰ γονεῦσι πρὸς τέκνα καὶ ἀδελφοῖς πρὸς ἀλλήλους, οὐδʼ ἑταίροις καὶ πολίταις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φιλιῶν. ἕτερα δὴ καὶ τὰ ἄδικα πρὸς ἑκάστους τούτων, καὶ αὔξησιν λαμβάνει τῷ μᾶλλον πρὸς φίλους εἶναι, οἷον χρήματα <milestone unit="line" resp="Bekker" n="5"/>ἀποστερῆσαι ἑταῖρον δεινότερον ἢ πολίτην, καὶ μὴ βοηθῆσαι ἀδελφῷ ἢ ὀθνείῳ, καὶ πατάξαι πατέρα ἢ ὁντινοῦν ἄλλον. αὔξεσθαι δὲ πέφυκεν ἅμα τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα καὶ ἐπʼ ἴσον διήκοντα. αἱ δὲ κοινωνίαι πᾶσαι μορίοις ἐοίκασι τῆς πολιτικῆς· συμπορεύονται <milestone unit="line" resp="Bekker" n="10"/>γὰρ ἐπί τινι συμφέροντι, καὶ ποριζόμενοί τι τῶν εἰς τὸν βίον· καὶ ἡ πολιτικὴ δὲ κοινωνία τοῦ συμφέροντος χάριν δοκεῖ καὶ ἐξ ἀρχῆς συνελθεῖν καὶ διαμένειν· τούτου γὰρ καὶ οἱ νομοθέται στοχάζονται, καὶ δίκαιόν φασιν εἶναι τὸ κοινῇ συμφέρον. αἱ μὲν οὖν ἄλλαι κοινωνίαι κατὰ μέρη <milestone unit="line" resp="Bekker" n="15"/>τοῦ συμφέροντος ἐφίενται, οἷον πλωτῆρες μὲν τοῦ κατὰ τὸν πλοῦν πρὸς ἐργασίαν χρημάτων ἤ τι τοιοῦτον, συστρατιῶται δὲ τοῦ κατὰ τὸν πόλεμον, εἴτε χρημάτων εἴτε νίκης ἢ πόλεως ὀρεγόμενοι, ὁμοίως δὲ καὶ φυλέται καὶ δημόται. <del>ἔνιαι δὲ τῶν κοινωνιῶν διʼ ἡδονὴν δοκοῦσι γίνεσθαι, θιασωτῶν <milestone unit="line" resp="Bekker" n="20"/>καὶ ἐρανιστῶν· αὗται γὰρ θυσίας ἕνεκα καὶ συνουσίας.</del> πᾶσαι δʼ αὗται ὑπὸ τὴν πολιτικὴν ἐοίκασιν εἶναι· οὐ γὰρ τοῦ παρόντος συμφέροντος ἡ πολιτικὴ ἐφίεται, ἀλλʼ εἰς ἅπαντα τὸν βίον  <gap reason="lost" rend=" * * "/> θυσίας τε ποιοῦντες καὶ περὶ ταύτας συνόδους, τιμάς <add>τε</add> ἀπονέμοντες τοῖς θεοῖς, καὶ αὑτοῖς ἀναπαύσεις <milestone unit="line" resp="Bekker" n="25"/>πορίζοντες μεθʼ ἡδονῆς. αἱ γὰρ ἀρχαῖαι θυσίαι καὶ σύνοδοι φαίνονται γίνεσθαι μετὰ τὰς τῶν καρπῶν συγκομιδὰς οἷον ἀπαρχαί· μάλιστα γὰρ ἐν τούτοις ἐσχόλαζον τοῖς καιροῖς. πᾶσαι δὴ φαίνονται αἱ κοινωνίαι μόρια τῆς πολιτικῆς εἶναι· ἀκολουθήσουσι δὲ αἱ τοιαῦται φιλίαι ταῖς <milestone unit="line" resp="Bekker" n="30"/>τοιαύταις κοινωνίαις. </p></div></div></div></body></text></TEI>