<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2" n="8"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:8" n="1"><p rend="align(indent)"><milestone unit="page" resp="Bekker" n="1155a"/><milestone unit="line" resp="Bekker" n="3"/>μετὰ δὲ ταῦτα περὶ φιλίας ἕποιτʼ ἂν διελθεῖν· ἔστι γὰρ ἀρετή τις ἢ μετʼ ἀρετῆς, ἔτι δʼ ἀναγκαιότατον εἰς τὸν <milestone unit="line" resp="Bekker" n="5"/>βίον. ἄνευ γὰρ φίλων οὐδεὶς ἕλοιτʼ ἂν ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα· καὶ γὰρ πλουτοῦσι καὶ ἀρχὰς καὶ δυναστείας κεκτημένοις δοκεῖ φίλων μάλιστʼ εἶναι χρεία· τί γὰρ ὄφελος τῆς τοιαύτης εὐετηρίας ἀφαιρεθείσης εὐεργεσίας, ἣ γίγνεται μάλιστα καὶ ἐπαινετωτάτη πρὸς φίλους; ἢ πῶς ἂν τηρηθείη <milestone unit="line" resp="Bekker" n="10"/>καὶ σῴζοιτʼ ἄνευ φίλων; ὅσῳ γὰρ πλείων, τοσούτῳ ἐπισφαλεστέρα. ἐν πενίᾳ τε καὶ ταῖς λοιπαῖς δυστυχίαις μόνην οἴονται καταφυγὴν εἶναι τοὺς φίλους. καὶ νέοις δὲ πρὸς τὸ ἀναμάρτητον καὶ πρεσβυτέροις πρὸς θεραπείαν καὶ τὸ ἐλλεῖπον τῆς πράξεως διʼ ἀσθένειαν βοηθείας, τοῖς τʼ ἐν ἀκμῇ <milestone unit="line" resp="Bekker" n="15"/>πρὸς τὰς καλὰς πράξεις· <quote>σύν τε δύʼ ἐρχομένω·</quote><note resp="Perseus"><bibl xml:lang="eng" n="Hom. Il. 10.224">Hom. Il. 10.224</bibl></note> καὶ γὰρ νοῆσαι καὶ πρᾶξαι δυνατώτεροι. φύσει τʼ ἐνυπάρχειν ἔοικε πρὸς τὸ γεγεννημένον τῷ γεννήσαντι καὶ πρὸς τὸ γεννῆσαν τῷ γεννηθέντι, οὐ μόνον ἐν ἀνθρώποις ἀλλὰ καὶ ἐν ὄρνισι καὶ τοῖς πλείστοις τῶν ζῴων, καὶ τοῖς ὁμοεθνέσι πρὸς ἄλληλα, <milestone unit="line" resp="Bekker" n="20"/>καὶ μάλιστα τοῖς ἀνθρώποις, ὅθεν τοὺς φιλανθρώπους ἐπαινοῦμεν. ἴδοι δʼ ἄν τις καὶ ἐν ταῖς πλάναις ὡς οἰκεῖον ἅπας ἄνθρωπος ἀνθρώπῳ καὶ φίλον. ἔοικε δὲ καὶ τὰς πόλεις συνέχειν ἡ φιλία, καὶ οἱ νομοθέται μᾶλλον περὶ αὐτὴν σπουδάζειν ἢ τὴν δικαιοσύνην· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ <milestone unit="line" resp="Bekker" n="25"/>φιλίᾳ ἔοικεν εἶναι, ταύτης δὲ μάλιστʼ ἐφίενται καὶ τὴν στάσιν ἔχθραν οὖσαν μάλιστα ἐξελαύνουσιν· καὶ φίλων μὲν ὄντων οὐδὲν δεῖ δικαιοσύνης, δίκαιοι δʼ ὄντες προσδέονται φιλίας, καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ. οὐ μόνον δʼ ἀναγκαῖόν ἐστιν ἀλλὰ καὶ καλόν· τοὺς γὰρ φιλοφίλους <milestone unit="line" resp="Bekker" n="30"/>ἐπαινοῦμεν, ἥ τε πολυφιλία δοκεῖ τῶν καλῶν ἕν τι εἶναι· καὶ ἔτι τοὺς αὐτοὺς οἴονται ἄνδρας ἀγαθοὺς εἶναι καὶ φίλους. </p><p rend="align(indent)">διαμφισβητεῖται δὲ περὶ αὐτῆς οὐκ ὀλίγα. οἳ μὲν γὰρ ὁμοιότητά τινα τιθέασιν αὐτὴν καὶ τοὺς ὁμοίους φίλους, ὅθεν τὸν ὅμοιόν φασιν ὡς τὸν ὅμοιον, καὶ κολοιὸν ποτὶ <milestone unit="line" resp="Bekker" n="35"/>κολοιόν, καὶ τὰ τοιαῦτα· οἳ δʼ ἐξ ἐναντίας κεραμεῖς πάντας τοὺς τοιούτους ἀλλήλοις φασὶν εἶναι. <milestone unit="page" resp="Bekker" n="1155b"/><milestone unit="line" resp="Bekker" n="1"/>καὶ περὶ αὐτῶν τούτων ἀνώτερον ἐπιζητοῦσι καὶ φυσικώτερον, Εὐριπίδης μὲν φάσκων ἐρᾶν μὲν ὄμβρου γαῖαν ξηρανθεῖσαν, ἐρᾶν δὲ σεμνὸν οὐρανὸν πληρούμενον ὄμβρου πεσεῖν ἐς γαῖαν, καὶ Ἡράκλειτος τὸ <milestone unit="line" resp="Bekker" n="5"/>ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν καὶ πάντα κατʼ ἔριν γίνεσθαι· ἐξ ἐναντίας δὲ τούτοις ἄλλοι τε καὶ Ἐμπεδοκλῆς· τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου ἐφίεσθαι. τὰ μὲν οὖν φυσικὰ τῶν ἀπορημάτων ἀφείσθω (οὐ γὰρ οἰκεῖα τῆς παρούσης σκέψεως)· ὅσα δʼ ἐστὶν ἀνθρωπικὰ καὶ <milestone unit="line" resp="Bekker" n="10"/>ἀνήκει εἰς τὰ ἤθη καὶ τὰ πάθη, ταῦτʼ ἐπισκεψώμεθα, οἷον πότερον ἐν πᾶσι γίνεται φιλία ἢ οὐχ οἷόν τε μοχθηροὺς ὄντας φίλους εἶναι, καὶ πότερον ἓν εἶδος τῆς φιλίας ἐστὶν ἢ πλείω. οἱ μὲν γὰρ ἓν οἰόμενοι, ὅτι ἐπιδέχεται τὸ μᾶλλον καὶ <del>τὸ</del> ἧττον, οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ· δέχεται γὰρ <milestone unit="line" resp="Bekker" n="15"/>τὸ μᾶλλον καὶ <del>τὸ</del> ἧττον καὶ τὰ ἕτερα τῷ εἴδει. εἴρηται δʼ ὑπὲρ αὐτῶν ἔμπροσθεν. </p></div></div></div></body></text></TEI>