<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2" n="7"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:7" n="14"><p rend="align(indent)">περὶ δὲ δὴ τῶν σωματικῶν ἡδονῶν ἐπισκεπτέον τοῖς λέγουσιν ὅτι ἔνιαί γε ἡδοναὶ αἱρεταὶ σφόδρα, οἷον αἱ καλαί, <milestone unit="line" resp="Bekker" n="10"/>ἀλλʼ οὐχ αἱ σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος. διὰ τί οὖν αἱ ἐναντίαι λῦπαι μοχθηραί; κακῷ γὰρ ἀγαθὸν ἐναντίον. ἢ οὕτως ἀγαθαὶ αἱ ἀναγκαῖαι, ὅτι καὶ τὸ μὴ κακὸν ἀγαθόν ἐστιν; ἢ μέχρι του ἀγαθαί; τῶν μὲν γὰρ ἕξεων καὶ κινήσεων ὅσων μὴ ἔστι τοῦ βελτίονος ὑπερβολή, οὐδὲ τῆς ἡδονῆς· ὅσων <milestone unit="line" resp="Bekker" n="15"/>δʼ ἔστι, καὶ τῆς ἡδονῆς. ἔστιν δὲ τῶν σωματικῶν ἀγαθῶν ὑπερβολή, καὶ ὁ φαῦλος τῷ διώκειν τὴν ὑπερβολήν ἐστιν, ἀλλʼ οὐ τὰς ἀναγκαίας· πάντες γὰρ χαίρουσί πως καὶ ὄψοις καὶ οἴνοις καὶ ἀφροδισίοις, ἀλλʼ οὐχ ὡς δεῖ. ἐναντίως δʼ ἐπὶ τῆς λύπης· οὐ γὰρ τὴν ὑπερβολὴν φεύγει, ἀλλʼ ὅλως· <milestone unit="line" resp="Bekker" n="20"/>οὐ γάρ ἐστι τῇ ὑπερβολῇ λύπη ἐναντία ἀλλʼ ἢ τῷ διώκοντι τὴν ὑπερβολήν. </p><p rend="align(indent)">ἐπεὶ δʼ οὐ μόνον δεῖ τἀληθὲς εἰπεῖν ἀλλὰ καὶ τὸ αἴτιον τοῦ ψεύδους· τοῦτο γὰρ συμβάλλεται πρὸς τὴν πίστιν· ὅταν γὰρ εὔλογον φανῇ τὸ διὰ τί φαίνεται ἀληθὲς οὐκ ὂν <milestone unit="line" resp="Bekker" n="25"/>ἀληθές, πιστεύειν ποιεῖ τῷ ἀληθεῖ μᾶλλον· ὥστε λεκτέον διὰ τί φαίνονται αἱ σωματικαὶ ἡδοναὶ αἱρετώτεραι. πρῶτον μὲν οὖν δὴ ὅτι ἐκκρούει τὴν λύπην· καὶ διὰ τὰς ὑπερβολὰς τῆς λύπης, ὡς οὔσης ἰατρείας, τὴν ἡδονὴν διώκουσι τὴν ὑπερβάλλουσαν καὶ ὅλως τὴν σωματικήν. σφοδραὶ δὲ γίνονται <milestone unit="line" resp="Bekker" n="30"/>αἱ ἰατρεῖαι, διὸ καὶ διώκονται, διὰ τὸ παρὰ τὸ ἐναντίον φαίνεσθαι. καὶ οὐ σπουδαῖον δὴ δοκεῖ ἡ ἡδονὴ διὰ δύο ταῦτα, ὥσπερ εἴρηται, ὅτι αἳ μὲν φαύλης φύσεώς εἰσι πράξεις (ἢ ἐκ γενετῆς, ὥσπερ θηρίου, ἢ διʼ ἔθος, οἷον αἱ τῶν φαύλων ἀνθρώπων), αἳ δʼ ἰατρεῖαι <del>ὅτι</del> ἐνδεοῦς, καὶ ἔχειν βέλτιον ἢ γίνεσθαι· <milestone unit="page" resp="Bekker" n="1154b"/> <milestone unit="line" resp="Bekker" n="1"/>αἳ δὲ συμβαίνουσι τελεουμένων· κατὰ συμβεβηκὸς οὖν σπουδαῖαι. ἔτι διώκονται διὰ τὸ σφοδραὶ εἶναι ὑπὸ τῶν ἄλλαις μὴ δυναμένων χαίρειν· αὐτοὶ γοῦν αὑτοῖς δίψας τινὰς παρασκευάζουσιν. ὅταν μὲν οὖν ἀβλαβεῖς, ἀνεπιτίμητον, <milestone unit="line" resp="Bekker" n="5"/>ὅταν δὲ βλαβεράς, φαῦλον. οὔτε γὰρ ἔχουσιν ἕτερα ἐφʼ οἷς χαίρουσιν, τό τε μηδέτερον πολλοῖς λυπηρὸν διὰ τὴν φύσιν. ἀεὶ γὰρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσιολόγοι μαρτυροῦσι, τὸ ὁρᾶν, τὸ ἀκούειν φάσκοντες εἶναι λυπηρόν· ἀλλʼ ἤδη συνήθεις ἐσμέν, ὡς φασίν. ὁμοίως δʼ ἐν μὲν τῇ <milestone unit="line" resp="Bekker" n="10"/>νεότητι διὰ τὴν αὔξησιν ὥσπερ οἱ οἰνωμένοι διάκεινται, καὶ ἡδὺ ἡ νεότης. οἱ δὲ μελαγχολικοὶ τὴν φύσιν δέονται ἀεὶ ἰατρείας· καὶ γὰρ τὸ σῶμα δακνόμενον διατελεῖ διὰ τὴν κρᾶσιν, καὶ ἀεὶ ἐν ὀρέξει σφοδρᾷ εἰσίν· ἐξελαύνει δὲ ἡδονὴ λύπην ἥ τʼ ἐναντία καὶ ἡ τυχοῦσα, ἐὰν ᾖ ἰσχυρά· καὶ διὰ <milestone unit="line" resp="Bekker" n="15"/>ταῦτα ἀκόλαστοι καὶ φαῦλοι γίνονται. αἱ δʼ ἄνευ λυπῶν οὐκ ἔχουσιν ὑπερβολήν· αὗται δὲ τῶν φύσει ἡδέων καὶ μὴ κατὰ συμβεβηκός. λέγω δὲ κατὰ συμβεβηκὸς ἡδέα τὰ ἰατρεύοντα· ὅτι γὰρ συμβαίνει ἰατρεύεσθαι τοῦ ὑπομένοντος ὑγιοῦς πράττοντός τι, διὰ τοῦτο ἡδὺ δοκεῖ εἶναι· <milestone unit="line" resp="Bekker" n="20"/>φύσει δʼ ἡδέα, ἃ ποιεῖ πρᾶξιν τῆς τοιᾶσδε φύσεως. οὐκ ἀεὶ δʼ οὐθὲν ἡδὺ τὸ αὐτὸ διὰ τὸ μὴ ἁπλῆν ἡμῶν εἶναι τὴν φύσιν, ἀλλʼ ἐνεῖναί τι καὶ ἕτερον, καθὸ φθαρτοί, ὥστε ἄν τι θάτερον πράττῃ, τοῦτο τῇ ἑτέρᾳ φύσει παρὰ φύσιν, ὅταν δʼ ἰσάζῃ, οὔτε λυπηρὸν δοκεῖ οὔθʼ ἡδὺ τὸ πραττόμενον· ἐπεὶ <milestone unit="line" resp="Bekker" n="25"/>εἴ του ἡ φύσις ἁπλῆ εἴη, ἀεὶ ἡ αὐτὴ πρᾶξις ἡδίστη ἔσται. διὸ ὁ θεὸς ἀεὶ μίαν καὶ ἁπλῆν χαίρει ἡδονήν· οὐ γὰρ μόνον κινήσεώς ἐστιν ἐνέργεια ἀλλὰ καὶ ἀκινησίας, καὶ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει. μεταβολὴ δὲ πάντων γλυκύ, κατὰ τὸν ποιητήν, διὰ πονηρίαν τινά· ὥσπερ γὰρ <milestone unit="line" resp="Bekker" n="30"/>ἄνθρωπος εὐμετάβολος ὁ πονηρός, καὶ ἡ φύσις ἡ δεομένη μεταβολῆς· οὐ γὰρ ἁπλῆ οὐδʼ ἐπιεικής. </p><p rend="align(indent)">περὶ μὲν οὖν ἐγκρατείας καὶ ἀκρασίας καὶ περὶ ἡδονῆς καὶ λύπης εἴρηται, καὶ τί ἕκαστον καὶ πῶς τὰ μὲν ἀγαθὰ αὐτῶν ἐστὶ τὰ δὲ κακά· λοιπὸν δὲ καὶ περὶ φιλίας ἐροῦμεν.</p></div></div><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2" n="8"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:8" n="1"><p rend="align(indent)"><milestone unit="page" resp="Bekker" n="1155a"/><milestone unit="line" resp="Bekker" n="3"/>μετὰ δὲ ταῦτα περὶ φιλίας ἕποιτʼ ἂν διελθεῖν· ἔστι γὰρ ἀρετή τις ἢ μετʼ ἀρετῆς, ἔτι δʼ ἀναγκαιότατον εἰς τὸν <milestone unit="line" resp="Bekker" n="5"/>βίον. ἄνευ γὰρ φίλων οὐδεὶς ἕλοιτʼ ἂν ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα· καὶ γὰρ πλουτοῦσι καὶ ἀρχὰς καὶ δυναστείας κεκτημένοις δοκεῖ φίλων μάλιστʼ εἶναι χρεία· τί γὰρ ὄφελος τῆς τοιαύτης εὐετηρίας ἀφαιρεθείσης εὐεργεσίας, ἣ γίγνεται μάλιστα καὶ ἐπαινετωτάτη πρὸς φίλους; ἢ πῶς ἂν τηρηθείη <milestone unit="line" resp="Bekker" n="10"/>καὶ σῴζοιτʼ ἄνευ φίλων; ὅσῳ γὰρ πλείων, τοσούτῳ ἐπισφαλεστέρα. ἐν πενίᾳ τε καὶ ταῖς λοιπαῖς δυστυχίαις μόνην οἴονται καταφυγὴν εἶναι τοὺς φίλους. καὶ νέοις δὲ πρὸς τὸ ἀναμάρτητον καὶ πρεσβυτέροις πρὸς θεραπείαν καὶ τὸ ἐλλεῖπον τῆς πράξεως διʼ ἀσθένειαν βοηθείας, τοῖς τʼ ἐν ἀκμῇ <milestone unit="line" resp="Bekker" n="15"/>πρὸς τὰς καλὰς πράξεις· <quote>σύν τε δύʼ ἐρχομένω·</quote><note resp="Perseus"><bibl xml:lang="eng" n="Hom. Il. 10.224">Hom. Il. 10.224</bibl></note> καὶ γὰρ νοῆσαι καὶ πρᾶξαι δυνατώτεροι. φύσει τʼ ἐνυπάρχειν ἔοικε πρὸς τὸ γεγεννημένον τῷ γεννήσαντι καὶ πρὸς τὸ γεννῆσαν τῷ γεννηθέντι, οὐ μόνον ἐν ἀνθρώποις ἀλλὰ καὶ ἐν ὄρνισι καὶ τοῖς πλείστοις τῶν ζῴων, καὶ τοῖς ὁμοεθνέσι πρὸς ἄλληλα, <milestone unit="line" resp="Bekker" n="20"/>καὶ μάλιστα τοῖς ἀνθρώποις, ὅθεν τοὺς φιλανθρώπους ἐπαινοῦμεν. ἴδοι δʼ ἄν τις καὶ ἐν ταῖς πλάναις ὡς οἰκεῖον ἅπας ἄνθρωπος ἀνθρώπῳ καὶ φίλον. ἔοικε δὲ καὶ τὰς πόλεις συνέχειν ἡ φιλία, καὶ οἱ νομοθέται μᾶλλον περὶ αὐτὴν σπουδάζειν ἢ τὴν δικαιοσύνην· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ <milestone unit="line" resp="Bekker" n="25"/>φιλίᾳ ἔοικεν εἶναι, ταύτης δὲ μάλιστʼ ἐφίενται καὶ τὴν στάσιν ἔχθραν οὖσαν μάλιστα ἐξελαύνουσιν· καὶ φίλων μὲν ὄντων οὐδὲν δεῖ δικαιοσύνης, δίκαιοι δʼ ὄντες προσδέονται φιλίας, καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ. οὐ μόνον δʼ ἀναγκαῖόν ἐστιν ἀλλὰ καὶ καλόν· τοὺς γὰρ φιλοφίλους <milestone unit="line" resp="Bekker" n="30"/>ἐπαινοῦμεν, ἥ τε πολυφιλία δοκεῖ τῶν καλῶν ἕν τι εἶναι· καὶ ἔτι τοὺς αὐτοὺς οἴονται ἄνδρας ἀγαθοὺς εἶναι καὶ φίλους. </p><p rend="align(indent)">διαμφισβητεῖται δὲ περὶ αὐτῆς οὐκ ὀλίγα. οἳ μὲν γὰρ ὁμοιότητά τινα τιθέασιν αὐτὴν καὶ τοὺς ὁμοίους φίλους, ὅθεν τὸν ὅμοιόν φασιν ὡς τὸν ὅμοιον, καὶ κολοιὸν ποτὶ <milestone unit="line" resp="Bekker" n="35"/>κολοιόν, καὶ τὰ τοιαῦτα· οἳ δʼ ἐξ ἐναντίας κεραμεῖς πάντας τοὺς τοιούτους ἀλλήλοις φασὶν εἶναι. <milestone unit="page" resp="Bekker" n="1155b"/><milestone unit="line" resp="Bekker" n="1"/>καὶ περὶ αὐτῶν τούτων ἀνώτερον ἐπιζητοῦσι καὶ φυσικώτερον, Εὐριπίδης μὲν φάσκων ἐρᾶν μὲν ὄμβρου γαῖαν ξηρανθεῖσαν, ἐρᾶν δὲ σεμνὸν οὐρανὸν πληρούμενον ὄμβρου πεσεῖν ἐς γαῖαν, καὶ Ἡράκλειτος τὸ <milestone unit="line" resp="Bekker" n="5"/>ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν καὶ πάντα κατʼ ἔριν γίνεσθαι· ἐξ ἐναντίας δὲ τούτοις ἄλλοι τε καὶ Ἐμπεδοκλῆς· τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου ἐφίεσθαι. τὰ μὲν οὖν φυσικὰ τῶν ἀπορημάτων ἀφείσθω (οὐ γὰρ οἰκεῖα τῆς παρούσης σκέψεως)· ὅσα δʼ ἐστὶν ἀνθρωπικὰ καὶ <milestone unit="line" resp="Bekker" n="10"/>ἀνήκει εἰς τὰ ἤθη καὶ τὰ πάθη, ταῦτʼ ἐπισκεψώμεθα, οἷον πότερον ἐν πᾶσι γίνεται φιλία ἢ οὐχ οἷόν τε μοχθηροὺς ὄντας φίλους εἶναι, καὶ πότερον ἓν εἶδος τῆς φιλίας ἐστὶν ἢ πλείω. οἱ μὲν γὰρ ἓν οἰόμενοι, ὅτι ἐπιδέχεται τὸ μᾶλλον καὶ <del>τὸ</del> ἧττον, οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ· δέχεται γὰρ <milestone unit="line" resp="Bekker" n="15"/>τὸ μᾶλλον καὶ <del>τὸ</del> ἧττον καὶ τὰ ἕτερα τῷ εἴδει. εἴρηται δʼ ὑπὲρ αὐτῶν ἔμπροσθεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:8" n="2"><p rend="align(indent)">τάχα δʼ ἂν γένοιτο περὶ αὐτῶν φανερὸν γνωρισθέντος τοῦ φιλητοῦ. δοκεῖ γὰρ οὐ πᾶν φιλεῖσθαι ἀλλὰ τὸ φιλητόν, τοῦτο δʼ εἶναι ἀγαθὸν ἢ ἡδὺ ἢ χρήσιμον· δόξειε δʼ ἂν χρήσιμον <milestone unit="line" resp="Bekker" n="20"/>εἶναι διʼ οὗ γίνεται ἀγαθόν τι ἢ ἡδονή, ὥστε φιλητὰ ἂν εἴη τἀγαθόν τε καὶ τὸ ἡδὺ ὡς τέλη. πότερον οὖν τἀγαθὸν φιλοῦσιν ἢ τὸ αὑτοῖς ἀγαθόν; διαφωνεῖ γὰρ ἐνίοτε ταῦτα. ὁμοίως δὲ καὶ περὶ τὸ ἡδύ. δοκεῖ δὲ τὸ αὑτῷ ἀγαθὸν φιλεῖν ἕκαστος, καὶ εἶναι ἁπλῶς μὲν τἀγαθὸν φιλητόν, ἑκάστῳ <milestone unit="line" resp="Bekker" n="25"/>δὲ τὸ ἑκάστῳ· φιλεῖ δʼ ἕκαστος οὐ τὸ ὂν αὑτῷ ἀγαθὸν ἀλλὰ τὸ φαινόμενον. διοίσει δʼ οὐδέν· ἔσται γὰρ τὸ φιλητὸν φαινόμενον. τριῶν δʼ ὄντων διʼ ἃ φιλοῦσιν, ἐπὶ μὲν τῇ τῶν ἀψύχων φιλήσει οὐ λέγεται φιλία· οὐ γάρ ἐστιν ἀντιφίλησις, οὐδὲ βούλησις ἐκείνῳ ἀγαθοῦ (γελοῖον γὰρ ἴσως τῷ οἴνῳ βούλεσθαι <milestone unit="line" resp="Bekker" n="30"/>τἀγαθά, ἀλλʼ εἴπερ, σῴζεσθαι βούλεται αὐτόν, ἵνα αὐτὸς ἔχῃ)· τῷ δὲ φίλῳ φασὶ δεῖν βούλεσθαι τἀγαθὰ ἐκείνου ἕνεκα. τοὺς δὲ βουλομένους οὕτω τἀγαθὰ εὔνους λέγουσιν, ἂν μὴ ταὐτὸ καὶ παρʼ ἐκείνου γίνηται· εὔνοιαν γὰρ ἐν ἀντιπεπονθόσι φιλίαν εἶναι. ἢ προσθετέον μὴ λανθάνουσαν; πολλοὶ γάρ <milestone unit="line" resp="Bekker" n="35"/>εἰσιν εὖνοι οἷς οὐχ ἑωράκασιν, ὑπολαμβάνουσι δὲ ἐπιεικεῖς εἶναι ἢ χρησίμους· <milestone unit="page" resp="Bekker" n="1156a"/><milestone unit="line" resp="Bekker" n="1"/>τοῦτο δὲ τὸ αὐτὸ κἂν ἐκείνων τις πάθοι πρὸς τοῦτον. εὖνοι μὲν οὖν οὗτοι φαίνονται ἀλλήλοις· φίλους δὲ πῶς ἄν τις εἴποι λανθάνοντας ὡς ἔχουσιν ἑαυτοῖς; δεῖ ἄρα εὐνοεῖν ἀλλήλοις καὶ βούλεσθαι τἀγαθὰ μὴ λανθάνοντας <milestone unit="line" resp="Bekker" n="5"/>διʼ ἕν τι τῶν εἰρημένων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:8" n="3"><p rend="align(indent)">διαφέρει δὲ ταῦτα ἀλλήλων εἴδει· καὶ αἱ φιλήσεις ἄρα καὶ αἱ φιλίαι. τρία δὴ τὰ τῆς φιλίας εἴδη, ἰσάριθμα τοῖς φιλητοῖς· καθʼ ἕκαστον γάρ ἐστιν ἀντιφίλησις οὐ λανθάνουσα, οἱ δὲ φιλοῦντες ἀλλήλους βούλονται τἀγαθὰ ἀλλήλοις <milestone unit="line" resp="Bekker" n="10"/>ταύτῃ ᾗ φιλοῦσιν. οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐ καθʼ αὑτοὺς φιλοῦσιν, ἀλλʼ ᾗ γίνεταί τι αὐτοῖς παρʼ ἀλλήλων ἀγαθόν. ὁμοίως δὲ καὶ οἱ διʼ ἡδονήν· οὐ γὰρ τῷ ποιούς τινας εἶναι ἀγαπῶσι τοὺς εὐτραπέλους, ἀλλʼ ὅτι ἡδεῖς αὑτοῖς. οἵ τε δὴ διὰ τὸ χρήσιμον φιλοῦντες διὰ τὸ αὑτοῖς <milestone unit="line" resp="Bekker" n="15"/>ἀγαθὸν στέργουσι, καὶ οἱ διʼ ἡδονὴν διὰ τὸ αὑτοῖς ἡδύ, καὶ οὐχ ᾗ ὁ φιλούμενός ἐστιν, ἀλλʼ ᾗ χρήσιμος ἢ ἡδύς. κατὰ συμβεβηκός τε δὴ αἱ φιλίαι αὗταί εἰσιν· οὐ γὰρ ᾗ ἐστὶν ὅσπερ ἐστὶν ὁ φιλούμενος, ταύτῃ φιλεῖται, ἀλλʼ ᾗ πορίζουσιν οἳ μὲν ἀγαθόν τι οἳ δʼ ἡδονήν. εὐδιάλυτοι δὴ αἱ τοιαῦταί <milestone unit="line" resp="Bekker" n="20"/>εἰσι, μὴ διαμενόντων αὐτῶν ὁμοίων· ἐὰν γὰρ μηκέτι ἡδεῖς ἢ χρήσιμοι ὦσι, παύονται φιλοῦντες. τὸ δὲ χρήσιμον οὐ διαμένει, ἀλλʼ ἄλλοτε ἄλλο γίνεται. ἀπολυθέντος οὖν διʼ ὃ φίλοι ἦσαν, διαλύεται καὶ ἡ φιλία, ὡς οὔσης τῆς φιλίας πρὸς ἐκεῖνα. μάλιστα δʼ ἐν τοῖς πρεσβύταις ἡ τοιαύτη δοκεῖ <milestone unit="line" resp="Bekker" n="25"/>φιλία γίνεσθαι (οὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι διώκουσιν ἀλλὰ τὸ ὠφέλιμον), καὶ τῶν ἐν ἀκμῇ καὶ νέων ὅσοι τὸ συμφέρον διώκουσιν. οὐ πάνυ δʼ οἱ τοιοῦτοι οὐδὲ συζῶσι μετʼ ἀλλήλων· ἐνίοτε γὰρ οὐδʼ εἰσὶν ἡδεῖς· οὐδὲ δὴ προσδέονται τῆς τοιαύτης ὁμιλίας, ἐὰν μὴ ὠφέλιμοι ὦσιν· ἐπὶ τοσοῦτον <milestone unit="line" resp="Bekker" n="30"/>γάρ εἰσιν ἡδεῖς ἐφʼ ὅσον ἐλπίδας ἔχουσιν ἀγαθοῦ. εἰς ταύτας δὲ καὶ τὴν ξενικὴν τιθέασιν. ἡ δὲ τῶν νέων φιλία διʼ ἡδονὴν εἶναι δοκεῖ· κατὰ πάθος γὰρ οὗτοι ζῶσι, καὶ μάλιστα διώκουσι τὸ ἡδὺ αὑτοῖς καὶ τὸ παρόν· τῆς ἡλικίας δὲ μεταπιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα. διὸ ταχέως γίνονται <milestone unit="line" resp="Bekker" n="35"/>φίλοι καὶ παύονται· ἅμα γὰρ τῷ ἡδεῖ ἡ φιλία μεταπίπτει, <milestone unit="page" resp="Bekker" n="1156b"/><milestone unit="line" resp="Bekker" n="1"/>τῆς δὲ τοιαύτης ἡδονῆς ταχεῖα ἡ μεταβολή. καὶ ἐρωτικοὶ δʼ οἱ νέοι· κατὰ πάθος γὰρ καὶ διʼ ἡδονὴν τὸ πολὺ τῆς ἐρωτικῆς· διόπερ φιλοῦσι καὶ ταχέως παύονται, πολλάκις τῆς αὐτῆς ἡμέρας μεταπίπτοντες. συνημερεύειν δὲ καὶ <milestone unit="line" resp="Bekker" n="5"/>συζῆν οὗτοι βούλονται· γίνεται γὰρ αὐτοῖς τὸ κατὰ τὴν φιλίαν οὕτως. </p><p rend="align(indent)">τελεία δʼ ἐστὶν ἡ τῶν ἀγαθῶν φιλία καὶ κατʼ ἀρετὴν ὁμοίων· οὗτοι γὰρ τἀγαθὰ ὁμοίως βούλονται ἀλλήλοις ᾗ ἀγαθοί, ἀγαθοὶ δʼ εἰσὶ καθʼ αὑτούς. οἱ δὲ βουλόμενοι τἀγαθὰ <milestone unit="line" resp="Bekker" n="10"/>τοῖς φίλοις ἐκείνων ἕνεκα μάλιστα φίλοι· διʼ αὑτοὺς γὰρ οὕτως ἔχουσι, καὶ οὐ κατὰ συμβεβηκός· διαμένει οὖν ἡ τούτων φιλία ἕως ἂν ἀγαθοὶ ὦσιν, ἡ δʼ ἀρετὴ μόνιμον. καὶ ἔστιν ἑκάτερος ἁπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ· οἱ γὰρ ἀγαθοὶ καὶ ἁπλῶς ἀγαθοὶ καὶ ἀλλήλοις ὠφέλιμοι. ὁμοίως δὲ καὶ <milestone unit="line" resp="Bekker" n="15"/>ἡδεῖς· καὶ γὰρ ἁπλῶς οἱ ἀγαθοὶ ἡδεῖς καὶ ἀλλήλοις· ἑκάστῳ γὰρ καθʼ ἡδονήν εἰσιν αἱ οἰκεῖαι πράξεις καὶ αἱ τοιαῦται, τῶν ἀγαθῶν δὲ αἱ αὐταὶ ἢ ὅμοιαι. ἡ τοιαύτη δὲ φιλία μόνιμος εὐλόγως ἐστίν· συνάπτει γὰρ ἐν αὐτῇ πάνθʼ ὅσα τοῖς φίλοις δεῖ ὑπάρχειν. πᾶσα γὰρ φιλία διʼ ἀγαθόν ἐστιν <milestone unit="line" resp="Bekker" n="20"/>ἢ διʼ ἡδονήν, ἢ ἁπλῶς ἢ τῷ φιλοῦντι, καὶ καθʼ ὁμοιότητά τινα· ταύτῃ δὲ πάνθʼ ὑπάρχει τὰ εἰρημένα καθʼ αὑτούς· †ταύτῃ γὰρ ὅμοια† καὶ τὰ λοιπά, τό τε ἁπλῶς ἀγαθὸν καὶ ἡδὺ ἁπλῶς ἐστίν, μάλιστα δὲ ταῦτα φιλητά· καὶ τὸ φιλεῖν δὴ καὶ ἡ φιλία ἐν τούτοις μάλιστα καὶ ἀρίστη. σπανίας δʼ <milestone unit="line" resp="Bekker" n="25"/>εἰκὸς τὰς τοιαύτας εἶναι· ὀλίγοι γὰρ οἱ τοιοῦτοι. ἔτι δὲ προσδεῖται χρόνου καὶ συνηθείας· κατὰ τὴν παροιμίαν γὰρ οὐκ ἔστιν εἰδῆσαι ἀλλήλους πρὶν τοὺς λεγομένους ἅλας συναναλῶσαι· οὐδʼ ἀποδέξασθαι δὴ πρότερον οὐδʼ εἶναι φίλους, πρὶν ἂν ἑκάτερος ἑκατέρῳ φανῇ φιλητὸς καὶ πιστευθῇ. οἱ δὲ ταχέως <milestone unit="line" resp="Bekker" n="30"/>τὰ φιλικὰ πρὸς ἀλλήλους ποιοῦντες βούλονται μὲν φίλοι εἶναι, οὐκ εἰσὶ δέ, εἰ μὴ καὶ φιλητοί, καὶ τοῦτʼ ἴσασιν· βούλησις μὲν γὰρ ταχεῖα φιλίας γίνεται, φιλία δʼ οὔ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:8" n="4"><p rend="align(indent)">αὕτη μὲν οὖν καὶ κατὰ τὸν χρόνον καὶ κατὰ τὰ λοιπὰ τελεία ἐστί, καὶ κατὰ πάντα ταὐτὰ γίνεται καὶ ὅμοια ἑκατέρῳ <milestone unit="line" resp="Bekker" n="35"/>παρʼ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν. <milestone unit="page" resp="Bekker" n="1157a"/><milestone unit="line" resp="Bekker" n="1"/>ἡ δὲ διὰ τὸ ἡδὺ ὁμοίωμα ταύτης ἔχει· καὶ γὰρ οἱ ἀγαθοὶ ἡδεῖς ἀλλήλοις. ὁμοίως δὲ καὶ ἡ διὰ τὸ χρήσιμον· καὶ γὰρ τοιοῦτοι ἀλλήλοις οἱ ἀγαθοί. μάλιστα δὲ καὶ ἐν τούτοις αἱ φιλίαι μένουσιν, ὅταν τὸ αὐτὸ γίνηται παρʼ ἀλλήλων, οἷον <milestone unit="line" resp="Bekker" n="5"/>ἡδονή, καὶ μὴ μόνον οὕτως ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοῦ, οἷον τοῖς εὐτραπέλοις, καὶ μὴ ὡς ἐραστῇ καὶ ἐρωμένῳ. οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἥδονται οὗτοι, ἀλλʼ ὃ μὲν ὁρῶν ἐκεῖνον, ὃ δὲ θεραπευόμενος ὑπὸ τοῦ ἐραστοῦ· ληγούσης δὲ τῆς ὥρας ἐνίοτε καὶ ἡ φιλία λήγει (τῷ μὲν γὰρ οὐκ ἔστιν ἡδεῖα ἡ <milestone unit="line" resp="Bekker" n="10"/>ὄψις, τῷ δʼ οὐ γίνεται ἡ θεραπεία)· πολλοὶ δʼ αὖ διαμένουσιν, ἐὰν ἐκ τῆς συνηθείας τὰ ἤθη στέρξωσιν, ὁμοήθεις ὄντες. οἱ δὲ μὴ τὸ ἡδὺ ἀντικαταλλαττόμενοι ἀλλὰ τὸ χρήσιμον ἐν τοῖς ἐρωτικοῖς καὶ εἰσὶν ἧττον φίλοι καὶ διαμένουσιν. οἱ δὲ διὰ τὸ χρήσιμον ὄντες φίλοι ἅμα τῷ συμφέροντι <milestone unit="line" resp="Bekker" n="15"/>διαλύονται· οὐ γὰρ ἀλλήλων ἦσαν φίλοι ἀλλὰ τοῦ λυσιτελοῦς. διʼ ἡδονὴν μὲν οὖν καὶ διὰ τὸ χρήσιμον καὶ φαύλους ἐνδέχεται φίλους ἀλλήλοις εἶναι καὶ ἐπιεικεῖς φαύλοις καὶ μηδέτερον ὁποιῳοῦν, διʼ αὑτοὺς δὲ δῆλον ὅτι μόνους τοὺς ἀγαθούς· οἱ γὰρ κακοὶ οὐ χαίρουσιν ἑαυτοῖς, <milestone unit="line" resp="Bekker" n="20"/>εἰ μή τις ὠφέλεια γίνοιτο. καὶ μόνη δὲ ἡ τῶν ἀγαθῶν φιλία ἀδιάβλητός ἐστιν· οὐ γὰρ ῥᾴδιον οὐδενὶ πιστεῦσαι περὶ τοῦ ἐν πολλῷ χρόνῳ ὑφʼ αὑτοῦ δεδοκιμασμένου· καὶ τὸ πιστεύειν ἐν τούτοις, καὶ τὸ μηδέποτʼ ἂν ἀδικῆσαι, καὶ ὅσα ἄλλα ἐν τῇ ὡς ἀληθῶς φιλίᾳ ἀξιοῦται. ἐν δὲ ταῖς ἑτέραις <milestone unit="line" resp="Bekker" n="25"/>οὐδὲν κωλύει τὰ τοιαῦτα γίνεσθαι. ἐπεὶ γὰρ οἱ ἄνθρωποι λέγουσι φίλους καὶ τοὺς διὰ τὸ χρήσιμον, ὥσπερ αἱ πόλεις (δοκοῦσι γὰρ αἱ συμμαχίαι ταῖς πόλεσι γίνεσθαι ἕνεκα τοῦ συμφέροντος), καὶ τοὺς διʼ ἡδονὴν ἀλλήλους στέργοντας, ὥσπερ οἱ παῖδες, ἴσως λέγειν μὲν δεῖ καὶ ἡμᾶς φίλους τοὺς <milestone unit="line" resp="Bekker" n="30"/>τοιούτους, εἴδη δὲ τῆς φιλίας πλείω, καὶ πρώτως μὲν καὶ κυρίως τὴν τῶν ἀγαθῶν ᾗ ἀγαθοί, τὰς δὲ λοιπὰς καθʼ ὁμοιότητα· ᾗ γὰρ ἀγαθόν τι καὶ ὅμοιόν τι, ταύτῃ φίλοι· καὶ γὰρ τὸ ἡδὺ ἀγαθὸν τοῖς φιληδέσιν. οὐ πάνυ δʼ αὗται συνάπτουσιν, οὐδὲ γίνονται οἱ αὐτοὶ φίλοι διὰ τὸ χρήσιμον <milestone unit="line" resp="Bekker" n="35"/>καὶ διὰ τὸ ἡδύ· οὐ γὰρ πάνυ συνδυάζεται τὰ κατὰ συμβεβηκός. </p><p rend="align(indent)"><milestone unit="page" resp="Bekker" n="1157b"/><milestone unit="line" resp="Bekker" n="1"/>εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας νενεμημένης οἱ μὲν φαῦλοι ἔσονται φίλοι διʼ ἡδονὴν ἢ τὸ χρήσιμον, ταύτῃ ὅμοιοι ὄντες, οἱ δʼ ἀγαθοὶ διʼ αὑτοὺς φίλοι· ᾗ γὰρ ἀγαθοί. οὗτοι μὲν οὖν ἁπλῶς φίλοι, ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς <milestone unit="line" resp="Bekker" n="5"/>καὶ τῷ ὡμοιῶσθαι τούτοις.</p></div></div></div></body></text></TEI>