<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2" n="6"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg010.perseus-grc2:6" n="8"><p>ἔστι δὲ καὶ ἡ πολιτικὴ καὶ ἡ φρόνησις ἡ αὐτὴ μὲν ἕξις, τὸ μέντοι εἶναι οὐ ταὐτὸν αὐταῖς. τῆς δὲ περὶ <milestone unit="line" resp="Bekker" n="25"/>πόλιν ἣ μὲν ὡς ἀρχιτεκτονικὴ φρόνησις νομοθετική, ἣ δὲ ὡς τὰ καθʼ ἕκαστα τὸ κοινὸν ἔχει ὄνομα, πολιτική· αὕτη δὲ πρακτικὴ καὶ βουλευτική· τὸ γὰρ ψήφισμα πρακτὸν ὡς τὸ ἔσχατον. διὸ πολιτεύεσθαι τούτους μόνον λέγουσιν· μόνοι γὰρ πράττουσιν οὗτοι ὥσπερ οἱ χειροτέχναι. δοκεῖ <milestone unit="line" resp="Bekker" n="30"/>δὲ καὶ φρόνησις μάλιστʼ εἶναι ἡ περὶ αὐτὸν καὶ ἕνα· καὶ ἔχει αὕτη τὸ κοινὸν ὄνομα, φρόνησις· ἐκείνων δὲ ἣ μὲν οἰκονομία ἣ δὲ νομοθεσία ἣ δὲ πολιτική, καὶ ταύτης ἣ μὲν βουλευτικὴ ἣ δὲ δικαστική. εἶδος μὲν οὖν τι ἂν εἴη γνώσεως τὸ αὑτῷ εἰδέναι· ἀλλʼ ἔχει διαφορὰν πολλήν· <milestone unit="page" resp="Bekker" n="1142a"/> <milestone unit="line" resp="Bekker" n="1"/>καὶ δοκεῖ ὁ τὰ περὶ αὑτὸν εἰδὼς καὶ διατρίβων φρόνιμος εἶναι, οἱ δὲ πολιτικοὶ πολυπράγμονες· διὸ Εὐριπίδης <quote rend="align(blockquote)"><lg type="trimeter"><l>πῶς δʼ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως</l><l>ἐν τοῖσι πολλοῖς ἠριθμημένον στρατοῦ</l><l>ἴσον μετασχεῖν;</l><l>τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον <gap reason="ellipsis" rend=". . ."/> </l></lg></quote> <note resp="Perseus"><bibl xml:lang="eng" n="Eur. fr. 785">Eur. fr. 785-6 (Dindorf)</bibl></note> ζητοῦσι γὰρ τὸ αὑτοῖς ἀγαθόν, καὶ οἴονται τοῦτο δεῖν πράττειν. ἐκ ταύτης οὖν τῆς δόξης ἐλήλυθε τὸ τούτους φρονίμους εἶναι· καίτοι ἴσως οὐκ ἔστι τὸ αὑτοῦ εὖ ἄνευ οἰκονομίας <milestone unit="line" resp="Bekker" n="10"/>οὐδʼ ἄνευ πολιτείας. ἔτι δὲ τὰ αὑτοῦ πῶς δεῖ διοικεῖν, ἄδηλον καὶ σκεπτέον. σημεῖον δʼ ἐστὶ τοῦ εἰρημένου καὶ διότι γεωμετρικοὶ μὲν νέοι καὶ μαθηματικοὶ γίνονται καὶ σοφοὶ τὰ τοιαῦτα, φρόνιμος δʼ οὐ δοκεῖ γίνεσθαι. αἴτιον δʼ ὅτι καὶ τῶν καθʼ ἕκαστά ἐστιν ἡ φρόνησις, ἃ γίνεται <milestone unit="line" resp="Bekker" n="15"/>γνώριμα ἐξ ἐμπειρίας, νέος δʼ ἔμπειρος οὐκ ἔστιν· πλῆθος γὰρ χρόνου ποιεῖ τὴν ἐμπειρίαν· ἐπεὶ καὶ τοῦτʼ ἄν τις σκέψαιτο, διὰ τί δὴ μαθηματικὸς μὲν παῖς γένοιτʼ ἄν, σοφὸς δʼ ἢ φυσικὸς οὔ. ἢ ὅτι τὰ μὲν διʼ ἀφαιρέσεώς ἐστιν, τῶν δʼ αἱ ἀρχαὶ ἐξ ἐμπειρίας· καὶ τὰ μὲν οὐ πιστεύουσιν <milestone unit="line" resp="Bekker" n="20"/>οἱ νέοι ἀλλὰ λέγουσιν, τῶν δὲ τὸ τί ἐστιν οὐκ ἄδηλον; ἔτι ἡ ἁμαρτία ἢ περὶ τὸ καθόλου ἐν τῷ βουλεύσασθαι ἢ περὶ τὸ καθʼ ἕκαστον· ἢ γὰρ ὅτι πάντα τὰ βαρύσταθμα ὕδατα φαῦλα, ἢ ὅτι τοδὶ βαρύσταθμον. ὅτι δʼ ἡ φρόνησις οὐκ ἐπιστήμη, φανερόν· τοῦ γὰρ ἐσχάτου ἐστίν, ὥσπερ εἴρηται· <milestone unit="line" resp="Bekker" n="25"/>τὸ γὰρ πρακτὸν τοιοῦτον. ἀντίκειται μὲν δὴ τῷ νῷ· ὁ μὲν γὰρ νοῦς τῶν ὅρων, ὧν οὐκ ἔστι λόγος, ἣ δὲ τοῦ ἐσχάτου, οὗ οὐκ ἔστιν ἐπιστήμη ἀλλʼ αἴσθησις, οὐχ ἡ τῶν ἰδίων, ἀλλʼ οἵᾳ αἰσθανόμεθα ὅτι τὸ <del>ἐν τοῖς μαθηματικοῖς</del> ἔσχατον τρίγωνον· στήσεται γὰρ κἀκεῖ. ἀλλʼ αὕτη μᾶλλον <milestone unit="line" resp="Bekker" n="30"/>αἴσθησις ἢ φρόνησις, ἐκείνης δʼ ἄλλο εἶδος. </p></div></div></div></body></text></TEI>